Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
5:1 Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ καὶ ἀκούειν τὸν λόγον τοῦ θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ
5:2 καὶ εἶδεν δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀπ᾽ αὐτῶν ἀποβάντες ἔπλυνον τὰ δίκτυα.
5:3 ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον· καθίσας δὲ ἐκ τοῦ πλοίου ἐδίδασκεν τοὺς ὄχλους.
5:4 Ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπεν πρὸς τὸν Σίμωνα· ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν.
5:5 καὶ ἀποκριθεὶς Σίμων εἶπεν· ἐπιστάτα, δι᾽ ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὰ δίκτυα.
5:6 καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ, διερρήσσετο δὲ τὰ δίκτυα αὐτῶν.
5:7 καὶ κατένευσαν τοῖς μετόχοις ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα ὥστε βυθίζεσθαι αὐτά.
5:8 ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσεν τοῖς γόνασιν Ἰησοῦ λέγων· ἔξελθε ἀπ᾽ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, κύριε.
5:9 θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ὧν συνέλαβον,
5:10 ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπεν πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς· μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν.
5:11 καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν ἀφέντες πάντα ἠκολούθησαν αὐτῷ.
5:12 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας· ἰδὼν δὲ τὸν Ἰησοῦν, πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων· κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι.
5:13 καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ λέγων· θέλω, καθαρίσθητι· καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ᾽ αὐτοῦ.
5:14 καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν, ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξεν Μωϋσῆς, εἰς μαρτύριον αὐτοῖς.
5:15 διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ, καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν καὶ θεραπεύεσθαι ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν·
5:16 αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος.
5:17 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἦν διδάσκων, καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἰερουσαλήμ· καὶ δύναμις κυρίου ἦν εἰς τὸ ἰᾶσθαι αὐτόν.
5:18 καὶ ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ θεῖναι [αὐτὸν] ἐνώπιον αὐτοῦ.
5:19 καὶ μὴ εὑρόντες ποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον, ἀναβάντες ἐπὶ τὸ δῶμα διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ Ἰησοῦ.
5:20 καὶ ἰδὼν τὴν πίστιν αὐτῶν εἶπεν· ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.
5:21 καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι λέγοντες· τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας; τίς δύναται ἁμαρτίας ἀφεῖναι εἰ μὴ μόνος ὁ θεός;
5:22 ἐπιγνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς· τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;
5:23 τί ἐστιν εὐκοπώτερον, εἰπεῖν· ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἢ εἰπεῖν· ἔγειρε καὶ περιπάτει;
5:24 ἵνα δὲ εἰδῆτε ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου ἐξουσίαν ἔχει ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας- εἶπεν τῷ παραλελυμένῳ· σοὶ λέγω, ἔγειρε καὶ ἄρας τὸ κλινίδιόν σου πορεύου εἰς τὸν οἶκόν σου.
5:25 καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφ᾽ ὃ κατέκειτο, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν θεόν.
5:26 καὶ ἔκστασις ἔλαβεν ἅπαντας καὶ ἐδόξαζον τὸν θεὸν καὶ ἐπλήσθησαν φόβου λέγοντες ὅτι εἴδομεν παράδοξα σήμερον.
5:27 Καὶ μετὰ ταῦτα ἐξῆλθεν καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευὶν καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ· ἀκολούθει μοι.
5:28 καὶ καταλιπὼν πάντα ἀναστὰς ἠκολούθει αὐτῷ.
5:29 Καὶ ἐποίησεν δοχὴν μεγάλην Λευὶς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ ἦν ὄχλος πολὺς τελωνῶν καὶ ἄλλων οἳ ἦσαν μετ᾽ αὐτῶν κατακείμενοι.
5:30 καὶ ἐγόγγυζον οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς αὐτῶν πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες· διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε;
5:31 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτούς· οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλὰ οἱ κακῶς ἔχοντες·
5:32 οὐκ ἐλήλυθα καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
5:33 Οἱ δὲ εἶπαν πρὸς αὐτόν· οἱ μαθηταὶ Ἰωάννου νηστεύουσιν πυκνὰ καὶ δεήσεις ποιοῦνται ὁμοίως καὶ οἱ τῶν Φαρισαίων, οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν.
5:34 ὁ δὲ Ἰησοῦς εἶπεν πρὸς αὐτούς· μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ᾽ αὐτῶν ἐστιν ποιῆσαι νηστεῦσαι;
5:35 ἐλεύσονται δὲ ἡμέραι, καὶ ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις.
