Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Mat 14:1 Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρῴδης ὁ τετράρχης τὴν ἀκοὴν Ἰησοῦ
Mat 14:2 καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ Οὗτός ἐστιν Ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ
Mat 14:3 Ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην ἔδησεν αὐτὸν καὶ ἔθετο ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ·
Mat 14:4 ἔλεγεν γὰρ αὐτῷ ὁ Ἰωάννης Οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν
Mat 14:5 καὶ θέλων αὐτὸν ἀποκτεῖναι ἐφοβήθη τὸν ὄχλον ὅτι ὡς προφήτην αὐτὸν εἶχον
Mat 14:6 γενεσίων δὲ ἀγομένων τοῦ Ἡρῴδου ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσεν τῷ Ἡρῴδῃ
Mat 14:7 ὅθεν μεθ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται
Mat 14:8 ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς Δός μοι φησίν ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ
Mat 14:9 καὶ ἐλυπηθη ὁ βασιλεὺς διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσεν δοθῆναι
Mat 14:10 καὶ πέμψας ἀπεκεφάλισεν τὸν Ἰωάννην ἐν τῇ φυλακῇ
Mat 14:11 καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ καὶ ἤνεγκεν τῇ μητρὶ αὐτῆς
Mat 14:12 καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ σῶμα, καὶ ἔθαψαν αὐτό· καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ
Mat 14:13 καὶ Ἀκούσας ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ ἰδίαν· Καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων
Mat 14:14 καὶ ἐξελθὼν ὁ Ἰησοῦς εἶδεν πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπ αὐτούς, καὶ ἐθεράπευσεν τοὺς ἀρρώστους αὐτῶν
Mat 14:15 ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, λέγοντες Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα
Mat 14:16 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν δότε αὐτοῖς ὑμεῖς φαγεῖν
Mat 14:17 οἱ δὲ λέγουσιν αὐτῷ Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας
Mat 14:18 ὁ δὲ εἶπεν Φέρετέ μοι αὐτούς ὧδε
Mat 14:19 καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κλάσας ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις
Mat 14:20 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις
Mat 14:21 οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων
Mat 14:22 Καὶ εὐθέως ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους
Mat 14:23 καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ ἰδίαν προσεύξασθαι ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ
Mat 14:24 τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν βασανιζόμενον ὑπὸ τῶν κυμάτων ἦν γὰρ ἐναντίος ὁ ἄνεμος
Mat 14:25 τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθεν πρὸς αὐτοὺς ὁ Ἰησοῦς, περιπατῶν ἐπὶ τῆς θαλάσσης.
Mat 14:26 καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ τήν θαλάσσαν περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι Φάντασμά ἐστιν καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν
Mat 14:27 εὐθὲως δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων Θαρσεῖτε ἐγώ εἰμι· μὴ φοβεῖσθε
Mat 14:28 ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπεν Κύριε εἰ σὺ εἶ κέλευσόν με πρὸς σὲ ἐλθεῖν ἐπὶ τὰ ὕδατα
Mat 14:29 ὁ δὲ εἶπεν Ἐλθέ καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ἐλθεῖν πρὸς τὸν Ἰησοῦν
Mat 14:30 βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν λέγων Κύριε σῶσόν με
Mat 14:31 εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ Ὀλιγόπιστε εἰς τί ἐδίστασας
Mat 14:32 καὶ ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος
Mat 14:33 οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες προσεκύνησαν αὐτῷ λέγοντες Ἀληθῶς θεοῦ υἱὸς εἶ
Mat 14:34 Καὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γεννησαρέτ
Mat 14:35 καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας
Mat 14:36 καὶ παρεκάλουν αὐτὸν ἵνα μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν

List of Articles
번호 분류 제목
28 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 01
27 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 02
26 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 03
25 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 04
24 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 05
23 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 06
22 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 07
21 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 08
20 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 09
19 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 10
18 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 11
17 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 12
16 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 13
» Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 14
14 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 15
13 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 16
12 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 17
11 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 18
10 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 19
9 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 20
8 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 21
7 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 22
6 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 23
5 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 24
4 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 25
3 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 26
2 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 27
1 Matthew Stephanus (Robert Estienne's) 1550 Greek NT, Matthew, Chapter 28
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소