Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Mar 2:1 Καὶ πάλιν εἰσῆλθεν εἰς Καπερναοὺμ δι ἡμερῶν Καὶ ἠκούσθη ὅτι εἰς οἶκον ἐστίν
Mar 2:2 καὶ εὐθὲως συνήχθησαν πολλοὶ ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν καὶ ἐλάλει αὐτοῖς τὸν λόγον
Mar 2:3 καὶ ἔρχονται πρὸς αὐτὸν παραλυτικὸν φέροντες αἰρόμενον ὑπὸ τεσσάρων
Mar 2:4 καὶ μὴ δυνάμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν καὶ ἐξορύξαντες χαλῶσιν τὸν κράββατον ἐφ᾽ ὧ ὁ παραλυτικὸς κατέκειτο
Mar 2:5 ἰδὼν δὲ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ Τέκνον ἀφέωνται σοι αἱ ἁμαρτίαι σου
Mar 2:6 ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν
Mar 2:7 Τί οὗτος οὕτως λαλεῖ βλασφημὶας; τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ θεός
Mar 2:8 καὶ εὐθὲως ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως διαλογίζονται ἐν ἑαυτοῖς εἶπεν αὐτοῖς Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν
Mar 2:9 τί ἐστιν εὐκοπώτερον εἰπεῖν τῷ παραλυτικῷ Ἀφέωνταί σοί αἱ ἁμαρτίαι ἢ εἰπεῖν Ἔγειραι καὶ ἆρον σου τὸν κράββατον καὶ περιπάτει
Mar 2:10 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας λέγει τῷ παραλυτικῷ
Mar 2:11 Σοὶ λέγω ἔγειραι καὶ ἆρον τὸν κράββατον σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου
Mar 2:12 καὶ ἠγέρθη εὐθὲως, καὶ ἄρας τὸν κράββατον ἐξῆλθεν ἐναντίον πάντων ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν θεὸν λέγοντας ὅτι οὐδέποτε Οὕτως εἴδομεν
Mar 2:13 Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν καὶ ἐδίδασκεν αὐτούς
Mar 2:14 καὶ παράγων εἶδεν Λευὶν τὸν τοῦ Ἁλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον καὶ λέγει αὐτῷ Ἀκολούθει μοι καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ
Mar 2:15 Καὶ ἐγενέτο ἐν τῷ κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τὦ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοὶ καὶ ἠκολούθησαν αὐτῷ
Mar 2:16 καὶ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, ἰδόντες αὐτὸν ἐσθίοντα μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ Τι ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει καὶ πίνει;
Mar 2:17 καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλούς εἰς μετάνοιαν.
Mar 2:18 Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύοντες καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ Διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύουσιν οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν
Mar 2:19 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ αὐτῶν ἐστιν νηστεύειν ὅσον χρόνον μεθ᾽ ἑαυτῶν ἔχουσιν τὸν νυμφίον οὐ δύνανται νηστεύειν
Mar 2:20 ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ αὐτῶν ὁ νυμφίος καὶ τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραῖς.
Mar 2:21 καὶ οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιρράπτει ἐπὶ ἱμάτίῳ παλαιῷ· εἰ δὲ μή αἴρει τὸ πλήρωμα αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ και χεῖρον σχίσμα γίνεται
Mar 2:22 καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή ῥήσσει ὁ οἶνος ὁ νέος τοὺς ἀσκούς καὶ ὁ οἶνος ἐκχεῖται, καὶ οἱ ἀσκοί· ἀπόλοῦνται. ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινούς βλητέον.
Mar 2:23 Καὶ ἐγένετο παραπορεύεσθαι αὐτὸν ἐν τοῖς σάββασιν διὰ τῶν σπορίμων καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας
Mar 2:24 καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ Ἴδε τί ποιοῦσιν ἐν τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν
Mar 2:25 καὶ αὐτὸς ἔλεγεν αὐτοῖς Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαβίδ, ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτός καὶ οἱ μετ αὐτοῦ
Mar 2:26 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀβιαθὰρ τοῦ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσιν καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν
Mar 2:27 καὶ ἔλεγεν αὐτοῖς Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον·
Mar 2:28 ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου

List of Articles
번호 분류 제목
16 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 01
» Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 02
14 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 03
13 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 04
12 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 05
11 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 06
10 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 07
9 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 08
8 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 09
7 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 10
6 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 11
5 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 12
4 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 13
3 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 14
2 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 15
1 Mark Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 16
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소