Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Luke 4
1Ἰησοῦς δὲ ⸂πλήρης πνεύματος ἁγίου⸃ ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ πνεύματι ⸂ἐν τῇ ἐρήμῳ⸃
2ἡμέρας τεσσεράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου. καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ συντελεσθεισῶν ⸀αὐτῶν ἐπείνασεν.
3⸂εἶπεν δὲ⸃ αὐτῷ ὁ διάβολος· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος.
4καὶ ἀπεκρίθη ⸂πρὸς αὐτὸν ὁ Ἰησοῦς⸃· Γέγραπται ὅτι Οὐκ ἐπʼ ἄρτῳ μόνῳ ζήσεται ⸀ὁ ⸀ἄνθρωπος.
5Καὶ ἀναγαγὼν ⸀αὐτὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου·
6καὶ εἶπεν αὐτῷ ὁ διάβολος· Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται καὶ ᾧ ⸀ἂν θέλω δίδωμι αὐτήν·
7σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον ἐμοῦ, ἔσται σοῦ πᾶσα.
8καὶ ἀποκριθεὶς ⸂ὁ Ἰησοῦς εἶπεν αὐτῷ⸃· Γέγραπται· ⸂Κύριον τὸν θεόν σου προσκυνήσεις⸃ καὶ αὐτῷ μόνῳ λατρεύσεις.
9⸂Ἤγαγεν δὲ⸃ αὐτὸν εἰς Ἰερουσαλὴμ καὶ ⸀ἔστησεν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτῷ· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω·
10γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε,
11καὶ ⸀ὅτι Ἐπὶ χειρῶν ἀροῦσίν σε μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
12καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Εἴρηται· Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου.
13καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπʼ αὐτοῦ ἄχρι καιροῦ.
14Καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν Γαλιλαίαν. καὶ φήμη ἐξῆλθεν καθʼ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ.
15καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν, δοξαζόμενος ὑπὸ πάντων.
16Καὶ ἦλθεν ⸀εἰς Ναζαρά, οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι.
17καὶ ἐπεδόθη αὐτῷ βιβλίον ⸂τοῦ προφήτου Ἠσαΐου⸃ καὶ ⸀ἀναπτύξας τὸ βιβλίον εὗρεν τὸν τόπον οὗ ἦν γεγραμμένον·
18Πνεῦμα κυρίου ἐπʼ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν ⸀με κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει,
19κηρύξαι ἐνιαυτὸν κυρίου δεκτόν.
20καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν· καὶ πάντων ⸂οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ⸃ ἦσαν ἀτενίζοντες αὐτῷ.
21ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι Σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν.
22καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἔλεγον· ⸂Οὐχὶ υἱός ἐστιν Ἰωσὴφ οὗτος⸃;
23καὶ εἶπεν πρὸς αὐτούς· Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην· Ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα ⸂εἰς τὴν Καφαρναοὺμ⸃ ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου.
24εἶπεν δέ· Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ.
25ἐπʼ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ⸀ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν,
26καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας εἰ μὴ εἰς Σάρεπτα τῆς ⸀Σιδωνίας πρὸς γυναῖκα χήραν.
27καὶ πολλοὶ λεπροὶ ἦσαν ⸂ἐν τῷ Ἰσραὴλ ἐπὶ Ἐλισαίου τοῦ προφήτου⸃, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη, εἰ μὴ Ναιμὰν ὁ Σύρος.
28καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα,
29καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως, καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους ἐφʼ οὗ ἡ πόλις ⸂ᾠκοδόμητο αὐτῶν, ὥστε⸃ κατακρημνίσαι αὐτόν·
30αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο.
31Καὶ κατῆλθεν εἰς Καφαρναοὺμ πόλιν τῆς Γαλιλαίας. καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασιν·
32καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ.
33καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου, καὶ ἀνέκραξεν φωνῇ μεγάλῃ·
34⸀Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ.
35καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· Φιμώθητι καὶ ἔξελθε ⸀ἀπʼ αὐτοῦ. καὶ ῥίψαν αὐτὸν τὸ δαιμόνιον εἰς ⸀τὸ μέσον ἐξῆλθεν ἀπʼ αὐτοῦ μηδὲν βλάψαν αὐτόν.
36καὶ ἐγένετο θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες· Τίς ὁ λόγος οὗτος ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασιν, καὶ ἐξέρχονται;
37καὶ ἐξεπορεύετο ἦχος περὶ αὐτοῦ εἰς πάντα τόπον τῆς περιχώρου.
38Ἀναστὰς δὲ ⸀ἀπὸ τῆς συναγωγῆς εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος. πενθερὰ δὲ τοῦ Σίμωνος ἦν συνεχομένη πυρετῷ μεγάλῳ, καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς.
39καὶ ἐπιστὰς ἐπάνω αὐτῆς ἐπετίμησεν τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτήν· παραχρῆμα δὲ ἀναστᾶσα διηκόνει αὐτοῖς.
40Δύνοντος δὲ τοῦ ἡλίου ⸀ἅπαντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν· ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ⸂ἐπιτιθεὶς ἐθεράπευεν⸃ αὐτούς.
41ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν ⸀κραυγάζοντα καὶ λέγοντα ὅτι Σὺ ⸀εἶ ὁ υἱὸς τοῦ θεοῦ. καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν τὸν χριστὸν αὐτὸν εἶναι.
42Γενομένης δὲ ἡμέρας ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον· καὶ οἱ ὄχλοι ἐπεζήτουν αὐτόν, καὶ ἦλθον ἕως αὐτοῦ, καὶ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπʼ αὐτῶν.
43ὁ δὲ εἶπεν πρὸς αὐτοὺς ὅτι Καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ θεοῦ, ὅτι ⸀ἐπὶ τοῦτο ⸀ἀπεστάλην.
44καὶ ἦν κηρύσσων ⸂εἰς τὰς συναγωγὰς⸃ τῆς ⸀Ἰουδαίας.

