1Co 6:1 Τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον κρίνεσθαι ἐπὶ τῶν ἀδίκων καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων
1Co 6:2 οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων
1Co 6:3 οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν μήτι γε βιωτικά
1Co 6:4 βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ τούτους καθίζετε
1Co 6:5 πρὸς ἐντροπὴν ὑμῖν λέγω οὕτως οὐκ ἐστιν ἐν ὑμῖν σοφὸς οὐδὲ εἷς, ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ
1Co 6:6 ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται καὶ τοῦτο ἐπὶ ἀπίστων
1Co 6:7 ἤδη μὲν οὖν ὅλως ἥττημα ἐν ὑμῖν ἐστιν ὅτι κρίματα ἔχετε μεθ ἑαυτῶν διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε
1Co 6:8 ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε καὶ ταῦτά ἀδελφούς
1Co 6:9 ἢ οὐκ οἴδατε ὅτι ἄδικοι βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν μὴ πλανᾶσθε· οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται
1Co 6:10 οὔτε κλέπται οὔτε πλεονέκται οὔτε μέθυσοι οὐ λοίδοροι οὐχ ἅρπαγες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν
1Co 6:11 καὶ ταῦτά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε ἀλλὰ ἡγιάσθητε ἀλλ᾽ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ κυρίου Ἰησοῦ καὶ ἐν τῷ πνεύματι τοῦ θεοῦ ἡμῶν
1Co 6:12 Πάντα μοι ἔξεστιν ἀλλ οὐ πάντα συμφέρει πάντα μοι ἔξεστιν ἀλλ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος
1Co 6:13 τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ κυρίῳ καὶ ὁ κύριος τῷ σώματι·
1Co 6:14 ὁ δὲ θεὸς καὶ τὸν κύριον ἤγειρεν καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ
1Co 6:15 οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη μὴ γένοιτο
1Co 6:16 ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν Ἔσονται γάρ φησίν οἱ δύο εἰς σάρκα μίαν
1Co 6:17 ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν
1Co 6:18 φεύγετε τὴν πορνείαν πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει
1Co 6:19 ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν οὗ ἔχετε ἀπὸ θεοῦ καὶ οὐκ ἐστὲ ἑαυτῶν
1Co 6:20 ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστίν τοῦ Θεοῦ.

Previous
List