Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Mat 14:1 Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρῴδης ὁ τετράρχης τὴν ἀκοὴν Ἰησοῦ,
Mat 14:2 καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ, Οὗτός ἐστιν Ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ.
Mat 14:3 Ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην ἔδησεν αὐτὸν καὶ ἔθετο ἐν φυλακῇ, διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ.
Mat 14:4 Ἔλεγεν γὰρ αὐτῷ ὁ Ἰωάννης, Οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν.
Mat 14:5 Καὶ θέλων αὐτὸν ἀποκτεῖναι, ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον.
Mat 14:6 Γενεσίων δὲ ἀγομένων τοῦ Ἡρῴδου, ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ, καὶ ἤρεσεν τῷ Ἡρῴδῃ·
Mat 14:7 ὅθεν μεθ᾽ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται.
Mat 14:8 Ἡ δέ, προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, Δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.
Mat 14:9 Καὶ ἐλυπήθη ὁ βασιλεύς, διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσεν δοθῆναι·
Mat 14:10 καὶ πέμψας ἀπεκεφάλισεν τὸν Ἰωάννην ἐν τῇ φυλακῇ.
Mat 14:11 Καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι, καὶ ἐδόθη τῷ κορασίῳ· καὶ ἤνεγκεν τῇ μητρὶ αὐτῆς.
Mat 14:12 Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ σῶμα, καὶ ἔθαψαν αὐτό· καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ.
Mat 14:13 Καὶ ἀκούσας ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ᾽ ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων.
Mat 14:14 Καὶ ἐξελθὼν ὁ Ἰησοῦς εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾽ αὐτοῖς, καὶ ἐθεράπευσεν τοὺς ἀρρώστους αὐτῶν.
Mat 14:15 Ὀψίας δὲ γενομένης, προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, λέγοντες, Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα.
Mat 14:16 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν.
Mat 14:17 Οἱ δὲ λέγουσιν αὐτῷ, Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας.
Mat 14:18 Ὁ δὲ εἶπεν, Φέρετέ μοι αὐτοὺς ὧδε.
Mat 14:19 Καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανόν, εὐλόγησεν, καὶ κλάσας ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις.
Mat 14:20 Καὶ ἔφαγον πάντες, καὶ ἐχορτάσθησαν· καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων, δώδεκα κοφίνους πλήρεις.
Mat 14:21 Οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι, χωρὶς γυναικῶν καὶ παιδίων.
Mat 14:22 Καὶ εὐθέως ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους.
Mat 14:23 Καὶ ἀπολύσας τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος κατ᾽ ἰδίαν προσεύξασθαι· ὀψίας δὲ γενομένης, μόνος ἦν ἐκεῖ.
Mat 14:24 Τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος.
Mat 14:25 Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθεν πρὸς αὐτοὺς ὁ Ἰησοῦς, περιπατῶν ἐπὶ τῆς θαλάσσης.
Mat 14:26 Καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ τὴν θάλασσαν περιπατοῦντα ἐταράχθησαν, λέγοντες ὅτι Φάντασμά ἐστιν· καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν.
Mat 14:27 Εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς, λέγων, Θαρσεῖτε· ἐγώ εἰμι· μὴ φοβεῖσθε.
Mat 14:28 Ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπεν, Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρός σε ἐλθεῖν ἐπὶ τὰ ὕδατα.
Mat 14:29 Ὁ δὲ εἶπεν, Ἐλθέ. Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα, ἐλθεῖν πρὸς τὸν Ἰησοῦν.
Mat 14:30 Βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη· καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν, λέγων, Κύριε, σῶσόν με.
Mat 14:31 Εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ, καὶ λέγει αὐτῷ, Ὀλιγόπιστε, εἰς τί ἐδίστασας;
Mat 14:32 Καὶ ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον, ἐκόπασεν ὁ ἄνεμος·
Mat 14:33 οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες προσεκύνησαν αὐτῷ, λέγοντες, Ἀληθῶς θεοῦ υἱὸς εἶ.
Mat 14:34 Καὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γεννησαρέτ.
Mat 14:35 Καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας·
Mat 14:36 καὶ παρεκάλουν αὐτόν, ἵνα μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν.

