Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Luke 12
1Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον· Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης, ⸂ἥτις ἐστὶν ὑπόκρισις, τῶν Φαρισαίων⸃.
2οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται.
3ἀνθʼ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτὶ ἀκουσθήσεται, καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις κηρυχθήσεται ἐπὶ τῶν δωμάτων.
4Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι.
5ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ⸂ἔχοντα ἐξουσίαν⸃ ἐμβαλεῖν εἰς τὴν γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε.
6οὐχὶ πέντε στρουθία ⸀πωλοῦνται ἀσσαρίων δύο; καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ θεοῦ.
7ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται· ⸀μὴ φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε.
8Λέγω δὲ ὑμῖν, πᾶς ὃς ἂν ⸀ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ·
9ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ.
10καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ τῷ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται.
11ὅταν δὲ ⸀εἰσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ ⸀μεριμνήσητε πῶς ⸂ἢ τί⸃ ἀπολογήσησθε ἢ τί εἴπητε·
12τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.
13Εἶπεν δέ τις ⸂ἐκ τοῦ ὄχλου αὐτῷ⸃· Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετʼ ἐμοῦ τὴν κληρονομίαν.
14ὁ δὲ εἶπεν αὐτῷ· Ἄνθρωπε, τίς με κατέστησεν ⸀κριτὴν ἢ μεριστὴν ἐφʼ ὑμᾶς;
15εἶπεν δὲ πρὸς αὐτούς· Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ ⸀πάσης πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ ⸀αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων ⸀αὐτῷ.
16εἶπεν δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων· Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα.
17καὶ διελογίζετο ἐν ⸀ἑαυτῷ λέγων· Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου;
18καὶ εἶπεν· Τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα ⸂τὸν σῖτον⸃ καὶ τὰ ἀγαθά μου,
19καὶ ἐρῶ τῇ ψυχῇ μου· Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου.
20εἶπεν δὲ αὐτῷ ὁ θεός· ⸀Ἄφρων, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ⸀ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;
21οὕτως ὁ θησαυρίζων ⸀ἑαυτῷ καὶ μὴ εἰς θεὸν πλουτῶν.
22Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· Διὰ τοῦτο ⸂λέγω ὑμῖν⸃, μὴ μεριμνᾶτε τῇ ⸀ψυχῇ τί φάγητε, μηδὲ τῷ ⸀σώματι τί ἐνδύσησθε.
23ἡ ⸀γὰρ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος.
24κατανοήσατε τοὺς κόρακας ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστιν ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν.
25τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται ⸂ἐπὶ τὴν ἡλικίαν αὐτοῦ προσθεῖναι⸃ ⸀πῆχυν;
26εἰ οὖν ⸀οὐδὲ ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε;
27κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων.
28εἰ δὲ ⸂ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον⸃ καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὕτως ⸀ἀμφιέζει, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι.
29καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε ⸀καὶ τί πίητε, καὶ μὴ μετεωρίζεσθε,
30ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ⸀ἐπιζητοῦσιν, ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων.
31πλὴν ζητεῖτε τὴν βασιλείαν ⸀αὐτοῦ, καὶ ⸀ταῦτα προστεθήσεται ὑμῖν.
32Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν.
33πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει·
34ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.
35Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι,
36καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν πότε ἀναλύσῃ ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ.
37μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας· ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς καὶ παρελθὼν διακονήσει αὐτοῖς.
38⸂κἂν ἐν τῇ δευτέρᾳ κἂν⸃ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτως, μακάριοί ⸀εἰσιν ἐκεῖνοι.
39Τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, ⸂οὐκ ἂν⸃ ἀφῆκεν ⸀διορυχθῆναι τὸν οἶκον αὐτοῦ.
40καὶ ⸀ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
41Εἶπεν ⸀δὲ ὁ Πέτρος· Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις ἢ καὶ πρὸς πάντας;
42⸂καὶ εἶπεν⸃ ὁ κύριος· Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος, ⸀ὁ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ ⸀τὸ σιτομέτριον;
43μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως·
44ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
45ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· Χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι,
46ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει.
47ἐκεῖνος δὲ ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου ⸀αὐτοῦ καὶ μὴ ἑτοιμάσας ⸀ἢ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ δαρήσεται πολλάς·
48ὁ δὲ μὴ γνοὺς ποιήσας δὲ ἄξια πληγῶν δαρήσεται ὀλίγας. παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρʼ αὐτοῦ, καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.
49Πῦρ ἦλθον βαλεῖν ⸀ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;
50βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως ⸀ὅτου τελεσθῇ.
51δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; οὐχί, λέγω ὑμῖν, ἀλλʼ ἢ διαμερισμόν.
52ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν ⸂ἑνὶ οἴκῳ⸃ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶν καὶ δύο ἐπὶ τρισίν,
53⸀διαμερισθήσονται πατὴρ ἐπὶ υἱῷ καὶ υἱὸς ἐπὶ πατρί, μήτηρ ⸀ἐπὶ ⸀θυγατέρα καὶ θυγάτηρ ἐπὶ ⸂τὴν μητέρα⸃, πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς καὶ νύμφη ἐπὶ τὴν ⸀πενθεράν.
54Ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις· Ὅταν ⸀ἴδητε νεφέλην ἀνατέλλουσαν ⸀ἐπὶ δυσμῶν, εὐθέως λέγετε ⸀ὅτι Ὄμβρος ἔρχεται, καὶ γίνεται οὕτως·
55καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι Καύσων ἔσται, καὶ γίνεται.
56ὑποκριταί, τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν, τὸν ⸂δὲ καιρὸν⸃ τοῦτον πῶς ⸂οὐκ οἴδατε δοκιμάζειν⸃;
57Τί δὲ καὶ ἀφʼ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον;
58ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπʼ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπʼ αὐτοῦ, μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε ⸀παραδώσει τῷ πράκτορι, καὶ ὁ πράκτωρ σε ⸀βαλεῖ εἰς φυλακήν.
59λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως ⸂καὶ τὸ⸃ ἔσχατον λεπτὸν ἀποδῷς.