  1. SBL Greek NT, Matthew, Chapter 01

    CategoryMatthew
    Read More
  2. SBL Greek NT, Matthew, Chapter 02

    CategoryMatthew
    Read More
  3. SBL Greek NT, Matthew, Chapter 03

    CategoryMatthew
    Read More
  4. SBL Greek NT, Matthew, Chapter 04

    CategoryMatthew
    Read More
  5. SBL Greek NT, Matthew, Chapter 05

    CategoryMatthew
    Read More
  6. SBL Greek NT, Matthew, Chapter 06

    CategoryMatthew
    Read More
  7. SBL Greek NT, Matthew, Chapter 07

    CategoryMatthew
    Read More
  8. SBL Greek NT, Matthew, Chapter 08

    CategoryMatthew
    Read More
  9. SBL Greek NT, Matthew, Chapter 09

    CategoryMatthew
    Read More
  10. SBL Greek NT, Matthew, Chapter 10

    CategoryMatthew
    Read More
  11. SBL Greek NT, Matthew, Chapter 11

    CategoryMatthew
    Read More
  12. SBL Greek NT, Matthew, Chapter 12

    CategoryMatthew
    Read More
  13. SBL Greek NT, Matthew, Chapter 13

    CategoryMatthew
    Read More
  14. SBL Greek NT, Matthew, Chapter 14

    CategoryMatthew
    Read More
  15. SBL Greek NT, Matthew, Chapter 15

    CategoryMatthew
    Read More
  16. SBL Greek NT, Matthew, Chapter 16

    CategoryMatthew
    Read More
  17. SBL Greek NT, Matthew, Chapter 17

    CategoryMatthew
    Read More
  18. SBL Greek NT, Matthew, Chapter 18

    CategoryMatthew
    Read More
  19. SBL Greek NT, Matthew, Chapter 19

    CategoryMatthew
    Read More
  20. SBL Greek NT, Matthew, Chapter 20

    CategoryMatthew
    Read More
  21. SBL Greek NT, Matthew, Chapter 21

    CategoryMatthew
    Read More
  22. SBL Greek NT, Matthew, Chapter 22

    CategoryMatthew
    Read More
  23. SBL Greek NT, Matthew, Chapter 23

    CategoryMatthew
    Read More
  24. SBL Greek NT, Matthew, Chapter 24

    CategoryMatthew
    Read More
  25. SBL Greek NT, Matthew, Chapter 25

    CategoryMatthew
    Read More
  26. SBL Greek NT, Matthew, Chapter 26

    CategoryMatthew
    Read More
  27. SBL Greek NT, Matthew, Chapter 27

    CategoryMatthew
    Read More
  28. SBL Greek NT, Matthew, Chapter 28

    CategoryMatthew
    Read More
  29. SBL Greek NT, Mark, Chapter 01

    CategoryMark
    Read More
  30. SBL Greek NT, Mark, Chapter 02

    CategoryMark
    Read More
  31. SBL Greek NT, Mark, Chapter 03

    CategoryMark
    Read More
  32. SBL Greek NT, Mark, Chapter 04

    CategoryMark
    Read More
