Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

12:1 [προσευχὴ Μανασση] κύριε παντοκράτωρ ὁ θεὸς τῶν πατέρων ἡμῶν τοῦ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ καὶ τοῦ σπέρματος αὐτῶν τοῦ δικαίου
12:2 ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν σὺν παντὶ τῷ κόσμῳ αὐτῶν
12:3 ὁ πεδήσας τὴν θάλασσαν τῷ λόγῳ τοῦ προστάγματός σου ὁ κλείσας τὴν ἄβυσσον καὶ σφραγισάμενος τῷ φοβερῷ καὶ ἐνδόξῳ ὀνόματί σου
12:4 ὃν πάντα φρίττει καὶ τρέμει ἀπὸ προσώπου δυνάμεώς σου
12:5 ὅτι ἄστεκτος ἡ μεγαλοπρέπεια τῆς δόξης σου καὶ ἀνυπόστατος ἡ ὀργὴ τῆς ἐπὶ ἁμαρτωλοὺς ἀπειλῆς σου
12:6 ἀμέτρητόν τε καὶ ἀνεξιχνίαστον τὸ ἔλεος τῆς ἐπαγγελίας σου
12:7 ὅτι σὺ εἶ κύριος ὕψιστος εὔσπλαγχνος μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ κακίαις ἀνθρώπων
12:8 σὺ οὖν κύριε ὁ θεὸς τῶν δικαίων οὐκ ἔθου μετάνοιαν δικαίοις τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ τοῖς οὐχ ἡμαρτηκόσιν σοι ἀλλ᾽ ἔθου μετάνοιαν ἐμοὶ τῷ ἁμαρτωλῷ
12:9 διότι ἥμαρτον ὑπὲρ ἀριθμὸν ψάμμου θαλάσσης ἐπλήθυναν αἱ ἀνομίαι μου κύριε ἐπλήθυναν καὶ οὐκ εἰμὶ ἄξιος ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ πλήθους τῶν ἀδικιῶν μου
12:10 κατακαμπτόμενος πολλῷ δεσμῷ σιδήρου εἰς τὸ ἀνανεῦσαί με ὑπὲρ ἁμαρτιῶν μου καὶ οὐκ ἔστιν μοι ἄνεσις διότι παρώργισα τὸν θυμόν σου καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα στήσας βδελύγματα καὶ πληθύνας προσοχθίσματα
12:11 καὶ νῦν κλίνω γόνυ καρδίας δεόμενος τῆς παρὰ σοῦ χρηστότητος
12:12 ἡμάρτηκα κύριε ἡμάρτηκα καὶ τὰς ἀνομίας μου ἐγὼ γινώσκω
12:13 αἰτοῦμαι δεόμενός σου ἄνες μοι κύριε ἄνες μοι μὴ συναπολέσῃς με ταῖς ἀνομίαις μου μηδὲ εἰς τὸν αἰῶνα μηνίσας τηρήσῃς τὰ κακά μοι μηδὲ καταδικάσῃς με ἐν τοῖς κατωτάτοις τῆς γῆς ὅτι σὺ εἶ κύριε ὁ θεὸς τῶν μετανοούντων
12:14 καὶ ἐν ἐμοὶ δείξῃς τὴν ἀγαθωσύνην σου ὅτι ἀνάξιον ὄντα σώσεις με κατὰ τὸ πολὺ ἔλεός σου
12:15 καὶ αἰνέσω σε διὰ παντὸς ἐν ταῖς ἡμέραις τῆς ζωῆς μου ὅτι σὲ ὑμνεῖ πᾶσα ἡ δύναμις τῶν οὐρανῶν καὶ σοῦ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας αμην


List of Articles
번호 분류 제목
14 Odes Greek LXX(Rahlps), Odes, Chapter 01
13 Odes Greek LXX(Rahlps), Odes, Chapter 02
12 Odes Greek LXX(Rahlps), Odes, Chapter 03
11 Odes Greek LXX(Rahlps), Odes, Chapter 04
10 Odes Greek LXX(Rahlps), Odes, Chapter 05
9 Odes Greek LXX(Rahlps), Odes, Chapter 06
8 Odes Greek LXX(Rahlps), Odes, Chapter 07
7 Odes Greek LXX(Rahlps), Odes, Chapter 08
6 Odes Greek LXX(Rahlps), Odes, Chapter 09
5 Odes Greek LXX(Rahlps), Odes, Chapter 10
4 Odes Greek LXX(Rahlps), Odes, Chapter 11
» Odes Greek LXX(Rahlps), Odes, Chapter 12
2 Odes Greek LXX(Rahlps), Odes, Chapter 13
1 Odes Greek LXX(Rahlps), Odes, Chapter 14
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소