List of Articles
번호 분류 제목
62 Luke Byzantine Text Form, Luke, Chapter 18
61 Luke Byzantine Text Form, Luke, Chapter 17
60 Luke Byzantine Text Form, Luke, Chapter 16
59 Luke Byzantine Text Form, Luke, Chapter 15
58 Luke Byzantine Text Form, Luke, Chapter 14
57 Luke Byzantine Text Form, Luke, Chapter 13
56 Luke Byzantine Text Form, Luke, Chapter 12
55 Luke Byzantine Text Form, Luke, Chapter 11
54 Luke Byzantine Text Form, Luke, Chapter 10
53 Luke Byzantine Text Form, Luke, Chapter 09
52 Luke Byzantine Text Form, Luke, Chapter 08
51 Luke Byzantine Text Form, Luke, Chapter 07
50 Luke Byzantine Text Form, Luke, Chapter 06
49 Luke Byzantine Text Form, Luke, Chapter 05
48 Luke Byzantine Text Form, Luke, Chapter 04
47 Luke Byzantine Text Form, Luke, Chapter 03
46 Luke Byzantine Text Form, Luke, Chapter 02
45 Luke Byzantine Text Form, Luke, Chapter 01
44 Mark Byzantine Text Form, Mark, Chapter 16
43 Mark Byzantine Text Form, Mark, Chapter 15
42 Mark Byzantine Text Form, Mark, Chapter 14
41 Mark Byzantine Text Form, Mark, Chapter 13
40 Mark Byzantine Text Form, Mark, Chapter 12
39 Mark Byzantine Text Form, Mark, Chapter 11
38 Mark Byzantine Text Form, Mark, Chapter 10
37 Mark Byzantine Text Form, Mark, Chapter 09
36 Mark Byzantine Text Form, Mark, Chapter 08
35 Mark Byzantine Text Form, Mark, Chapter 07
34 Mark Byzantine Text Form, Mark, Chapter 06
33 Mark Byzantine Text Form, Mark, Chapter 05
32 Mark Byzantine Text Form, Mark, Chapter 04
31 Mark Byzantine Text Form, Mark, Chapter 03
30 Mark Byzantine Text Form, Mark, Chapter 02
29 Mark Byzantine Text Form, Mark, Chapter 01
28 Matthew Byzantine Text Form, Matthew, Chapter 28
27 Matthew Byzantine Text Form, Matthew, Chapter 27
26 Matthew Byzantine Text Form, Matthew, Chapter 26
25 Matthew Byzantine Text Form, Matthew, Chapter 25
24 Matthew Byzantine Text Form, Matthew, Chapter 24
23 Matthew Byzantine Text Form, Matthew, Chapter 23
22 Matthew Byzantine Text Form, Matthew, Chapter 22
21 Matthew Byzantine Text Form, Matthew, Chapter 21
20 Matthew Byzantine Text Form, Matthew, Chapter 20
19 Matthew Byzantine Text Form, Matthew, Chapter 19
18 Matthew Byzantine Text Form, Matthew, Chapter 18
17 Matthew Byzantine Text Form, Matthew, Chapter 17
16 Matthew Byzantine Text Form, Matthew, Chapter 16
15 Matthew Byzantine Text Form, Matthew, Chapter 15
» Matthew Byzantine Text Form, Matthew, Chapter 14
13 Matthew Byzantine Text Form, Matthew, Chapter 13
12 Matthew Byzantine Text Form, Matthew, Chapter 12
11 Matthew Byzantine Text Form, Matthew, Chapter 11
10 Matthew Byzantine Text Form, Matthew, Chapter 10
9 Matthew Byzantine Text Form, Matthew, Chapter 09
8 Matthew Byzantine Text Form, Matthew, Chapter 08
7 Matthew Byzantine Text Form, Matthew, Chapter 07
6 Matthew Byzantine Text Form, Matthew, Chapter 06
5 Matthew Byzantine Text Form, Matthew, Chapter 05
4 Matthew Byzantine Text Form, Matthew, Chapter 04
3 Matthew Byzantine Text Form, Matthew, Chapter 03
2 Matthew Byzantine Text Form, Matthew, Chapter 02
1 Matthew Byzantine Text Form, Matthew, Chapter 01
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소