Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Mark 9
1καὶ ἔλεγεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες ⸂τῶν ὧδε⸃ ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.
2Καὶ μετὰ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον ⸀καὶ Ἰωάννην, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατʼ ἰδίαν μόνους. καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν,
3καὶ τὰ ἱμάτια αὐτοῦ ⸀ἐγένετο στίλβοντα λευκὰ ⸀λίαν οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται ⸀οὕτως λευκᾶναι.
4καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωϋσεῖ, καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ.
5καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν ⸂τρεῖς σκηνάς⸃, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν.
6οὐ γὰρ ᾔδει τί ⸀ἀποκριθῇ, ⸂ἔκφοβοι γὰρ ἐγένοντο⸃.
7καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ ⸀ἐγένετο φωνὴ ἐκ τῆς νεφέλης· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ⸂ἀκούετε αὐτοῦ⸃.
8καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον ⸂ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθʼ ἑαυτῶν⸃.
9⸂Καὶ καταβαινόντων⸃ αὐτῶν ⸀ἐκ τοῦ ὄρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ ⸂ἃ εἶδον διηγήσωνται⸃, εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.
10καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτοὺς συζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι.
11καὶ ἐπηρώτων αὐτὸν λέγοντες· Ὅτι λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;
12ὁ δὲ ⸀ἔφη αὐτοῖς· Ἠλίας μὲν ἐλθὼν πρῶτον ⸀ἀποκαθιστάνει πάντα, καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ ⸀ἐξουδενηθῇ;
13ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῷ ὅσα ⸀ἤθελον, καθὼς γέγραπται ἐπʼ αὐτόν.
14Καὶ ⸂ἐλθόντες πρὸς τοὺς μαθητὰς εἶδον⸃ ὄχλον πολὺν περὶ αὐτοὺς καὶ γραμματεῖς συζητοῦντας ⸂πρὸς αὐτούς⸃.
15καὶ ⸀εὐθὺς πᾶς ὁ ὄχλος ⸂ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν⸃, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν.
16καὶ ἐπηρώτησεν ⸀αὐτούς· Τί συζητεῖτε πρὸς ⸀αὑτούς;
17καὶ ⸂ἀπεκρίθη αὐτῷ εἷς ἐκ τοῦ ὄχλου⸃· Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρὸς σέ, ἔχοντα πνεῦμα ἄλαλον·
18καὶ ὅπου ⸀ἐὰν αὐτὸν καταλάβῃ ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ⸀ὀδόντας καὶ ξηραίνεται· καὶ εἶπα τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἴσχυσαν.
19ὁ δὲ ἀποκριθεὶς ⸀αὐτοῖς λέγει· Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με.
20καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. καὶ ἰδὼν αὐτὸν ⸂τὸ πνεῦμα εὐθὺς⸃ ⸀συνεσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων.
21καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ· Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπεν· ⸀Ἐκ παιδιόθεν·
22καὶ πολλάκις ⸂καὶ εἰς πῦρ αὐτὸν⸃ ἔβαλεν καὶ εἰς ὕδατα ἵνα ἀπολέσῃ αὐτόν· ἀλλʼ εἴ τι ⸀δύνῃ, βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφʼ ἡμᾶς.
23ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Τὸ Εἰ ⸀δύνῃ, πάντα δυνατὰ τῷ πιστεύοντι.
24⸀εὐθὺς κράξας ὁ πατὴρ τοῦ ⸀παιδίου ἔλεγεν· ⸀Πιστεύω· βοήθει μου τῇ ἀπιστίᾳ.
25ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ· Τὸ ⸂ἄλαλον καὶ κωφὸν πνεῦμα⸃, ἐγὼ ⸂ἐπιτάσσω σοι⸃, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν.
26καὶ ⸂κράξας καὶ πολλὰ σπαράξας⸃ ἐξῆλθεν· καὶ ἐγένετο ὡσεὶ νεκρὸς ὥστε ⸀τοὺς πολλοὺς λέγειν ὅτι ἀπέθανεν.
27ὁ δὲ Ἰησοῦς κρατήσας ⸂τῆς χειρὸς αὐτοῦ⸃ ἤγειρεν αὐτόν, καὶ ἀνέστη.
28καὶ ⸂εἰσελθόντος αὐτοῦ⸃ εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ ⸂κατʼ ἰδίαν ἐπηρώτων αὐτόν⸃· Ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;
29καὶ εἶπεν αὐτοῖς· Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν ⸀προσευχῇ.
30Κἀκεῖθεν ἐξελθόντες ⸀παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνοῖ·
31ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι Ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς ⸂μετὰ τρεῖς ἡμέρας⸃ ἀναστήσεται.
32οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι.
33Καὶ ⸀ἦλθον εἰς Καφαρναούμ. καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς· Τί ἐν τῇ ⸀ὁδῷ διελογίζεσθε;
34οἱ δὲ ἐσιώπων, πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων.
35καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοῖς· Εἴ τις θέλει πρῶτος εἶναι ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος.
36καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς·
37Ὃς ⸀ἂν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ⸁ἂν ἐμὲ ⸀δέχηται, οὐκ ἐμὲ δέχεται ἀλλὰ τὸν ἀποστείλαντά με.
38⸂Ἔφη αὐτῷ ὁ Ἰωάννης⸃· Διδάσκαλε, εἴδομέν τινα ⸀ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, ⸂καὶ ἐκωλύομεν αὐτόν, ὅτι οὐκ ἠκολούθει ἡμῖν⸃.
39ὁ δὲ Ἰησοῦς εἶπεν· Μὴ κωλύετε αὐτόν, οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με·
40ὃς γὰρ οὐκ ἔστιν καθʼ ⸂ἡμῶν, ὑπὲρ ἡμῶν⸃ ἐστιν.
41Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν ⸀ὀνόματι ὅτι χριστοῦ ἐστε, ἀμὴν λέγω ὑμῖν ⸀ὅτι οὐ μὴ ⸀ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.
42Καὶ ὃς ⸀ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν ⸀τούτων τῶν πιστευόντων ⸂εἰς ἐμέ⸃, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται ⸂μύλος ὀνικὸς⸃ περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν.
43Καὶ ἐὰν ⸀σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλόν ⸂ἐστίν σε⸃ κυλλὸν ⸂εἰσελθεῖν εἰς τὴν ζωὴν⸃ ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ⸀ἄσβεστον.
45καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλόν ἐστίν ⸀σε εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν ⸀γέενναν.
47καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλόν ⸀σέ ἐστιν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς ⸀τὴν ⸀γέενναν,
48ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται.
49Πᾶς γὰρ πυρὶ ⸀ἁλισθήσεται.
50καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; ἔχετε ἐν ἑαυτοῖς ⸀ἅλα, καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.

