Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Mar 13:1 Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ, λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ· διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί.
Mar 13:2 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ λίθος ἐπὶ λίθον. ὃς οὐ μὴ καταλυθῇ.
Mar 13:3 καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ, ἐπηρώτα αὐτὸν κατ᾽ ἰδίαν ὁ Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας·
Mar 13:4 εἰπὸν ἡμῖν, πότε ταῦτα ἔσται; καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα συντελεῖσθαι πάντα;
Mar 13:5 ὁ δὲ Ἰησοῦς ἤρξατο λέγειν αὐτοῖς· βλέπετε μή τις ὑμᾶς πλανήσῃ.
Mar 13:6 πολλοὶ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες ὅτι ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν.
Mar 13:7 ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γενέσθαι, ἀλλ᾽ οὔπω τὸ τέλος.
Mar 13:8 ἐγερθήσεται γὰρ ἔθνος ἐπ᾽ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, ἔσονται σεισμοὶ κατὰ τόπους, ἔσονται λιμοί.
Mar 13:9 ἀρχὴ ὠδίνων ταῦτα. Βλέπετε δὲ ὑμεῖς ἑαυτούς· παραδώσουσιν ὑμᾶς εἰς συνέδρια καὶ εἰς συναγωγὰς δαρήσεσθε καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς.
Mar 13:10 καὶ εἰς πάντα τὰ ἔθνη πρῶτον δεῖ κηρυχθῆναι τὸ εὐαγγέλιον.
Mar 13:11 καὶ ὅταν ἄγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε, ἀλλ᾽ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε· οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον.
Mar 13:12 καὶ παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς.
Mar 13:13 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
Mar 13:14 Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστηκότα ὅπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη,
Mar 13:15 ὁ δὲ ἐπὶ τοῦ δώματος μὴ καταβάτω μηδὲ εἰσελθάτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ,
Mar 13:16 καὶ ὁ εἰς τὸν ἀγρὸν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ.
Mar 13:17 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.
Mar 13:18 προσεύχεσθε δὲ ἵνα μὴ γένηται χειμῶνος·
Mar 13:19 ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις οἵα οὐ γέγονεν τοιαύτη ἀπ᾽ ἀρχῆς κτίσεως, ἣν ἔκτισεν ὁ θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται.
Mar 13:20 καὶ εἰ μὴ ἐκολόβωσεν κύριος τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσεν τὰς ἡμέρας.
Mar 13:21 καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ· ἴδε ὧδε ὁ Χριστός, ἴδε ἐκεῖ, μὴ πιστεύετε.
Mar 13:22 ἐγερθήσονται δὲ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ ποιήσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν, εἰ δυνατόν, τοὺς ἐκλεκτούς.
Mar 13:23 ὑμεῖς δὲ βλέπετε· προείρηκα ὑμῖν πάντα.
Mar 13:24 Ἀλλὰ ἐν ἐκείναις ταῖς ἡμέραις μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς,
Mar 13:25 καὶ οἱ ἀστέρες ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται.
Mar 13:26 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης.
Mar 13:27 καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ᾽ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ.
Mar 13:28 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν. ὅταν αὐτῆς ἤδη ὁ κλάδος ἁπαλὸς γένηται καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν·
Mar 13:29 οὕτως καὶ ὑμεῖς ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
Mar 13:30 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ ταῦτα πάντα γένηται.
Mar 13:31 ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται.
Mar 13:32 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι ἐν οὐρανῷ οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ.
Mar 13:33 βλέπετε ἀγρυπνεῖτε· οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν.
Mar 13:34 ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ.
Mar 13:35 γρηγορεῖτε οὖν· οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ἢ ὀψὲ ἢ μεσονύκτιον ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ·
Mar 13:36 μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας.
Mar 13:37 ὃ δὲ ὑμῖν λέγω, πᾶσιν λέγω, γρηγορεῖτε.

List of Articles
번호 분류 제목
62 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 18
61 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 17
60 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 16
59 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 15
58 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 14
57 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 13
56 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 12
55 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 11
54 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 10
53 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 09
52 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 08
51 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 07
50 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 06
49 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 05
48 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 04
47 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 03
46 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 02
45 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 01
44 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 16
43 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 15
42 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 14
» Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 13
40 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 12
39 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 11
38 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 10
37 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 09
36 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 08
35 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 07
34 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 06
33 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 05
32 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 04
31 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 03
30 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 02
29 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 01
28 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 28
27 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 27
26 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 26
25 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 25
24 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 24
23 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 23
22 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 22
21 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 21
20 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 20
19 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 19
18 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 18
17 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 17
16 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 16
15 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 15
14 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 14
13 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 13
12 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 12
11 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 11
10 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 10
9 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 09
8 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 08
7 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 07
6 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 06
5 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 05
4 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 04
3 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 03
2 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 02
1 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 01
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소