Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Mar 4:1 Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. Καὶ συνήχθη πρὸς αὐτὸν ὄχλος πολύς, ὥστε αὐτὸν ἐμβάντα εἰς τὸ πλοῖον καθῆσθαι ἐν τῇ θαλάσσῃ· καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦν.
Mar 4:2 Καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ,
Mar 4:3 Ἀκούετε· ἰδού, ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι·
Mar 4:4 καὶ ἐγένετο ἐν τῷ σπείρειν, ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό.
Mar 4:5 Ἄλλο δὲ ἔπεσεν ἐπὶ τὸ πετρῶδες, ὅπου οὐκ εἶχεν γῆν πολλήν· καὶ εὐθέως ἐξανέτειλεν, διὰ τὸ μὴ ἔχειν βάθος γῆς·
Mar 4:6 ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη.
Mar 4:7 Καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι, καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκεν.
Mar 4:8 Καὶ ἄλλο ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν· καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξάνοντα, καὶ ἔφερεν ἐν τριάκοντα, καὶ ἐν ἑξήκοντα, καὶ ἐν ἑκατόν.
Mar 4:9 Καὶ ἔλεγεν, Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
Mar 4:10 [Οτε δὲ ἐγένετο καταμόνας, ἠρώτησαν αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὴν παραβολήν.
Mar 4:11 Καὶ ἔλεγεν αὐτοῖς, Ὑμῖν δέδοται γνῶναι τὸ μυστήριον τῆς βασιλείας τοῦ θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω, ἐν παραβολαῖς τὰ πάντα γίνεται·
Mar 4:12 ἵνα βλέποντες βλέπωσιν, καὶ μὴ ἴδωσιν· καὶ ἀκούοντες ἀκούωσιν, καὶ μὴ συνιῶσιν· μήποτε ἐπιστρέψωσιν, καὶ ἀφεθῇ αὐτοῖς τὰ ἁμαρτήματα.
Mar 4:13 Καὶ λέγει αὐτοῖς, Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην; Καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε;
Mar 4:14 Ὁ σπείρων τὸν λόγον σπείρει.
Mar 4:15 Οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδόν, ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν, εὐθέως ἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον ἐν ταῖς καρδίαις αὐτῶν.
Mar 4:16 Καὶ οὗτοί εἰσιν ὁμοίως οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἵ, ὅταν ἀκούσωσιν τὸν λόγον, εὐθέως μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν,
Mar 4:17 καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς, ἀλλὰ πρόσκαιροί εἰσιν· εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, εὐθέως σκανδαλίζονται.
Mar 4:18 Καὶ οὗτοί εἰσιν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι, οἱ τὸν λόγον ἀκούοντες,
Mar 4:19 καὶ αἱ μέριμναι τοῦ αἰῶνος τούτου, καὶ ἡ ἀπάτη τοῦ πλούτου, καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον, καὶ ἄκαρπος γίνεται.
Mar 4:20 Καὶ οὗτοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσιν τὸν λόγον, καὶ παραδέχονται, καὶ καρποφοροῦσιν, ἐν τριάκοντα, καὶ ἐν ἑξήκοντα, καὶ ἐν ἑκατόν.
Mar 4:21 Καὶ ἔλεγεν αὐτοῖς, Μήτι ὁ λύχνος ἔρχεται ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην; Οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ἐπιτεθῇ;
Mar 4:22 Οὐ γάρ ἐστίν τι κρυπτόν, ὃ ἐὰν μὴ φανερωθῇ· οὐδὲ ἐγένετο ἀπόκρυφον, ἀλλ᾽ ἵνα εἰς φανερὸν ἔλθῃ.
Mar 4:23 Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω.
Mar 4:24 Καὶ ἔλεγεν αὐτοῖς, Βλέπετε τί ἀκούετε. Ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν, καὶ προστεθήσεται ὑμῖν τοῖς ἀκούουσιν.
Mar 4:25 Ὃς γὰρ ἂν ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ.
Mar 4:26 Καὶ ἔλεγεν, Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ, ὡς ἐὰν ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς,
Mar 4:27 καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος βλαστάνῃ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός.
Mar 4:28 Αὐτομάτη γὰρ ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, εἶτα στάχυν, εἶτα πλήρη σῖτον ἐν τῷ στάχυϊ.
Mar 4:29 Ὅταν δὲ παραδῷ ὁ καρπός, εὐθέως ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.
Mar 4:30 Καὶ ἔλεγεν, Τίνι ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ θεοῦ; Ἢ ἐν ποίᾳ παραβολῇ παραβάλωμεν αὐτήν;
Mar 4:31 Ὡς κόκκον σινάπεως, ὅς, ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, μικρότερος πάντων τῶν σπερμάτων ἐστὶν τῶν ἐπὶ τῆς γῆς·
Mar 4:32 καὶ ὅταν σπαρῇ, ἀναβαίνει, καὶ γίνεται πάντων τῶν λαχάνων μείζων, καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν.
Mar 4:33 Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἐδύναντο ἀκούειν·
Mar 4:34 χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς· κατ᾽ ἰδίαν δὲ τοῖς μαθηταῖς αὐτοῦ ἐπέλυεν πάντα.
