Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Luk 12:1 Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον· προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις.
Luk 12:2 οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται.
Luk 12:3 ἀνθ᾽ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε, ἐν τῷ φωτὶ ἀκουσθήσεται, καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις, κηρυχθήσεται ἐπὶ τῶν δωμάτων.
Luk 12:4 Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι.
Luk 12:5 ὑποδειξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν ἐμβαλεῖν εἰς τὴν γέενναν· ναί λέγω ὑμῖν, τοῦτον φοβήθητε.
Luk 12:6 οὐχὶ πέντε στρουθία πωλοῦνται ἀσσαρίων δύο; καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ θεοῦ.
Luk 12:7 ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. μὴ φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε.
Luk 12:8 λέγω δὲ ὑμῖν, πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ·
Luk 12:9 ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ.
Luk 12:10 καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται.
Luk 12:11 ὅταν δὲ εἰσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνήσητε πῶς ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε·
Luk 12:12 τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.
Luk 12:13 Εἶπεν δέ τις ἐκ τοῦ ὄχλου αὐτῷ· διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετ᾽ ἐμοῦ τὴν κληρονομίαν.
Luk 12:14 ὁ δὲ εἶπεν αὐτῷ· ἄνθρωπε, τίς με κατέστησεν κριτὴν ἢ μεριστὴν ἐφ᾽ ὑμᾶς;
Luk 12:15 εἶπεν δὲ πρὸς αὐτούς· ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ πάσης πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτῷ.
Luk 12:16 Εἶπεν δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων· ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα.
Luk 12:17 καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων· τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου;
Luk 12:18 καὶ εἶπεν· τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὰ γενήματά μου καὶ τὰ ἀγαθά μου,
Luk 12:19 καὶ ἐρῶ τῇ ψυχῇ μου· ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου.
Luk 12:20 εἶπεν δὲ αὐτῷ ὁ θεός· ἄφρων, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;
Luk 12:21 οὕτως ὁ θησαυρίζων αὐτῷ καὶ μὴ εἰς θεὸν πλουτῶν.
Luk 12:22 Εἶπεν δὲ πρὸς τοὺς μαθητάς αὐτοῦ· διὰ τοῦτο ὑμῖν λέγω, μὴ μεριμνᾶτε τῇ ψυχῇ τί φάγητε, μηδὲ τῷ σώματι τί ἐνδύσησθε.
Luk 12:23 ἡ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος.
Luk 12:24 κατανοήσατε τοὺς κόρακας, ὅτι οὔτε σπείρουσιν οὔτε θερίζουσιν, οἷς οὐκ ἔστιν ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν.
Luk 12:25 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν;
Luk 12:26 εἰ οὖν οὐδὲ ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε;
Luk 12:27 κατανοήσατε τὰ κρίνα, πῶς οὔτε νήθει οὔτε ὑφαίνει· λέγω δὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων.
Luk 12:28 εἰ δὲ ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὕτως ἀμφιέζει, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι.
Luk 12:29 καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε καὶ τί πίητε, καὶ μὴ μετεωρίζεσθε·
Luk 12:30 ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητοῦσιν· ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων.
Luk 12:31 πλὴν ζητεῖτε τὴν βασιλείαν αὐτοῦ, καὶ ταῦτα προστεθήσεται ὑμῖν.
Luk 12:32 Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον· ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν.
Luk 12:33 Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει.
Luk 12:34 ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.
Luk 12:35 Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι·
Luk 12:36 καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε ἀναλύσῃ ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ.
Luk 12:37 μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας· ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς καὶ παρελθὼν διακονήσει αὐτοῖς.
Luk 12:38 κἂν ἐν τῇ δευτέρᾳ, κἂν ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτως, μακάριοί εἰσίν.
Luk 12:39 τοῦτο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, οὐκ ἂν ἀφῆκεν διορυχθῆναι τὸν οἶκον αὐτοῦ.
Luk 12:40 καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Luk 12:41 Εἶπεν δὲ αὐτῷ ὁ Πέτρος· κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις ἢ καὶ πρὸς πάντας;
Luk 12:42 καὶ εἶπεν ὁ κύριος· τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος ὁ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον;
Luk 12:43 μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως.
Luk 12:44 ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
Luk 12:45 ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι·
Luk 12:46 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει.
Luk 12:47 ἐκεῖνος δὲ ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ἑτοιμάσας ἢ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ δαρήσεται πολλάς·
Luk 12:48 ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας. παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ᾽ αὐτοῦ, καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.
Luk 12:49 Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη.
Luk 12:50 βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως ὅτου τελεσθῇ.
Luk 12:51 δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; οὐχί, λέγω ὑμῖν, ἀλλ᾽ ἢ διαμερισμόν.
Luk 12:52 ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν ἑνὶ οἴκῳ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶν καὶ δύο ἐπὶ τρισὶν
Luk 12:53 διαμερισθήσονται, πατὴρ ἐπὶ υἱῷ καὶ υἱὸς ἐπὶ πατρί, μήτηρ ἐπὶ θυγατέρα καὶ θυγάτηρ ἐπὶ μητέρα, πενθερὰ ἐπὶ τὴν νύμφην καὶ νύμφη ἐπὶ τὴν πενθεράν.
Luk 12:54 Ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις· ὅταν ἴδητε νεφέλην ἀνατέλλουσαν ἐπὶ δυσμῶν, εὐθέως λέγετε ὅτι ὄμβρος ἔρχεται, καὶ γίνεται οὕτως·
Luk 12:55 καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι καύσων ἔσται, καὶ γίνεται.
Luk 12:56 ὑποκριταί, τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν, τὸν δὲ καιρὸν τοῦτον πῶς οὐ δοκιμάζετε;
Luk 12:57 Τί δὲ καὶ ἀφ᾽ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον;
Luk 12:58 ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ᾽ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ᾽ αὐτοῦ, μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε παραδώσει τῷ πράκτορι, καὶ ὁ πράκτωρ σε βαλεῖ εἰς φυλακήν.
Luk 12:59 λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως καὶ τὸ ἔσχατον λεπτὸν ἀποδῷς.

  1. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 01

  2. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 02

  3. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 03

  4. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 04

  5. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 05

  6. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 06

  7. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 07

  8. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 08

  9. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 09

  10. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 10

  11. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 11

  12. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 12

  13. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 13

  14. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 14

  15. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 15

  16. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 16

  17. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 17

  18. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 18

  19. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 19

  20. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 20

  21. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 21

  22. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 22

  23. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 23

  24. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 24

  25. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 25

  26. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 26

  27. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 27

  28. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 28

  29. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 01

  30. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 02

  31. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 03

  32. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 04

  33. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 05

  34. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 06

  35. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 07

  36. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 08

  37. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 09

  38. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 10

  39. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 11

  40. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 12

  41. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 13

  42. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 14

  43. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 15

  44. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 16

  45. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 01

  46. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 02

  47. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 03

  48. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 04

  49. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 05

  50. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 06

  51. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 07

  52. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 08

  53. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 09

  54. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 10

  55. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 11

  56. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 12

  57. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 13

  58. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 14

  59. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 15

  60. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 16

  61. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 17

  62. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 18

  63. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 19

  64. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 20

  65. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 21

  66. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 22

목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소