Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

19:1 ὅρασις Αἰγύπτου ἰδοὺ κύριος κάθηται ἐπὶ νεφέλης κούφης καὶ ἥξει εἰς Αἴγυπτον καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς
19:2 καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπ᾽ Αἰγυπτίους καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ πόλις ἐπὶ πόλιν καὶ νομὸς ἐπὶ νομόν
19:3 καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω καὶ ἐπερωτήσουσιν τοὺς θεοὺς αὐτῶν καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας καὶ τοὺς ἐγγαστριμύθους
19:4 καὶ παραδώσω Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν καὶ βασιλεῖς σκληροὶ κυριεύσουσιν αὐτῶν τάδε λέγει κύριος σαβαωθ
19:5 καὶ πίονται οἱ Αἰγύπτιοι ὕδωρ τὸ παρὰ θάλασσαν ὁ δὲ ποταμὸς ἐκλείψει καὶ ξηρανθήσεται
19:6 καὶ ἐκλείψουσιν οἱ ποταμοὶ καὶ αἱ διώρυγες τοῦ ποταμοῦ καὶ ξηρανθήσεται πᾶσα συναγωγὴ ὕδατος καὶ ἐν παντὶ ἕλει καλάμου καὶ παπύρου
19:7 καὶ τὸ ἄχι τὸ χλωρὸν πᾶν τὸ κύκλῳ τοῦ ποταμοῦ καὶ πᾶν τὸ σπειρόμενον διὰ τοῦ ποταμοῦ ξηρανθήσεται ἀνεμόφθορον
19:8 καὶ στενάξουσιν οἱ ἁλεεῖς καὶ στενάξουσιν πάντες οἱ βάλλοντες ἄγκιστρον εἰς τὸν ποταμόν καὶ οἱ βάλλοντες σαγήνας καὶ οἱ ἀμφιβολεῖς πενθήσουσιν
19:9 καὶ αἰσχύνη λήμψεται τοὺς ἐργαζομένους τὸ λίνον τὸ σχιστὸν καὶ τοὺς ἐργαζομένους τὴν βύσσον
19:10 καὶ ἔσονται οἱ διαζόμενοι αὐτὰ ἐν ὀδύνῃ καὶ πάντες οἱ τὸν ζῦθον ποιοῦντες λυπηθήσονται καὶ τὰς ψυχὰς πονέσουσιν
19:11 καὶ μωροὶ ἔσονται οἱ ἄρχοντες Τάνεως οἱ σοφοὶ σύμβουλοι τοῦ βασιλέως ἡ βουλὴ αὐτῶν μωρανθήσεται πῶς ἐρεῖτε τῷ βασιλεῖ υἱοὶ συνετῶν ἡμεῖς υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς
19:12 ποῦ εἰσιν νῦν οἱ σοφοί σου καὶ ἀναγγειλάτωσάν σοι καὶ εἰπάτωσαν τί βεβούλευται κύριος σαβαωθ ἐπ᾽ Αἴγυπτον
19:13 ἐξέλιπον οἱ ἄρχοντες Τάνεως καὶ ὑψώθησαν οἱ ἄρχοντες Μέμφεως καὶ πλανήσουσιν Αἴγυπτον κατὰ φυλάς
19:14 κύριος γὰρ ἐκέρασεν αὐτοῖς πνεῦμα πλανήσεως καὶ ἐπλάνησαν Αἴγυπτον ἐν πᾶσι τοῖς ἔργοις αὐτῶν ὡς πλανᾶται ὁ μεθύων καὶ ὁ ἐμῶν ἅμα
19:15 καὶ οὐκ ἔσται τοῖς Αἰγυπτίοις ἔργον ὃ ποιήσει κεφαλὴν καὶ οὐράν ἀρχὴν καὶ τέλος
19:16 τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἔσονται οἱ Αἰγύπτιοι ὡς γυναῖκες ἐν φόβῳ καὶ ἐν τρόμῳ ἀπὸ προσώπου τῆς χειρὸς κυρίου σαβαωθ ἣν αὐτὸς ἐπιβαλεῖ αὐτοῖς
19:17 καὶ ἔσται ἡ χώρα τῶν Ιουδαίων τοῖς Αἰγυπτίοις εἰς φόβητρον πᾶς ὃς ἐὰν ὀνομάσῃ αὐτὴν αὐτοῖς φοβηθήσονται διὰ τὴν βουλήν ἣν βεβούλευται κύριος ἐπ᾽ αὐτήν
19:18 τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται πέντε πόλεις ἐν Αἰγύπτῳ λαλοῦσαι τῇ γλώσσῃ τῇ Χανανίτιδι καὶ ὀμνύουσαι τῷ ὀνόματι κυρίου πόλις-ασεδεκ κληθήσεται ἡ μία πόλις
19:19 τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ κυρίῳ
19:20 καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα κυρίῳ ἐν χώρᾳ Αἰγύπτου ὅτι κεκράξονται πρὸς κύριον διὰ τοὺς θλίβοντας αὐτούς καὶ ἀποστελεῖ αὐτοῖς κύριος ἄνθρωπον ὃς σώσει αὐτούς κρίνων σώσει αὐτούς
19:21 καὶ γνωστὸς ἔσται κύριος τοῖς Αἰγυπτίοις καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ποιήσουσιν θυσίας καὶ εὔξονται εὐχὰς τῷ κυρίῳ καὶ ἀποδώσουσιν
19:22 καὶ πατάξει κύριος τοὺς Αἰγυπτίους πληγῇ μεγάλῃ καὶ ἰάσεται αὐτοὺς ἰάσει καὶ ἐπιστραφήσονται πρὸς κύριον καὶ εἰσακούσεται αὐτῶν καὶ ἰάσεται αὐτούς
19:23 τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται ὁδὸς Αἰγύπτου πρὸς Ἀσσυρίους καὶ εἰσελεύσονται Ἀσσύριοι εἰς Αἴγυπτον καὶ Αἰγύπτιοι πορεύσονται πρὸς Ἀσσυρίους καὶ δουλεύσουσιν οἱ Αἰγύπτιοι τοῖς Ἀσσυρίοις
19:24 τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Ισραηλ τρίτος ἐν τοῖς Ἀσσυρίοις καὶ ἐν τοῖς Αἰγυπτίοις εὐλογημένος ἐν τῇ γῇ
19:25 ἣν εὐλόγησεν κύριος σαβαωθ λέγων εὐλογημένος ὁ λαός μου ὁ ἐν Αἰγύπτῳ καὶ ὁ ἐν Ἀσσυρίοις καὶ ἡ κληρονομία μου Ισραηλ


List of Articles
번호 분류 제목
66 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 01
65 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 02
64 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 03
63 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 04
62 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 05
61 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 06
60 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 07
59 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 08
58 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 09
57 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 10
56 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 11
55 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 12
54 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 13
53 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 14
52 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 15
51 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 16
50 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 17
49 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 18
» Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 19
47 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 20
46 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 21
45 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 22
44 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 23
43 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 24
42 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 25
41 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 26
40 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 27
39 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 28
38 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 29
37 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 30
36 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 31
35 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 32
34 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 33
33 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 34
32 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 25
31 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 26
30 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 37
29 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 38
28 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 39
27 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 40
26 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 41
25 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 42
24 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 43
23 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 44
22 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 45
21 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 46
20 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 47
19 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 48
18 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 49
17 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 50
목록
Board Pagination Prev 1 2 Next
/ 2

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소