Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Mat 13:1 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν ὁ Ἰησοῦς ἐκ τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν·
Mat 13:2 καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸν εἰς πλοῖον ἐμβάντα καθῆσθαι, καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει.
Mat 13:3 καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς λέγων· ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν.
Mat 13:4 καὶ ἐν τῷ σπείρειν αὐτὸν ἃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτά.
Mat 13:5 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη ὅπου οὐκ εἶχεν γῆν πολλήν, καὶ εὐθέως ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς·
Mat 13:6 ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη.
Mat 13:7 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ ἔπνιξαν αὐτά.
Mat 13:8 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπόν, ὃ μὲν ἑκατόν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα.
Mat 13:9 ὁ ἔχων ὦτα ἀκουέτω.
Mat 13:10 Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπαν αὐτῷ· διατί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς;
Mat 13:11 ὁ δὲ ἀποκριθεὶς εἶπεν· ὅτι ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται.
Mat 13:12 ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ καὶ περισσευθήσεται· ὅστις δὲ οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ.
Mat 13:13 διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ὅτι βλέποντες οὐ βλέπουσιν καὶ ἀκούοντες οὐκ ἀκούουσιν οὐδὲ συνίουσιν.
Mat 13:14 καὶ ἀναπληροῦται αὐτοῖς ἡ προφητεία Ἠσαΐου ἡ λέγουσα· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε.
Mat 13:15 ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς.
Mat 13:16 ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσιν, καὶ τὰ ὦτα ὑμῶν ὅτι ἀκούουσιν.
Mat 13:17 ἀμὴν λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ ἴδαν, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν.
Mat 13:18 ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ σπείραντος.
Mat 13:19 παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος, ἔρχεται ὁ πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ· οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς.
Mat 13:20 ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν·
Mat 13:21 οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ ἀλλὰ πρόσκαιρός ἐστιν, γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζεται.
Mat 13:22 ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ ἡ μέριμνα τοῦ αἰῶνος καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται.
Mat 13:23 ὁ δὲ ἐπὶ τὴν καλὴν γῆν σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιείς, ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ ὃ μὲν ἑκατόν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα.
Mat 13:24 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείραντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ.
Mat 13:25 ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ ἐπέσπειρεν ζιζάνια ἀνὰ μέσον τοῦ σίτου καὶ ἀπῆλθεν.
Mat 13:26 ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος καὶ καρπὸν ἐποίησεν, τότε ἐφάνη καὶ τὰ ζιζάνια.
Mat 13:27 προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ· κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; πόθεν οὖν ἔχει ζιζάνια;
Mat 13:28 ὁ δὲ ἔφη αὐτοῖς· ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. οἱ δὲ δοῦλοι λέγουσιν αὐτῷ· θέλεις οὖν ἀπελθόντες συλλέξωμεν αὐτά;
Mat 13:29 ὁ δέ φησιν· οὔ, μήποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον.
Mat 13:30 ἄφετε συναυξάνεσθαι ἀμφότερα μέχρι τοῦ θερισμοῦ, καὶ ἐν καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς· συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά, τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου.
Mat 13:31 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ·
Mat 13:32 ὃ μικρότερον μέν ἐστιν πάντων τῶν σπερμάτων, ὅταν δὲ αὐξηθῇ μεῖζον τῶν λαχάνων ἐστὶν καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ.
Mat 13:33 Ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον.
Mat 13:34 Ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς οὐδὲν ἐλάλει αὐτοῖς·
Mat 13:35 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου Ἡσαίου λέγοντος· ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς.
Mat 13:36 Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν. καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ.
Mat 13:37 ὁ δὲ ἀποκριθεὶς εἶπεν· ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου,
Mat 13:38 ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ,
Mat 13:39 ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς συντέλεια αἰῶνός ἐστιν, οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν.
Mat 13:40 ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ κατακαίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος·
Mat 13:41 ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν,
Mat 13:42 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
Mat 13:43 τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. ὁ ἔχων ὦτα ἀκουέτω.
Mat 13:44 Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πωλεῖ πάντα ὅσα ἔχει καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.
Mat 13:45 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας·
Mat 13:46 εὑρὼν δὲ ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακεν πάντα ὅσα εἶχεν καὶ ἠγόρασεν αὐτόν.
Mat 13:47 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ·
Mat 13:48 ἣν ὅτε ἐπληρώθη ἀναβιβάσαντες ἐπὶ τὸν αἰγιαλὸν καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς ἄγγη, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον.
Mat 13:49 οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσιν τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων,
Mat 13:50 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
Mat 13:51 συνήκατε ταῦτα πάντα; λέγουσιν αὐτῷ, ναί.
Mat 13:52 ὁ δὲ εἶπεν αὐτοῖς· διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.
Mat 13:53 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν.
Mat 13:54 Καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήσσεσθαι αὐτοὺς καὶ λέγειν· πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις;
Mat 13:55 οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσὴφ καὶ Σίμων καὶ Ἰούδας;
Mat 13:56 καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν; πόθεν οὖν τούτῳ ταῦτα πάντα;
Mat 13:57 καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ ἰδίᾳ πατρίδι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.
Mat 13:58 καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν.

  1. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 01

  2. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 02

  3. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 03

  4. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 04

  5. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 05

  6. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 06

  7. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 07

  8. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 08

  9. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 09

  10. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 10

  11. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 11

  12. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 12

  13. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 13

  14. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 14

  15. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 15

  16. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 16

  17. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 17

  18. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 18

  19. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 19

  20. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 20

  21. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 21

  22. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 22

  23. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 23

  24. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 24

  25. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 25

  26. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 26

  27. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 27

  28. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 28

  29. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 01

  30. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 02

  31. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 03

  32. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 04

  33. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 05

  34. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 06

  35. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 07

  36. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 08

  37. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 09

  38. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 10

  39. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 11

  40. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 12

  41. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 13

  42. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 14

  43. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 15

  44. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 16

  45. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 01

  46. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 02

  47. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 03

  48. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 04

  49. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 05

  50. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 06

  51. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 07

  52. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 08

  53. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 09

  54. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 10

  55. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 11

  56. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 12

  57. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 13

  58. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 14

  59. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 15

  60. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 16

  61. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 17

  62. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 18

  63. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 19

  64. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 20

  65. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 21

  66. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 22

목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소