Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Mar 3:1 Καὶ εἰσῆλθεν πάλιν εἰς τὴν συναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα.
Mar 3:2 Καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ.
Mar 3:3 Καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα, Ἔγειραι εἰς τὸ μέσον.
Mar 3:4 Καὶ λέγει αὐτοῖς, Ἔξεστιν τοῖς σάββασιν ἀγαθοποιῆσαι, ἢ κακοποιῆσαι; Ψυχὴν σῶσαι, ἢ ἀποκτεῖναι; Οἱ δὲ ἐσιώπων.
Mar 3:5 Καὶ περιβλεψάμενος αὐτοὺς μετ᾽ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ, Ἔκτεινον τὴν χεῖρά σου. Καὶ ἐξέτεινεν, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη.
Mar 3:6 Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι εὐθέως μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ἐποίουν κατ᾽ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν.
Mar 3:7 Καὶ ὁ Ἰησοῦς ἀνεχώρησεν μετὰ τῶν μαθητῶν αὐτοῦ πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ἠκολούθησαν αὐτῷ, καὶ ἀπὸ τῆς Ἰουδαίας,
Mar 3:8 καὶ ἀπὸ Ἱεροσολύμων, καὶ ἀπὸ τῆς Ἰδουμαίας, καὶ πέραν τοῦ Ἰορδάνου, καὶ οἱ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, ἀκούσαντες ὅσα ἐποίει, ἦλθον πρὸς αὐτόν.
Mar 3:9 Καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον, ἵνα μὴ θλίβωσιν αὐτόν.
Mar 3:10 Πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ, ἵνα αὐτοῦ ἅψωνται, ὅσοι εἶχον μάστιγας.
Mar 3:11 Καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν ἐθεώρει, προσέπιπτεν αὐτῷ, καὶ ἔκραζεν, λέγοντα ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ.
Mar 3:12 Καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν.
Mar 3:13 Καὶ ἀναβαίνει εἰς τὸ ὄρος, καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός· καὶ ἀπῆλθον πρὸς αὐτόν.
Mar 3:14 Καὶ ἐποίησεν δώδεκα, ἵνα ὦσιν μετ᾽ αὐτοῦ, καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν,
Mar 3:15 καὶ ἔχειν ἐξουσίαν θεραπεύειν τὰς νόσους, καὶ ἐκβάλλειν τὰ δαιμόνια·
Mar 3:16 καὶ ἐπέθηκεν τῷ Σίμωνι ὄνομα Πέτρον·
Mar 3:17 καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου· καὶ ἐπέθηκεν αὐτοῖς ὀνόματα Βοανεργές, ὅ ἐστιν, Υἱοὶ Βροντῆς·
Mar 3:18 καὶ Ἀνδρέαν, καὶ Φίλιππον, καὶ Βαρθολομαῖον, καὶ Ματθαῖον, καὶ Θωμᾶν, καὶ Ἰάκωβον τὸν τοῦ Ἀλφαίου, καὶ Θαδδαῖον, καὶ Σίμωνα τὸν Κανανίτην,
Mar 3:19 καὶ Ἰούδαν Ἰσκαριώτην, ὃς καὶ παρέδωκεν αὐτόν. Καὶ ἔρχονται εἰς οἶκον·
Mar 3:20 καὶ συνέρχεται πάλιν ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς μήτε ἄρτον φαγεῖν.
Mar 3:21 Καὶ ἀκούσαντες οἱ παρ᾽ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν· ἔλεγον γὰρ ὅτι Ἐξέστη.
Mar 3:22 Καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει, καὶ ὅτι Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
Mar 3:23 Καὶ προσκαλεσάμενος αὐτούς, ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς, Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν;
Mar 3:24 Καὶ ἐὰν βασιλεία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη.
Mar 3:25 Καὶ ἐὰν οἰκία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ οἰκία ἐκείνη.
Mar 3:26 Καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφ᾽ ἑαυτὸν καὶ μεμέρισται, οὐ δύναται σταθῆναι, ἀλλὰ τέλος ἔχει.
Mar 3:27 Οὐδεὶς δύναται τὰ σκεύη τοῦ ἰσχυροῦ, εἰσελθὼν εἰς τὴν οἰκίαν αὐτοῦ, διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσῃ.
Mar 3:28 Ἀμὴν λέγω ὑμῖν, ὅτι πάντα ἀφεθήσεται τὰ ἁμαρτήματα τοῖς υἱοῖς τῶν ἀνθρώπων, καὶ βλασφημίαι ὅσας ἂν βλασφημήσωσιν·
Mar 3:29 ὃς δ᾽ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλ᾽ ἔνοχός ἐστιν αἰωνίου κρίσεως.
Mar 3:30 Ὅτι ἔλεγον, Πνεῦμα ἀκάθαρτον ἔχει.
Mar 3:31 ;Ερχονται οὖν οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ, καὶ ἔξω ἑστῶτες ἀπέστειλαν πρὸς αὐτόν, φωνοῦντες αὐτόν.
