Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Mat 12:1 Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάββασιν διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν, καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν.
Mat 12:2 οἱ δὲ Φαρισαῖοι ἰδόντες εἶπαν αὐτῷ· ἰδοὺ οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστιν ποιεῖν ἐν σαββάτῳ.
Mat 12:3 ὁ δὲ εἶπεν αὐτοῖς· οὐκ ἀνέγνωτε τί ἐποίησεν Δαυεὶδ, ὅτε ἐπείνασεν καὶ οἱ μετ᾽ αὐτοῦ;
Mat 12:4 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγον, ὃ οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν οὐδὲ τοῖς μετ᾽ αὐτοῦ, εἰ μὴ τοῖς ἱερεῦσιν μόνοις;
Mat 12:5 ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ ὅτι τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσιν καὶ ἀναίτιοί εἰσιν;
Mat 12:6 λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε.
Mat 12:7 εἰ δὲ ἐγνώκειτε τί ἐστιν· ἔλεος θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους.
Mat 12:8 κύριος γάρ ἐστιν τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου.
Mat 12:9 Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν·
Mat 12:10 καὶ ἰδοὺ ἄνθρωπος χεῖρα ἔχων ξηράν· καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· εἰ ἔξεστιν τοῖς σάββασιν θεραπεῦσαι; ἵνα κατηγορήσωσιν αὐτοῦ.
Mat 12:11 ὁ δὲ εἶπεν αὐτοῖς· τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος ὃς ἕξει πρόβατον ἕν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ;
Mat 12:12 πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου· ὥστε ἔξεστιν τοῖς σάββασιν καλῶς ποιεῖν.
Mat 12:13 τότε λέγει τῷ ἀνθρώπῳ· ἔκτεινόν σου τὴν χεῖρα. καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη.
Mat 12:14 ἐξελθόντες δὲ οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ᾽ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν.
Mat 12:15 Ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν. καὶ ἠκολούθησαν αὐτῷ πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας,
Mat 12:16 καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν·
Mat 12:17 ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος·
Mat 12:18 ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου εἰς ὃν ηὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ᾽ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ.
Mat 12:19 οὐκ ἐρίσει οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ.
Mat 12:20 κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν.
Mat 12:21 καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.
Mat 12:22 Τότε προσηνέχθη αὐτῷ δαιμονιζόμενος τυφλὸς καὶ κωφός· καὶ ἐθεράπευσεν αὐτόν, ὥστε τὸν κωφὸν λαλεῖν καὶ βλέπειν.
Mat 12:23 καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι καὶ ἔλεγον· μήτι οὗτός ἐστιν ὁ υἱὸς Δαυείδ;
Mat 12:24 οἱ δὲ Φαρισαῖοι ἀκούσαντες εἶπον· οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν τῷ Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων.
Mat 12:25 εἰδὼς δὲ τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν αὐτοῖς· πᾶσα βασιλεία μερισθεῖσα καθ᾽ ἑαυτῆς ἐρημοῦται, καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθ᾽ ἑαυτῆς οὐ σταθήσεται.
Mat 12:26 καὶ εἰ ὁ σατανᾶς τὸν σατανᾶν ἐκβάλλει, ἐφ᾽ ἑαυτὸν ἐμερίσθη· πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ;
Mat 12:27 καὶ εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; διὰ τοῦτο αὐτοὶ κριταὶ ἔσονται ὑμῶν.
Mat 12:28 εἰ δὲ ἐν πνεύματι θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ.
Mat 12:29 ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ ἁρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσῃ;
Mat 12:30 ὁ μὴ ὢν μετ᾽ ἐμοῦ κατ᾽ ἐμοῦ ἐστιν, καὶ ὁ μὴ συνάγων μετ᾽ ἐμοῦ σκορπίζει.
Mat 12:31 Διὰ τοῦτο λέγω ὑμῖν, πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ τοῦ πνεύματος βλασφημία οὐκ ἀφεθήσεται.
Mat 12:32 καὶ ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ᾽ ἂν εἴπῃ κατὰ τοῦ πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τούτῳ τῷ αἰῶνι οὔτε ἐν τῷ μέλλοντι.
Mat 12:33 Ἢ ποιήσατε τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλόν, ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται.
Mat 12:34 γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν πονηροὶ ὄντες; ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ.
Mat 12:35 ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ ἐκβάλλει τὰ ἀγαθά, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει πονηρά.
Mat 12:36 λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ λαλήσουσιν οἱ ἄνθρωποι ἀποδώσουσιν περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως.
Mat 12:37 ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ.
Mat 12:38 Τότε ἀπεκρίθησαν αὐτῷ τινες τῶν γραμματέων καὶ Φαρισαίων λέγοντες· διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν.
Mat 12:39 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου.
Mat 12:40 ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.
Mat 12:41 ἄνδρες Νινευεῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε.
Mat 12:42 βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτήν, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος, καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε.
Mat 12:43 Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι᾽ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει.
Mat 12:44 τότε λέγει· εἰς τὸν οἶκόν μου ἐπιστρέψω ὅθεν ἐξῆλθον. καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα καὶ σεσαρωμένον καὶ κεκοσμημένον.
Mat 12:45 τότε πορεύεται καὶ παραλαμβάνει μεθ᾽ ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. οὕτως ἔσται καὶ τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ.
Mat 12:46 Ἔτι αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις ἰδοὺ ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἱστήκεισαν ἔξω ζητοῦντες αὐτῷ λαλῆσαι.
Mat 12:47 [εἶπεν δέ τις αὐτῷ· ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν ζητοῦντές σοι λαλῆσαι.]
Mat 12:48 ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ λέγοντι αὐτῷ· τίς ἐστιν ἡ μήτηρ μου, καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου;
Mat 12:49 καὶ ἐκτείνας τὴν χεῖρα ἐπὶ τοὺς μαθητὰς αὐτοῦ εἶπεν· ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου·
Mat 12:50 ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς, αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν.

  1. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 01

  2. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 02

  3. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 03

  4. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 04

  5. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 05

  6. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 06

  7. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 07

  8. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 08

  9. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 09

  10. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 10

  11. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 11

  12. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 12

  13. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 13

  14. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 14

  15. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 15

  16. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 16

  17. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 17

  18. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 18

  19. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 19

  20. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 20

  21. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 21

  22. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 22

  23. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 23

  24. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 24

  25. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 25

  26. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 26

  27. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 27

  28. No Image 16Dec
    by 한글모레
    in Matthew

    Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 28

  29. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 01

  30. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 02

  31. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 03

  32. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 04

  33. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 05

  34. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 06

  35. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 07

  36. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 08

  37. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 09

  38. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 10

  39. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 11

  40. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 12

  41. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 13

  42. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 14

  43. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 15

  44. No Image 16Dec
    by 한글모레
    in Mark

    Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 16

  45. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 01

  46. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 02

  47. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 03

  48. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 04

  49. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 05

  50. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 06

  51. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 07

  52. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 08

  53. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 09

  54. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 10

  55. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 11

  56. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 12

  57. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 13

  58. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 14

  59. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 15

  60. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 16

  61. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 17

  62. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 18

  63. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 19

  64. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 20

  65. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 21

  66. No Image 16Dec
    by 한글모레
    in Luke

    Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 22

목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소