Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

9:1 τίς δῴη μοι ἐν τῇ ἐρήμῳ σταθμὸν ἔσχατον καὶ καταλείψω τὸν λαόν μου καὶ ἀπελεύσομαι ἀπ᾽ αὐτῶν ὅτι πάντες μοιχῶνται σύνοδος ἀθετούντων
9:2 καὶ ἐνέτειναν τὴν γλῶσσαν αὐτῶν ὡς τόξον ψεῦδος καὶ οὐ πίστις ἐνίσχυσεν ἐπὶ τῆς γῆς ὅτι ἐκ κακῶν εἰς κακὰ ἐξήλθοσαν καὶ ἐμὲ οὐκ ἔγνωσαν
9:3 ἕκαστος ἀπὸ τοῦ πλησίον αὐτοῦ φυλάξασθε καὶ ἐπ᾽ ἀδελφοῖς αὐτῶν μὴ πεποίθατε ὅτι πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ καὶ πᾶς φίλος δολίως πορεύσεται
9:4 ἕκαστος κατὰ τοῦ φίλου αὐτοῦ καταπαίξεται ἀλήθειαν οὐ μὴ λαλήσωσιν μεμάθηκεν ἡ γλῶσσα αὐτῶν λαλεῖν ψευδῆ ἠδίκησαν καὶ οὐ διέλιπον τοῦ ἐπιστρέψαι
9:5 τόκος ἐπὶ τόκῳ δόλος ἐπὶ δόλῳ οὐκ ἤθελον εἰδέναι με
9:6 διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ ἐγὼ πυρώσω αὐτοὺς καὶ δοκιμῶ αὐτούς ὅτι ποιήσω ἀπὸ προσώπου πονηρίας θυγατρὸς λαοῦ μου
9:7 βολὶς τιτρώσκουσα ἡ γλῶσσα αὐτῶν δόλια τὰ ῥήματα τοῦ στόματος αὐτῶν τῷ πλησίον αὐτοῦ λαλεῖ εἰρηνικὰ καὶ ἐν ἑαυτῷ ἔχει τὴν ἔχθραν
9:8 μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι λέγει κύριος ἢ ἐν λαῷ τῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου
9:9 ἐπὶ τὰ ὄρη λάβετε κοπετὸν καὶ ἐπὶ τὰς τρίβους τῆς ἐρήμου θρῆνον ὅτι ἐξέλιπον παρὰ τὸ μὴ εἶναι ἀνθρώπους οὐκ ἤκουσαν φωνὴν ὑπάρξεως ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ καὶ ἕως κτηνῶν ἐξέστησαν ᾤχοντο
9:10 καὶ δώσω τὴν Ιερουσαλημ εἰς μετοικίαν καὶ εἰς κατοικητήριον δρακόντων καὶ τὰς πόλεις Ιουδα εἰς ἀφανισμὸν θήσομαι παρὰ τὸ μὴ κατοικεῖσθαι
9:11 τίς ὁ ἄνθρωπος ὁ συνετός καὶ συνέτω τοῦτο καὶ ᾧ λόγος στόματος κυρίου πρὸς αὐτόν ἀναγγειλάτω ὑμῖν ἕνεκεν τίνος ἀπώλετο ἡ γῆ ἀνήφθη ὡς ἔρημος παρὰ τὸ μὴ διοδεύεσθαι αὐτήν
9:12 καὶ εἶπεν κύριος πρός με διὰ τὸ ἐγκαταλιπεῖν αὐτοὺς τὸν νόμον μου ὃν ἔδωκα πρὸ προσώπου αὐτῶν καὶ οὐκ ἤκουσαν τῆς φωνῆς μου
9:13 ἀλλ᾽ ἐπορεύθησαν ὀπίσω τῶν ἀρεστῶν τῆς καρδίας αὐτῶν τῆς κακῆς καὶ ὀπίσω τῶν εἰδώλων ἃ ἐδίδαξαν αὐτοὺς οἱ πατέρες αὐτῶν
9:14 διὰ τοῦτο τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἰδοὺ ἐγὼ ψωμιῶ αὐτοὺς ἀνάγκας καὶ ποτιῶ αὐτοὺς ὕδωρ χολῆς
9:15 καὶ διασκορπιῶ αὐτοὺς ἐν τοῖς ἔθνεσιν εἰς οὓς οὐκ ἐγίνωσκον αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν καὶ ἐπαποστελῶ ἐπ᾽ αὐτοὺς τὴν μάχαιραν ἕως τοῦ ἐξαναλῶσαι αὐτοὺς ἐν αὐτῇ
9:16 τάδε λέγει κύριος καλέσατε τὰς θρηνούσας καὶ ἐλθέτωσαν καὶ πρὸς τὰς σοφὰς ἀποστείλατε καὶ φθεγξάσθωσαν
9:17 καὶ λαβέτωσαν ἐφ᾽ ὑμᾶς θρῆνον καὶ καταγαγέτωσαν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα καὶ τὰ βλέφαρα ὑμῶν ῥείτω ὕδωρ
9:18 ὅτι φωνὴ οἴκτου ἠκούσθη ἐν Σιων πῶς ἐταλαιπωρήσαμεν κατῃσχύνθημεν σφόδρα ὅτι ἐγκατελίπομεν τὴν γῆν καὶ ἀπερρίψαμεν τὰ σκηνώματα ἡμῶν
9:19 ἀκούσατε δή γυναῖκες λόγον θεοῦ καὶ δεξάσθω τὰ ὦτα ὑμῶν λόγους στόματος αὐτοῦ καὶ διδάξατε τὰς θυγατέρας ὑμῶν οἶκτον καὶ γυνὴ τὴν πλησίον αὐτῆς θρῆνον
9:20 ὅτι ἀνέβη θάνατος διὰ τῶν θυρίδων ὑμῶν εἰσῆλθεν εἰς τὴν γῆν ὑμῶν τοῦ ἐκτρῖψαι νήπια ἔξωθεν καὶ νεανίσκους ἀπὸ τῶν πλατειῶν
9:21 καὶ ἔσονται οἱ νεκροὶ τῶν ἀνθρώπων εἰς παράδειγμα ἐπὶ προσώπου τοῦ πεδίου τῆς γῆς ὑμῶν καὶ ὡς χόρτος ὀπίσω θερίζοντος καὶ οὐκ ἔσται ὁ συνάγων
9:22 τάδε λέγει κύριος μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ καὶ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύι αὐτοῦ καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ
9:23 ἀλλ᾽ ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος συνίειν καὶ γινώσκειν ὅτι ἐγώ εἰμι κύριος ποιῶν ἔλεος καὶ κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς ὅτι ἐν τούτοις τὸ θέλημά μου λέγει κύριος
