Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

8:1 καὶ εἶπεν κύριος πρός με λαβὲ σεαυτῷ τόμον καινοῦ μεγάλου καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων πάρεστιν γάρ
8:2 καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους τὸν Ουριαν καὶ τὸν Ζαχαριαν υἱὸν Βαραχιου
8:3 καὶ προσῆλθον πρὸς τὴν προφῆτιν καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν καὶ εἶπεν κύριός μοι κάλεσον τὸ ὄνομα αὐτοῦ ταχέως σκύλευσον ὀξέως προνόμευσον
8:4 διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα λήμψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων
8:5 καὶ προσέθετο κύριος λαλῆσαί μοι ἔτι
8:6 διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωαμ τὸ πορευόμενον ἡσυχῇ ἀλλὰ βούλεσθαι ἔχειν τὸν Ραασσων καὶ τὸν υἱὸν Ρομελιου βασιλέα ἐφ᾽ ὑμῶν
8:7 διὰ τοῦτο ἰδοὺ ἀνάγει κύριος ἐφ᾽ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολύ τὸν βασιλέα τῶν Ἀσσυρίων καὶ τὴν δόξαν αὐτοῦ καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν
8:8 καὶ ἀφελεῖ ἀπὸ τῆς Ιουδαίας ἄνθρωπον ὃς δυνήσεται κεφαλὴν ἆραι ἢ δυνατὸν συντελέσασθαί τι καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου μεθ᾽ ἡμῶν ὁ θεός
8:9 γνῶτε ἔθνη καὶ ἡττᾶσθε ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς ἰσχυκότες ἡττᾶσθε ἐὰν γὰρ πάλιν ἰσχύσητε πάλιν ἡττηθήσεσθε
8:10 καὶ ἣν ἂν βουλεύσησθε βουλήν διασκεδάσει κύριος καὶ λόγον ὃν ἐὰν λαλήσητε οὐ μὴ ἐμμείνῃ ὑμῖν ὅτι μεθ᾽ ἡμῶν κύριος ὁ θεός
8:11 οὕτως λέγει κύριος τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦσιν τῇ πορείᾳ τῆς ὁδοῦ τοῦ λαοῦ τούτου λέγοντες
8:12 μήποτε εἴπητε σκληρόν πᾶν γάρ ὃ ἐὰν εἴπῃ ὁ λαὸς οὗτος σκληρόν ἐστιν τὸν δὲ φόβον αὐτοῦ οὐ μὴ φοβηθῆτε οὐδὲ μὴ ταραχθῆτε
8:13 κύριον αὐτὸν ἁγιάσατε καὶ αὐτὸς ἔσται σου φόβος
8:14 καὶ ἐὰν ἐπ᾽ αὐτῷ πεποιθὼς ᾖς ἔσται σοι εἰς ἁγίασμα καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσεσθε αὐτῷ οὐδὲ ὡς πέτρας πτώματι ὁ δὲ οἶκος Ιακωβ ἐν παγίδι καὶ ἐν κοιλάσματι ἐγκαθήμενοι ἐν Ιερουσαλημ
8:15 διὰ τοῦτο ἀδυνατήσουσιν ἐν αὐτοῖς πολλοὶ καὶ πεσοῦνται καὶ συντριβήσονται καὶ ἐγγιοῦσιν καὶ ἁλώσονται ἄνθρωποι ἐν ἀσφαλείᾳ ὄντες
8:16 τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν
8:17 καὶ ἐρεῖ μενῶ τὸν θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ιακωβ καὶ πεποιθὼς ἔσομαι ἐπ᾽ αὐτῷ
8:18 ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός καὶ ἔσται εἰς σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ισραηλ παρὰ κυρίου σαβαωθ ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιων
8:19 καὶ ἐὰν εἴπωσιν πρὸς ὑμᾶς ζητήσατε τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας καὶ τοὺς ἐγγαστριμύθους τοὺς κενολογοῦντας οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν οὐκ ἔθνος πρὸς θεὸν αὐτοῦ τί ἐκζητοῦσιν περὶ τῶν ζώντων τοὺς νεκρούς
8:20 νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν ἵνα εἴπωσιν οὐχ ὡς τὸ ῥῆμα τοῦτο περὶ οὗ οὐκ ἔστιν δῶρα δοῦναι περὶ αὐτοῦ
8:21 καὶ ἥξει ἐφ᾽ ὑμᾶς σκληρὰ λιμός καὶ ἔσται ὡς ἂν πεινάσητε λυπηθήσεσθε καὶ κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ παταχρα καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω
8:22 καὶ εἰς τὴν γῆν κάτω ἐμβλέψονται καὶ ἰδοὺ θλῖψις καὶ στενοχωρία καὶ σκότος ἀπορία στενὴ καὶ σκότος ὥστε μὴ βλέπειν
8:23 καὶ οὐκ ἀπορηθήσεται ὁ ἐν στενοχωρίᾳ ὢν ἕως καιροῦ τοῦτο πρῶτον ποίει ταχὺ ποίει χώρα Ζαβουλων ἡ γῆ Νεφθαλιμ ὁδὸν θαλάσσης καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν κατοικοῦντες καὶ πέραν τοῦ Ιορδάνου Γαλιλαία τῶν ἐθνῶν τὰ μέρη τῆς Ιουδαίας


List of Articles
번호 분류 제목
66 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 01
65 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 02
64 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 03
63 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 04
62 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 05
61 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 06
60 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 07
» Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 08
58 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 09
57 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 10
56 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 11
55 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 12
54 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 13
53 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 14
52 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 15
51 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 16
50 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 17
49 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 18
48 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 19
47 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 20
46 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 21
45 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 22
44 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 23
43 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 24
42 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 25
41 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 26
40 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 27
39 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 28
38 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 29
37 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 30
36 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 31
35 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 32
34 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 33
33 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 34
32 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 25
31 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 26
30 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 37
29 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 38
28 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 39
27 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 40
26 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 41
25 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 42
24 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 43
23 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 44
22 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 45
21 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 46
20 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 47
19 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 48
18 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 49
17 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 50
목록
Board Pagination Prev 1 2 Next
/ 2

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소