Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Luk 3:1 Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πειλάτου τῆς Ἰουδαίας, καὶ τετρααρχοῦντος τῆς Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετρααρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς Ἀβιληνῆς τετρααρχοῦντος,
Luk 3:2 ἐπὶ ἀρχιερέως Ἅννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ.
Luk 3:3 καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν,
Luk 3:4 ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἠσαΐου τοῦ προφήτου· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ·
Luk 3:5 πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθείας καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας·
Luk 3:6 καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ.
Luk 3:7 Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ᾽ αὐτοῦ· γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;
Luk 3:8 ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς· πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.
Luk 3:9 ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
Luk 3:10 Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες· τί οὖν ποιήσωμεν;
Luk 3:11 ἀποκριθεὶς δὲ ἔλεγεν αὐτοῖς· ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι, καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω.
Luk 3:12 ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι καὶ εἶπαν πρὸς αὐτόν· διδάσκαλε, τί ποιήσωμεν;
Luk 3:13 ὁ δὲ εἶπεν πρὸς αὐτούς· μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε.
Luk 3:14 ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες· τί ποιήσωμεν καὶ ἡμεῖς; καὶ εἶπεν πρὸς αὐτούς· μηδένα διασείσητε, μηδένα συκοφαντήσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.
Luk 3:15 Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μήποτε αὐτὸς εἴη ὁ Χριστός,
Luk 3:16 ἀπεκρίνατο λέγων πᾶσιν ὁ Ἰωάννης· ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ, αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί·
Luk 3:17 οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ διακαθᾶραι τὴν ἅλωνα αὐτοῦ καὶ συναγαγεῖν τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
Luk 3:18 Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαόν·
Luk 3:19 ὁ δὲ Ἡρώδης ὁ τετραάρχης, ἐλεγχόμενος ὑπ᾽ αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησεν πονηρῶν ὁ Ἡρώδης,
Luk 3:20 προσέθηκεν καὶ τοῦτο ἐπὶ πᾶσιν, κατέκλεισεν τὸν Ἰωάννην ἐν φυλακῇ.
Luk 3:21 Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανόν,
Luk 3:22 καὶ καταβῆναι τὸ πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει ὡς περιστερὰν ἐπ᾽ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι, σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.
Luk 3:23 Καὶ αὐτὸς ἦν Ἰησοῦς ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα, ὢν υἱός, ὡς ἐνομίζετο, Ἰωσὴφ τοῦ Ἡλεὶ
Luk 3:24 τοῦ Μαθθὰθ τοῦ Λευεὶ τοῦ Μελχεὶ τοῦ Ἰανναὶ τοῦ Ἰωσὴφ
Luk 3:25 τοῦ Ματταθίου τοῦ Ἀμὼς τοῦ Ναοὺμ τοῦ Ἐσλεὶ τοῦ Ναγγαὶ
Luk 3:26 τοῦ Μάαθ τοῦ Ματταθίου τοῦ Σεμεεὶν τοῦ Ἰωσὴχ τοῦ Ἰωδὰ
Luk 3:27 τοῦ Ἰωανὰν τοῦ Ῥησὰ τοῦ Ζοροβαβὲλ τοῦ Σαλαθιὴλ τοῦ Νηρεὶ
Luk 3:28 τοῦ Μελχεὶ τοῦ Ἀδδεὶ τοῦ Κωσὰμ τοῦ Ἐλμαδὰμ τοῦ Ἢρ
Luk 3:29 τοῦ Ἰησοῦ τοῦ Ἐλιέζερ τοῦ Ἰωρεὶμ τοῦ Μαθθὰθ τοῦ Λευεὶ
Luk 3:30 τοῦ Συμεὼν τοῦ Ἰούδα τοῦ Ἰωσὴφ τοῦ Ἰωνὰμ τοῦ Ἐλιακεὶμ
Luk 3:31 τοῦ Μελεὰ τοῦ Μεννὰ τοῦ Ματταθὰ τοῦ Ναθὰμ τοῦ Δαυεὶδ
Luk 3:32 τοῦ Ἰεσσαὶ τοῦ Ἰωβὴδ τοῦ Βόος τοῦ Σαλὰ τοῦ Ναασσὼν
Luk 3:33 τοῦ Ἀμιναδὰβ τοῦ Ἀδμεὶν τοῦ Ἀρνεὶ τοῦ Ἑσρὼμ τοῦ Φάρες τοῦ Ἰούδα
Luk 3:34 τοῦ Ἰακὼβ τοῦ Ἰσαὰκ τοῦ Ἀβραὰμ τοῦ Θάρα τοῦ Ναχὼρ
Luk 3:35 τοῦ Σεροὺχ τοῦ Ραγαῦ τοῦ Φαλὲκ τοῦ Ἔβερ τοῦ Σαλὰ
Luk 3:36 τοῦ Καϊνὰμ τοῦ Ἀρφαξὰδ τοῦ Σὴμ τοῦ Νῶε τοῦ Λάμεχ
Luk 3:37 τοῦ Μαθουσαλὰ τοῦ Ἑνὼχ τοῦ Ἰάρετ τοῦ Μελελεὴλ τοῦ Καϊνὰμ
Luk 3:38 τοῦ Ἐνὼς τοῦ Σὴθ τοῦ Ἀδὰμ τοῦ θεοῦ.

List of Articles
번호 분류 제목
62 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 18
61 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 17
60 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 16
59 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 15
58 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 14
57 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 13
56 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 12
55 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 11
54 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 10
53 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 09
52 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 08
51 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 07
50 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 06
49 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 05
48 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 04
» Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 03
46 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 02
45 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 01
44 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 16
43 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 15
42 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 14
41 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 13
40 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 12
39 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 11
38 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 10
37 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 09
36 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 08
35 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 07
34 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 06
33 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 05
32 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 04
31 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 03
30 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 02
29 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 01
28 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 28
27 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 27
26 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 26
25 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 25
24 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 24
23 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 23
22 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 22
21 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 21
20 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 20
19 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 19
18 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 18
17 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 17
16 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 16
15 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 15
14 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 14
13 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 13
12 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 12
11 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 11
10 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 10
9 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 09
8 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 08
7 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 07
6 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 06
5 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 05
4 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 04
3 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 03
2 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 02
1 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 01
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소