  1. No Image 30Dec
    by 한글모레
    in Matthew

    SBL Greek NT, Matthew, Chapter 01

  2. No Image 30Dec
    by 한글모레
    in Matthew

    SBL Greek NT, Matthew, Chapter 02

  3. No Image 31Dec
    by 한글모레
    in Matthew

    SBL Greek NT, Matthew, Chapter 03

  4. No Image 31Dec
    by 한글모레
    in Matthew

    SBL Greek NT, Matthew, Chapter 04

  5. No Image 31Dec
    by 한글모레
    in Matthew

    SBL Greek NT, Matthew, Chapter 05

  6. No Image 31Dec
    by 한글모레
    in Matthew

    SBL Greek NT, Matthew, Chapter 06

  7. No Image 31Dec
    by 한글모레
    in Matthew

    SBL Greek NT, Matthew, Chapter 07

  8. No Image 31Dec
    by 한글모레
    in Matthew

    SBL Greek NT, Matthew, Chapter 08

  9. No Image 31Dec
    by 한글모레
    in Matthew

    SBL Greek NT, Matthew, Chapter 09

  10. No Image 31Dec
    by 한글모레
    in Matthew

    SBL Greek NT, Matthew, Chapter 10

  11. No Image 31Dec
    by 한글모레
    in Matthew

    SBL Greek NT, Matthew, Chapter 11

  12. No Image 31Dec
    by 한글모레
    in Matthew

    SBL Greek NT, Matthew, Chapter 12

  13. No Image 31Dec
    by 한글모레
    in Matthew

    SBL Greek NT, Matthew, Chapter 13

  14. No Image 31Dec
    by 한글모레
    in Matthew

    SBL Greek NT, Matthew, Chapter 14

  15. No Image 31Dec
    by 한글모레
    in Matthew

    SBL Greek NT, Matthew, Chapter 15

  16. No Image 31Dec
    by 한글모레
    in Matthew

    SBL Greek NT, Matthew, Chapter 16

  17. No Image 31Dec
    by 한글모레
    in Matthew

    SBL Greek NT, Matthew, Chapter 17

  18. No Image 31Dec
    by 한글모레
    in Matthew

    SBL Greek NT, Matthew, Chapter 18

  19. No Image 31Dec
    by 한글모레
    in Matthew

    SBL Greek NT, Matthew, Chapter 19

  20. No Image 31Dec
    by 한글모레
    in Matthew

    SBL Greek NT, Matthew, Chapter 20

  21. No Image 31Dec
    by 한글모레
    in Matthew

    SBL Greek NT, Matthew, Chapter 21

  22. No Image 31Dec
    by 한글모레
    in Matthew

    SBL Greek NT, Matthew, Chapter 22

  23. No Image 31Dec
    by 한글모레
    in Matthew

    SBL Greek NT, Matthew, Chapter 23

  24. No Image 31Dec
    by 한글모레
    in Matthew

    SBL Greek NT, Matthew, Chapter 24

  25. No Image 31Dec
    by 한글모레
    in Matthew

    SBL Greek NT, Matthew, Chapter 25

  26. No Image 31Dec
    by 한글모레
    in Matthew

    SBL Greek NT, Matthew, Chapter 26

  27. No Image 31Dec
    by 한글모레
    in Matthew

    SBL Greek NT, Matthew, Chapter 27

  28. No Image 31Dec
    by 한글모레
    in Matthew

    SBL Greek NT, Matthew, Chapter 28

  29. No Image 31Dec
    by 한글모레
    in Mark

    SBL Greek NT, Mark, Chapter 01

  30. No Image 31Dec
    by 한글모레
    in Mark

    SBL Greek NT, Mark, Chapter 02

  31. No Image 31Dec
    by 한글모레
    in Mark

    SBL Greek NT, Mark, Chapter 03

  32. No Image 31Dec
    by 한글모레
    in Mark

    SBL Greek NT, Mark, Chapter 04

  33. No Image 31Dec
    by 한글모레