9:24 ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ ἐπισκέψομαι ἐπὶ πάντας περιτετμημένους ἀκροβυστίας αὐτῶν
9:25 ἐπ᾽ Αἴγυπτον καὶ ἐπὶ τὴν Ιουδαίαν καὶ ἐπὶ Εδωμ καὶ ἐπὶ υἱοὺς Αμμων καὶ ἐπὶ υἱοὺς Μωαβ καὶ ἐπὶ πάντα περικειρόμενον τὰ κατὰ πρόσωπον αὐτοῦ τοὺς κατοικοῦντας ἐν τῇ ἐρήμῳ ὅτι πάντα τὰ ἔθνη ἀπερίτμητα σαρκί καὶ πᾶς οἶκος Ισραηλ ἀπερίτμητοι καρδίας αὐτῶν


List of Articles
번호 분류 제목
52 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 01
51 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 02
50 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 03
49 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 04
48 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 05
47 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 06
46 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 07
45 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 08
» Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 09
43 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 10
42 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 11
41 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 12
40 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 13
39 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 14
38 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 15
37 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 16
36 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 17
35 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 18
34 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 19
33 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 20
32 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 21
31 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 22
30 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 23
29 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 24
28 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 25
27 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 26
26 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 27
25 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 28
24 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 29
23 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 30
22 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 31
21 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 32
20 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 33
19 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 34
18 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 35
17 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 36
16 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 37
15 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 38
14 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 39
13 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 40
12 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 41
11 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 42
10 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 43
9 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 44
8 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 45
7 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 46
6 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 47
5 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 48
4 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 49
3 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 50
목록
Board Pagination Prev 1 2 Next
/ 2

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소