Mar 4:35 Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὀψίας γενομένης, Διέλθωμεν εἰς τὸ πέραν.
Mar 4:36 Καὶ ἀφέντες τὸν ὄχλον, παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ. Καὶ ἄλλα δὲ πλοιάρια ἦν μετ᾽ αὐτοῦ.
Mar 4:37 Καὶ γίνεται λαῖλαψ ἀνέμου μεγάλη· τὰ δὲ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε αὐτὸ ἤδη γεμίζεσθαι.
Mar 4:38 Καὶ ἦν αὐτὸς ἐπὶ τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ διεγείρουσιν αὐτόν, καὶ λέγουσιν αὐτῷ, Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα;
Mar 4:39 Καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ, καὶ εἶπεν τῇ θαλάσσῃ, Σιώπα, πεφίμωσο. Καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη.
Mar 4:40 Καὶ εἶπεν αὐτοῖς, Τί δειλοί ἐστε οὕτως; Πῶς οὐκ ἔχετε πίστιν;
Mar 4:41 Καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους, Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ;

List of Articles
번호 분류 제목
62 Luke Byzantine Text Form, Luke, Chapter 18
61 Luke Byzantine Text Form, Luke, Chapter 17
60 Luke Byzantine Text Form, Luke, Chapter 16
59 Luke Byzantine Text Form, Luke, Chapter 15
58 Luke Byzantine Text Form, Luke, Chapter 14
57 Luke Byzantine Text Form, Luke, Chapter 13
56 Luke Byzantine Text Form, Luke, Chapter 12
55 Luke Byzantine Text Form, Luke, Chapter 11
54 Luke Byzantine Text Form, Luke, Chapter 10
53 Luke Byzantine Text Form, Luke, Chapter 09
52 Luke Byzantine Text Form, Luke, Chapter 08
51 Luke Byzantine Text Form, Luke, Chapter 07
50 Luke Byzantine Text Form, Luke, Chapter 06
49 Luke Byzantine Text Form, Luke, Chapter 05
48 Luke Byzantine Text Form, Luke, Chapter 04
47 Luke Byzantine Text Form, Luke, Chapter 03
46 Luke Byzantine Text Form, Luke, Chapter 02
45 Luke Byzantine Text Form, Luke, Chapter 01
44 Mark Byzantine Text Form, Mark, Chapter 16
43 Mark Byzantine Text Form, Mark, Chapter 15
42 Mark Byzantine Text Form, Mark, Chapter 14
41 Mark Byzantine Text Form, Mark, Chapter 13
40 Mark Byzantine Text Form, Mark, Chapter 12
39 Mark Byzantine Text Form, Mark, Chapter 11
38 Mark Byzantine Text Form, Mark, Chapter 10
37 Mark Byzantine Text Form, Mark, Chapter 09
36 Mark Byzantine Text Form, Mark, Chapter 08
35 Mark Byzantine Text Form, Mark, Chapter 07
34 Mark Byzantine Text Form, Mark, Chapter 06
33 Mark Byzantine Text Form, Mark, Chapter 05
» Mark Byzantine Text Form, Mark, Chapter 04
31 Mark Byzantine Text Form, Mark, Chapter 03
30 Mark Byzantine Text Form, Mark, Chapter 02
29 Mark Byzantine Text Form, Mark, Chapter 01
28 Matthew Byzantine Text Form, Matthew, Chapter 28
27 Matthew Byzantine Text Form, Matthew, Chapter 27
26 Matthew Byzantine Text Form, Matthew, Chapter 26
25 Matthew Byzantine Text Form, Matthew, Chapter 25
24 Matthew Byzantine Text Form, Matthew, Chapter 24
23 Matthew Byzantine Text Form, Matthew, Chapter 23
22 Matthew Byzantine Text Form, Matthew, Chapter 22
21 Matthew Byzantine Text Form, Matthew, Chapter 21
20 Matthew Byzantine Text Form, Matthew, Chapter 20
19 Matthew Byzantine Text Form, Matthew, Chapter 19
18 Matthew Byzantine Text Form, Matthew, Chapter 18
17 Matthew Byzantine Text Form, Matthew, Chapter 17
16 Matthew Byzantine Text Form, Matthew, Chapter 16
15 Matthew Byzantine Text Form, Matthew, Chapter 15
14 Matthew Byzantine Text Form, Matthew, Chapter 14
13 Matthew Byzantine Text Form, Matthew, Chapter 13
12 Matthew Byzantine Text Form, Matthew, Chapter 12
11 Matthew Byzantine Text Form, Matthew, Chapter 11
10 Matthew Byzantine Text Form, Matthew, Chapter 10
9 Matthew Byzantine Text Form, Matthew, Chapter 09
8 Matthew Byzantine Text Form, Matthew, Chapter 08
7 Matthew Byzantine Text Form, Matthew, Chapter 07
6 Matthew Byzantine Text Form, Matthew, Chapter 06
5 Matthew Byzantine Text Form, Matthew, Chapter 05
4 Matthew Byzantine Text Form, Matthew, Chapter 04
3 Matthew Byzantine Text Form, Matthew, Chapter 03
2 Matthew Byzantine Text Form, Matthew, Chapter 02
1 Matthew Byzantine Text Form, Matthew, Chapter 01
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소