    in Mark

    SBL Greek NT, Mark, Chapter 05

  34. No Image 31Dec
    by 한글모레
    in Mark

    SBL Greek NT, Mark, Chapter 06

  35. No Image 31Dec
    by 한글모레
    in Mark

    SBL Greek NT, Mark, Chapter 07

  36. No Image 31Dec
    by 한글모레
    in Mark

    SBL Greek NT, Mark, Chapter 08

  37. No Image 31Dec
    by 한글모레
    in Mark

    SBL Greek NT, Mark, Chapter 09

  38. No Image 31Dec
    by 한글모레
    in Mark

    SBL Greek NT, Mark, Chapter 10

  39. No Image 31Dec
    by 한글모레
    in Mark

    SBL Greek NT, Mark, Chapter 11

  40. No Image 31Dec
    by 한글모레
    in Mark

    SBL Greek NT, Mark, Chapter 12

  41. No Image 31Dec
    by 한글모레
    in Mark

    SBL Greek NT, Mark, Chapter 13

  42. No Image 31Dec
    by 한글모레
    in Mark

    SBL Greek NT, Mark, Chapter 14

  43. No Image 31Dec
    by 한글모레
    in Mark

    SBL Greek NT, Mark, Chapter 15

  44. No Image 31Dec
    by 한글모레
    in Mark

    SBL Greek NT, Mark, Chapter 16

  45. No Image 31Dec
    by 한글모레
    in Luke

    SBL Greek NT, Luke, Chapter 01

  46. No Image 31Dec
    by 한글모레
    in Luke

    SBL Greek NT, Luke, Chapter 02

  47. No Image 31Dec
    by 한글모레
    in Luke

    SBL Greek NT, Luke, Chapter 03

  48. No Image 31Dec
    by 한글모레
    in Luke

    SBL Greek NT, Luke, Chapter 04

  49. No Image 31Dec
    by 한글모레
    in Luke

    SBL Greek NT, Luke, Chapter 05

  50. No Image 31Dec
    by 한글모레
    in Luke

    SBL Greek NT, Luke, Chapter 06

  51. No Image 31Dec
    by 한글모레
    in Luke

    SBL Greek NT, Luke, Chapter 07

  52. No Image 31Dec
    by 한글모레
    in Luke

    SBL Greek NT, Luke, Chapter 08

  53. No Image 31Dec
    by 한글모레
    in Luke

    SBL Greek NT, Luke, Chapter 09

  54. No Image 31Dec
    by 한글모레
    in Luke

    SBL Greek NT, Luke, Chapter 10

  55. No Image 31Dec
    by 한글모레
    in Luke

    SBL Greek NT, Luke, Chapter 11

  56. No Image 31Dec
    by 한글모레
    in Luke

    SBL Greek NT, Luke, Chapter 12

  57. No Image 31Dec
    by 한글모레
    in Luke

    SBL Greek NT, Luke, Chapter 13

  58. No Image 31Dec
    by 한글모레
    in Luke

    SBL Greek NT, Luke, Chapter 14

  59. No Image 31Dec
    by 한글모레
    in Luke

    SBL Greek NT, Luke, Chapter 15

  60. No Image 31Dec
    by 한글모레
    in Luke

    SBL Greek NT, Luke, Chapter 16

  61. No Image 31Dec
    by 한글모레
    in Luke

    SBL Greek NT, Luke, Chapter 17

  62. No Image 31Dec
    by 한글모레
    in Luke

    SBL Greek NT, Luke, Chapter 18

  63. No Image 31Dec
    by 한글모레
    in Luke

    SBL Greek NT, Luke, Chapter 19

  64. No Image 31Dec
    by 한글모레
    in Luke

    SBL Greek NT, Luke, Chapter 20

  65. No Image 31Dec
    by 한글모레
    in Luke

    SBL Greek NT, Luke, Chapter 21

  66. No Image 31Dec
    by 한글모레
    in Luke

    SBL Greek NT, Luke, Chapter 22

목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소