Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Joh 1:1 Ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν καὶ θεὸς ἦν ὁ λόγος
Joh 1:2 οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν
Joh 1:3 πάντα δι αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν
Joh 1:4 ἐν αὐτῷ ζωὴ ἦν καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων·
Joh 1:5 καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν
Joh 1:6 Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ ὄνομα αὐτῷ Ἰωάννης·
Joh 1:7 οὗτος ἦλθεν εἰς μαρτυρίαν ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός ἵνα πάντες πιστεύσωσιν δι αὐτοῦ
Joh 1:8 οὐκ ἦν ἐκεῖνος τὸ φῶς ἀλλ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός
Joh 1:9 Ἦν τὸ φῶς τὸ ἀληθινόν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον
Joh 1:10 ἐν τῷ κόσμῳ ἦν καὶ ὁ κόσμος δι αὐτοῦ ἐγένετο καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω
Joh 1:11 εἰς τὰ ἴδια ἦλθεν καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον
Joh 1:12 ὅσοι δὲ ἔλαβον αὐτόν ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ
Joh 1:13 οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλ ἐκ θεοῦ ἐγεννήθησαν
Joh 1:14 Καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ δόξαν ὡς μονογενοῦς παρὰ πατρός πλήρης χάριτος καὶ ἀληθείας
Joh 1:15 Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων Οὗτος ἦν ὃν εἶπον Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν ὅτι πρῶτός μου ἦν
Joh 1:16 καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος·
Joh 1:17 ὅτι ὁ νόμος διὰ Μωσέως ἐδόθη ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο
Joh 1:18 θεὸν οὐδεὶς ἑώρακεν πώποτε· ὁ μονογενὴς υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο
Joh 1:19 Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου ὅτε ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας ἵνα ἐρωτήσωσιν αὐτὸν Σὺ τίς εἶ
Joh 1:20 καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο καὶ ὡμολόγησεν ὅτι οὐκ εἰμὶ Ἐγὼ ὁ Χριστός
Joh 1:21 καὶ ἠρώτησαν αὐτόν Τί οὖν Ἠλίας εἶ Σύ καὶ λέγει Οὐκ εἰμί Ὁ προφήτης εἶ σύ καὶ ἀπεκρίθη Οὔ
Joh 1:22 εἶπον οὖν αὐτῷ Τίς εἶ ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ
Joh 1:23 ἔφη Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Εὐθύνατε τὴν ὁδὸν κυρίου καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης
Joh 1:24 Καὶ οἱ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων
Joh 1:25 καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπον αὐτῷ Τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὔτε Ἠλίας οὔτε ὁ προφήτης
Joh 1:26 ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε
Joh 1:27 αὐτός ἐστιν ὁ ὀπίσω μου ἐρχόμενος ὃς ἔμπροσθέν μου γέγονεν· οὗ ἐγὼ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος
Joh 1:28 Ταῦτα ἐν Βηθαβαρᾶ ἐγένετο πέραν τοῦ Ἰορδάνου ὅπου ἦν Ἰωάννης βαπτίζων
Joh 1:29 Τῇ ἐπαύριον βλέπει ὁ Ἰωάννης τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν καὶ λέγει Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου
Joh 1:30 οὗτός ἐστιν περὶ οὗ ἐγὼ εἶπον Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν ὅτι πρῶτός μου ἦν
Joh 1:31 κἀγὼ οὐκ ᾔδειν αὐτόν ἀλλ ἵνα φανερωθῇ τῷ Ἰσραὴλ διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷ ὕδατι βαπτίζων
Joh 1:32 Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι Τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν ἐξ οὐρανοῦ καὶ ἔμεινεν ἐπ αὐτόν
Joh 1:33 κἀγὼ οὐκ ᾔδειν αὐτόν ἀλλ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν Ἐφ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ αὐτόν οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ
Joh 1:34 κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ
Joh 1:35 Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο
Joh 1:36 καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ
Joh 1:37 καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ
Joh 1:38 στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς Τί ζητεῖτε οἱ δὲ εἶπον αὐτῷ Ῥαββί ὃ λέγεται ἑρμηνευόμενον, Διδάσκαλε ποῦ μένεις
Joh 1:39 λέγει αὐτοῖς Ἔρχεσθε καὶ ἴδετε. ἦλθον καὶ εἶδον ποῦ μένει καὶ παρ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα δέ ἦν ὡς δεκάτη
Joh 1:40 Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ·
Joh 1:41 εὑρίσκει οὗτος πρῶτος τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ Εὑρήκαμεν τὸν Μεσσίαν ὅ ἐστιν μεθερμηνευόμενον ὅ Χριστός·
Joh 1:42 καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν ἐμβλέψας δὲ αὐτῷ ὁ Ἰησοῦς εἶπεν Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ· σὺ κληθήσῃ Κηφᾶς ὃ ἑρμηνεύεται Πέτρος
Joh 1:43 Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ Ἀκολούθει μοι
Joh 1:44 ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου
Joh 1:45 εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ Ὃν ἔγραψεν Μωσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ
Joh 1:46 καὶ εἶπεν αὐτῷ Ναθαναήλ Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι λέγει αὐτῷ Φίλιππος Ἔρχου καὶ ἴδε
Joh 1:47 εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν
Joh 1:48 λέγει αὐτῷ Ναθαναήλ Πόθεν με γινώσκεις ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε
Joh 1:49 ἀπεκρίθη Ναθαναήλ καὶ λέγει αὐτῷ Ῥαββί σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ
Joh 1:50 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Ὅτι εἶπόν σοι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις μείζω τούτων ὄψει.
Joh 1:51 καὶ λέγει αὐτῷ Ἀμὴν ἀμὴν λέγω ὑμῖν ἀπ᾽ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου

List of Articles
번호 분류 제목
194 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 23
193 Luke Stephanus (Robert Estienne's) 1550 Greek NT, Luke, Chapter 24
» John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 01
191 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 02
190 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 03
189 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 04
188 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 05
187 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 06
186 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 07
185 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 08
184 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 09
183 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 10
182 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 11
181 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 12
180 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 13
179 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 14
178 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 15
177 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 16
176 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 17
175 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 18
174 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 19
173 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 20
172 John Stephanus (Robert Estienne's) 1550 Greek NT, John, Chapter 21
171 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 01
170 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 02
169 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 03
168 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 04
167 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 05
166 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 06
165 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 07
164 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 08
163 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 09
162 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 10
161 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 11
160 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 12
159 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 13
158 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 14
157 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 15
156 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 16
155 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 17
154 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 18
153 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 19
152 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 20
151 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 21
150 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 22
149 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 23
148 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 24
147 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 25
146 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 26
145 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 27
144 Acts Stephanus (Robert Estienne's) 1550 Greek NT, Acts, Chapter 28
143 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 01
142 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 02
141 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 03
140 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 04
139 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 05
138 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 06
137 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 07
136 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 08
135 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 09
134 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 10
133 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 11
132 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 12
131 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 13
130 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 14
129 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 15
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소