5:36 Ἔλεγεν δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι οὐδεὶς ἐπίβλημα ἀπὸ ἱματίου καινοῦ σχίσας ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μή γε, καὶ τὸ καινὸν σχίσει καὶ τῷ παλαιῷ οὐ συμφωνήσει τὸ ἐπίβλημα τὸ ἀπὸ τοῦ καινοῦ.
5:37 καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή γε, ῥήξει ὁ οἶνος ὁ νέος τοὺς ἀσκοὺς καὶ αὐτὸς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται·
5:38 ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον.
5:39 [καὶ] οὐδεὶς πιὼν παλαιὸν θέλει νέον· λέγει γάρ· ὁ παλαιὸς χρηστός ἐστιν.

List of Articles
번호 분류 제목
260 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 01
259 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 02
258 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 03
257 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 04
256 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 05
255 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 06
254 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 07
253 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 08
252 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 09
251 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 10
250 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 11
249 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 12
248 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 13
247 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 14
246 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 15
245 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 16
244 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 17
243 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 18
242 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 19
241 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 20
240 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 21
239 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 22
238 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 23
237 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 24
236 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 25
235 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 26
234 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 27
233 Matthew NA27 (Nestle-Aland 27th Edition), Matthew, Chapter 28
232 Mark NA27 (Nestle-Aland 27th Edition), Mark, Chapter 01
231 Mark NA27 (Nestle-Aland 27th Edition), Mark, Chapter 02
230 Mark NA27 (Nestle-Aland 27th Edition), Mark, Chapter 03
229 Mark NA27 (Nestle-Aland 27th Edition), Mark, Chapter 04
228 Mark NA27 (Nestle-Aland 27th Edition), Mark, Chapter 05
227 Mark NA27 (Nestle-Aland 27th Edition), Mark, Chapter 06
226 Mark NA27 (Nestle-Aland 27th Edition), Mark, Chapter 07
225 Mark NA27 (Nestle-Aland 27th Edition), Mark, Chapter 08
224 Mark NA27 (Nestle-Aland 27th Edition), Mark, Chapter 09
223 Mark NA27 (Nestle-Aland 27th Edition), Mark, Chapter 10
222 Mark NA27 (Nestle-Aland 27th Edition), Mark, Chapter 11
221 Mark NA27 (Nestle-Aland 27th Edition), Mark, Chapter 12
220 Mark NA27 (Nestle-Aland 27th Edition), Mark, Chapter 13
219 Mark NA27 (Nestle-Aland 27th Edition), Mark, Chapter 14
218 Mark NA27 (Nestle-Aland 27th Edition), Mark, Chapter 15
217 Mark NA27 (Nestle-Aland 27th Edition), Mark, Chapter 16
216 Luke NA27 (Nestle-Aland 27th Edition), Luke, Chapter 01
215 Luke NA27 (Nestle-Aland 27th Edition), Luke, Chapter 02
214 Luke NA27 (Nestle-Aland 27th Edition), Luke, Chapter 03
213 Luke NA27 (Nestle-Aland 27th Edition), Luke, Chapter 04
» Luke NA27 (Nestle-Aland 27th Edition), Luke, Chapter 05
211 Luke NA27 (Nestle-Aland 27th Edition), Luke, Chapter 06
210 Luke NA27 (Nestle-Aland 27th Edition), Luke, Chapter 07
209 Luke NA27 (Nestle-Aland 27th Edition), Luke, Chapter 08
208 Luke NA27 (Nestle-Aland 27th Edition), Luke, Chapter 09
207 Luke NA27 (Nestle-Aland 27th Edition), Luke, Chapter 10
206 Luke NA27 (Nestle-Aland 27th Edition), Luke, Chapter 11
205 Luke NA27 (Nestle-Aland 27th Edition), Luke, Chapter 12
204 Luke NA27 (Nestle-Aland 27th Edition), Luke, Chapter 13
203 Luke NA27 (Nestle-Aland 27th Edition), Luke, Chapter 14
202 Luke NA27 (Nestle-Aland 27th Edition), Luke, Chapter 15
201 Luke NA27 (Nestle-Aland 27th Edition), Luke, Chapter 16
200 Luke NA27 (Nestle-Aland 27th Edition), Luke, Chapter 17
199 Luke NA27 (Nestle-Aland 27th Edition), Luke, Chapter 18
198 Luke NA27 (Nestle-Aland 27th Edition), Luke, Chapter 19
197 Luke NA27 (Nestle-Aland 27th Edition), Luke, Chapter 20
196 Luke NA27 (Nestle-Aland 27th Edition), Luke, Chapter 21
195 Luke NA27 (Nestle-Aland 27th Edition), Luke, Chapter 22
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소