  33. SBL Greek NT, Mark, Chapter 05

    CategoryMark
    Read More
  34. SBL Greek NT, Mark, Chapter 06

    CategoryMark
    Read More
  35. SBL Greek NT, Mark, Chapter 07

    CategoryMark
    Read More
  36. SBL Greek NT, Mark, Chapter 08

    CategoryMark
    Read More
  37. SBL Greek NT, Mark, Chapter 09

    CategoryMark
    Read More
  38. SBL Greek NT, Mark, Chapter 10

    CategoryMark
    Read More
  39. SBL Greek NT, Mark, Chapter 11

    CategoryMark
    Read More
  40. SBL Greek NT, Mark, Chapter 12

    CategoryMark
    Read More
  41. SBL Greek NT, Mark, Chapter 13

    CategoryMark
    Read More
  42. SBL Greek NT, Mark, Chapter 14

    CategoryMark
    Read More
  43. SBL Greek NT, Mark, Chapter 15

    CategoryMark
    Read More
  44. SBL Greek NT, Mark, Chapter 16

    CategoryMark
    Read More
  45. SBL Greek NT, Luke, Chapter 01

    CategoryLuke
    Read More
  46. SBL Greek NT, Luke, Chapter 02

    CategoryLuke
    Read More
  47. SBL Greek NT, Luke, Chapter 03

    CategoryLuke
    Read More
  48. SBL Greek NT, Luke, Chapter 04

    CategoryLuke
    Read More
  49. SBL Greek NT, Luke, Chapter 05

    CategoryLuke
    Read More
  50. SBL Greek NT, Luke, Chapter 06

    CategoryLuke
    Read More
  51. SBL Greek NT, Luke, Chapter 07

    CategoryLuke
    Read More
  52. SBL Greek NT, Luke, Chapter 08

    CategoryLuke
    Read More
  53. SBL Greek NT, Luke, Chapter 09

    CategoryLuke
    Read More
  54. SBL Greek NT, Luke, Chapter 10

    CategoryLuke
    Read More
  55. SBL Greek NT, Luke, Chapter 11

    CategoryLuke
    Read More
  56. SBL Greek NT, Luke, Chapter 12

    CategoryLuke
    Read More
  57. SBL Greek NT, Luke, Chapter 13

    CategoryLuke
    Read More
  58. SBL Greek NT, Luke, Chapter 14

    CategoryLuke
    Read More
  59. SBL Greek NT, Luke, Chapter 15

    CategoryLuke
    Read More
  60. SBL Greek NT, Luke, Chapter 16

    CategoryLuke
    Read More
  61. SBL Greek NT, Luke, Chapter 17

    CategoryLuke
    Read More
  62. SBL Greek NT, Luke, Chapter 18

    CategoryLuke
    Read More
  63. SBL Greek NT, Luke, Chapter 19

    CategoryLuke
    Read More
  64. SBL Greek NT, Luke, Chapter 20

    CategoryLuke
    Read More
  65. SBL Greek NT, Luke, Chapter 21

    CategoryLuke
    Read More
  66. SBL Greek NT, Luke, Chapter 22

    CategoryLuke
    Read More
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소