Mar 3:32 Καὶ ἐκάθητο ὄχλος περὶ αὐτόν· εἶπον δὲ αὐτῷ, Ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου καὶ αἱ ἀδελφαί σου ἔξω ζητοῦσίν σε.
Mar 3:33 Καὶ ἀπεκρίθη αὐτοῖς λέγων, Τίς ἐστιν ἡ μήτηρ μου ἢ οἱ ἀδελφοί μου;
Mar 3:34 Καὶ περιβλεψάμενος κύκλῳ τοὺς περὶ αὐτὸν καθημένους, λέγει, Ἴδε, ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου.
Mar 3:35 Ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφή μου καὶ μήτηρ ἐστίν.

List of Articles
번호 분류 제목
62 Luke Byzantine Text Form, Luke, Chapter 18
61 Luke Byzantine Text Form, Luke, Chapter 17
60 Luke Byzantine Text Form, Luke, Chapter 16
59 Luke Byzantine Text Form, Luke, Chapter 15
58 Luke Byzantine Text Form, Luke, Chapter 14
57 Luke Byzantine Text Form, Luke, Chapter 13
56 Luke Byzantine Text Form, Luke, Chapter 12
55 Luke Byzantine Text Form, Luke, Chapter 11
54 Luke Byzantine Text Form, Luke, Chapter 10
53 Luke Byzantine Text Form, Luke, Chapter 09
52 Luke Byzantine Text Form, Luke, Chapter 08
51 Luke Byzantine Text Form, Luke, Chapter 07
50 Luke Byzantine Text Form, Luke, Chapter 06
49 Luke Byzantine Text Form, Luke, Chapter 05
48 Luke Byzantine Text Form, Luke, Chapter 04
47 Luke Byzantine Text Form, Luke, Chapter 03
46 Luke Byzantine Text Form, Luke, Chapter 02
45 Luke Byzantine Text Form, Luke, Chapter 01
44 Mark Byzantine Text Form, Mark, Chapter 16
43 Mark Byzantine Text Form, Mark, Chapter 15
42 Mark Byzantine Text Form, Mark, Chapter 14
41 Mark Byzantine Text Form, Mark, Chapter 13
40 Mark Byzantine Text Form, Mark, Chapter 12
39 Mark Byzantine Text Form, Mark, Chapter 11
38 Mark Byzantine Text Form, Mark, Chapter 10
37 Mark Byzantine Text Form, Mark, Chapter 09
36 Mark Byzantine Text Form, Mark, Chapter 08
35 Mark Byzantine Text Form, Mark, Chapter 07
34 Mark Byzantine Text Form, Mark, Chapter 06
33 Mark Byzantine Text Form, Mark, Chapter 05
32 Mark Byzantine Text Form, Mark, Chapter 04
» Mark Byzantine Text Form, Mark, Chapter 03
30 Mark Byzantine Text Form, Mark, Chapter 02
29 Mark Byzantine Text Form, Mark, Chapter 01
28 Matthew Byzantine Text Form, Matthew, Chapter 28
27 Matthew Byzantine Text Form, Matthew, Chapter 27
26 Matthew Byzantine Text Form, Matthew, Chapter 26
25 Matthew Byzantine Text Form, Matthew, Chapter 25
24 Matthew Byzantine Text Form, Matthew, Chapter 24
23 Matthew Byzantine Text Form, Matthew, Chapter 23
22 Matthew Byzantine Text Form, Matthew, Chapter 22
21 Matthew Byzantine Text Form, Matthew, Chapter 21
20 Matthew Byzantine Text Form, Matthew, Chapter 20
19 Matthew Byzantine Text Form, Matthew, Chapter 19
18 Matthew Byzantine Text Form, Matthew, Chapter 18
17 Matthew Byzantine Text Form, Matthew, Chapter 17
16 Matthew Byzantine Text Form, Matthew, Chapter 16
15 Matthew Byzantine Text Form, Matthew, Chapter 15
14 Matthew Byzantine Text Form, Matthew, Chapter 14
13 Matthew Byzantine Text Form, Matthew, Chapter 13
12 Matthew Byzantine Text Form, Matthew, Chapter 12
11 Matthew Byzantine Text Form, Matthew, Chapter 11
10 Matthew Byzantine Text Form, Matthew, Chapter 10
9 Matthew Byzantine Text Form, Matthew, Chapter 09
8 Matthew Byzantine Text Form, Matthew, Chapter 08
7 Matthew Byzantine Text Form, Matthew, Chapter 07
6 Matthew Byzantine Text Form, Matthew, Chapter 06
5 Matthew Byzantine Text Form, Matthew, Chapter 05
4 Matthew Byzantine Text Form, Matthew, Chapter 04
3 Matthew Byzantine Text Form, Matthew, Chapter 03
2 Matthew Byzantine Text Form, Matthew, Chapter 02
1 Matthew Byzantine Text Form, Matthew, Chapter 01
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소