  1. SBL Greek NT, Matthew, Chapter 01

    CategoryMatthew
    Read More
  2. SBL Greek NT, Matthew, Chapter 02

    CategoryMatthew
    Read More
  3. SBL Greek NT, Matthew, Chapter 03

    CategoryMatthew
    Read More
  4. SBL Greek NT, Matthew, Chapter 04

    CategoryMatthew
    Read More
  5. SBL Greek NT, Matthew, Chapter 05

    CategoryMatthew
    Read More
  6. SBL Greek NT, Matthew, Chapter 06

    CategoryMatthew
    Read More
  7. SBL Greek NT, Matthew, Chapter 07

    CategoryMatthew
    Read More
  8. SBL Greek NT, Matthew, Chapter 08

    CategoryMatthew
    Read More
  9. SBL Greek NT, Matthew, Chapter 09

    CategoryMatthew
    Read More
  10. SBL Greek NT, Matthew, Chapter 10

    CategoryMatthew
    Read More
  11. SBL Greek NT, Matthew, Chapter 11

    CategoryMatthew
    Read More
  12. SBL Greek NT, Matthew, Chapter 12

    CategoryMatthew
    Read More
  13. SBL Greek NT, Matthew, Chapter 13

    CategoryMatthew
    Read More
  14. SBL Greek NT, Matthew, Chapter 14

    CategoryMatthew
    Read More
  15. SBL Greek NT, Matthew, Chapter 15

    CategoryMatthew
    Read More
  16. SBL Greek NT, Matthew, Chapter 16

    CategoryMatthew
    Read More
  17. SBL Greek NT, Matthew, Chapter 17

    CategoryMatthew
    Read More
  18. SBL Greek NT, Matthew, Chapter 18

    CategoryMatthew
    Read More
  19. SBL Greek NT, Matthew, Chapter 19

    CategoryMatthew
    Read More
  20. SBL Greek NT, Matthew, Chapter 20

    CategoryMatthew
    Read More
  21. SBL Greek NT, Matthew, Chapter 21

    CategoryMatthew
    Read More
  22. SBL Greek NT, Matthew, Chapter 22

    CategoryMatthew
    Read More
  23. SBL Greek NT, Matthew, Chapter 23

    CategoryMatthew
    Read More
  24. SBL Greek NT, Matthew, Chapter 24

    CategoryMatthew
    Read More
  25. SBL Greek NT, Matthew, Chapter 25

    CategoryMatthew
    Read More
  26. SBL Greek NT, Matthew, Chapter 26

    CategoryMatthew
    Read More
  27. SBL Greek NT, Matthew, Chapter 27

    CategoryMatthew
    Read More
  28. SBL Greek NT, Matthew, Chapter 28

    CategoryMatthew
    Read More
  29. SBL Greek NT, Mark, Chapter 01

    CategoryMark
    Read More
  30. SBL Greek NT, Mark, Chapter 02

    CategoryMark
    Read More
  31. SBL Greek NT, Mark, Chapter 03

    CategoryMark
    Read More
  32. SBL Greek NT, Mark, Chapter 04

    CategoryMark
    Read More
  33. SBL Greek NT, Mark, Chapter 05

    CategoryMark
    Read More
  34. SBL Greek NT, Mark, Chapter 06

    CategoryMark
    Read More
  35. SBL Greek NT, Mark, Chapter 07

    CategoryMark
    Read More
  36. SBL Greek NT, Mark, Chapter 08

    CategoryMark
    Read More
  37. SBL Greek NT, Mark, Chapter 09

    CategoryMark
    Read More
  38. SBL Greek NT, Mark, Chapter 10

    CategoryMark
    Read More
  39. SBL Greek NT, Mark, Chapter 11

    CategoryMark
    Read More
  40. SBL Greek NT, Mark, Chapter 12

    CategoryMark
    Read More
  41. SBL Greek NT, Mark, Chapter 13

    CategoryMark
    Read More
  42. SBL Greek NT, Mark, Chapter 14

    CategoryMark
    Read More
  43. SBL Greek NT, Mark, Chapter 15

    CategoryMark
    Read More
  44. SBL Greek NT, Mark, Chapter 16

    CategoryMark
    Read More
  45. SBL Greek NT, Luke, Chapter 01

    CategoryLuke
    Read More
  46. SBL Greek NT, Luke, Chapter 02

    CategoryLuke
    Read More
  47. SBL Greek NT, Luke, Chapter 03

    CategoryLuke
    Read More
  48. SBL Greek NT, Luke, Chapter 04

    CategoryLuke
    Read More
  49. SBL Greek NT, Luke, Chapter 05

    CategoryLuke
    Read More
  50. SBL Greek NT, Luke, Chapter 06

    CategoryLuke
    Read More
  51. SBL Greek NT, Luke, Chapter 07

    CategoryLuke
    Read More
  52. SBL Greek NT, Luke, Chapter 08

    CategoryLuke
    Read More
  53. SBL Greek NT, Luke, Chapter 09

    CategoryLuke
    Read More
  54. SBL Greek NT, Luke, Chapter 10

    CategoryLuke
    Read More
  55. SBL Greek NT, Luke, Chapter 11

    CategoryLuke
    Read More
  56. SBL Greek NT, Luke, Chapter 12

    CategoryLuke
    Read More
  57. SBL Greek NT, Luke, Chapter 13

    CategoryLuke
    Read More
  58. SBL Greek NT, Luke, Chapter 14

    CategoryLuke
    Read More
  59. SBL Greek NT, Luke, Chapter 15

    CategoryLuke
    Read More
  60. SBL Greek NT, Luke, Chapter 16

    CategoryLuke
    Read More
  61. SBL Greek NT, Luke, Chapter 17

    CategoryLuke
    Read More
  62. SBL Greek NT, Luke, Chapter 18

    CategoryLuke
    Read More
  63. SBL Greek NT, Luke, Chapter 19

    CategoryLuke
    Read More
  64. SBL Greek NT, Luke, Chapter 20

    CategoryLuke
    Read More
  65. SBL Greek NT, Luke, Chapter 21

    CategoryLuke
    Read More
  66. SBL Greek NT, Luke, Chapter 22

    CategoryLuke
    Read More
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소