Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

9:1 καὶ εἶπεν Δαυιδ εἰ ἔστιν ἔτι ὑπολελειμμένος τῷ οἴκῳ Σαουλ καὶ ποιήσω μετ᾽ αὐτοῦ ἔλεος ἕνεκεν Ιωναθαν
9:2 καὶ ἐκ τοῦ οἴκου Σαουλ παῖς ἦν καὶ ὄνομα αὐτῷ Σιβα καὶ καλοῦσιν αὐτὸν πρὸς Δαυιδ καὶ εἶπεν πρὸς αὐτὸν ὁ βασιλεύς εἰ σὺ εἶ Σιβα καὶ εἶπεν ἐγὼ δοῦλος σός
9:3 καὶ εἶπεν ὁ βασιλεύς εἰ ὑπολέλειπται ἐκ τοῦ οἴκου Σαουλ ἔτι ἀνὴρ καὶ ποιήσω μετ᾽ αὐτοῦ ἔλεος θεοῦ καὶ εἶπεν Σιβα πρὸς τὸν βασιλέα ἔτι ἔστιν υἱὸς τῷ Ιωναθαν πεπληγὼς τοὺς πόδας
9:4 καὶ εἶπεν ὁ βασιλεύς ποῦ οὗτος καὶ εἶπεν Σιβα πρὸς τὸν βασιλέα ἰδοὺ ἐν οἴκῳ Μαχιρ υἱοῦ Αμιηλ ἐκ τῆς Λαδαβαρ
9:5 καὶ ἀπέστειλεν ὁ βασιλεὺς Δαυιδ καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ οἴκου Μαχιρ υἱοῦ Αμιηλ ἐκ τῆς Λαδαβαρ
9:6 καὶ παραγίνεται Μεμφιβοσθε υἱὸς Ιωναθαν υἱοῦ Σαουλ πρὸς τὸν βασιλέα Δαυιδ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ καὶ εἶπεν αὐτῷ Δαυιδ Μεμφιβοσθε καὶ εἶπεν ἰδοὺ ὁ δοῦλός σου
9:7 καὶ εἶπεν αὐτῷ Δαυιδ μὴ φοβοῦ ὅτι ποιῶν ποιήσω μετὰ σοῦ ἔλεος διὰ Ιωναθαν τὸν πατέρα σου καὶ ἀποκαταστήσω σοι πάντα ἀγρὸν Σαουλ πατρὸς τοῦ πατρός σου καὶ σὺ φάγῃ ἄρτον ἐπὶ τῆς τραπέζης μου διὰ παντός
9:8 καὶ προσεκύνησεν Μεμφιβοσθε καὶ εἶπεν τίς εἰμι ὁ δοῦλός σου ὅτι ἐπέβλεψας ἐπὶ τὸν κύνα τὸν τεθνηκότα τὸν ὅμοιον ἐμοί
9:9 καὶ ἐκάλεσεν ὁ βασιλεὺς Σιβα τὸ παιδάριον Σαουλ καὶ εἶπεν πρὸς αὐτόν πάντα ὅσα ἐστὶν τῷ Σαουλ καὶ ὅλῳ τῷ οἴκῳ αὐτοῦ δέδωκα τῷ υἱῷ τοῦ κυρίου σου
9:10 καὶ ἐργᾷ αὐτῷ τὴν γῆν σὺ καὶ οἱ υἱοί σου καὶ οἱ δοῦλοί σου καὶ εἰσοίσεις τῷ υἱῷ τοῦ κυρίου σου ἄρτους καὶ ἔδεται αὐτούς καὶ Μεμφιβοσθε υἱὸς τοῦ κυρίου σου φάγεται διὰ παντὸς ἄρτον ἐπὶ τῆς τραπέζης μου καὶ τῷ Σιβα ἦσαν πεντεκαίδεκα υἱοὶ καὶ εἴκοσι δοῦλοι
9:11 καὶ εἶπεν Σιβα πρὸς τὸν βασιλέα κατὰ πάντα ὅσα ἐντέταλται ὁ κύριός μου ὁ βασιλεὺς τῷ δούλῳ αὐτοῦ οὕτως ποιήσει ὁ δοῦλός σου καὶ Μεμφιβοσθε ἤσθιεν ἐπὶ τῆς τραπέζης Δαυιδ καθὼς εἷς τῶν υἱῶν τοῦ βασιλέως
9:12 καὶ τῷ Μεμφιβοσθε υἱὸς μικρὸς καὶ ὄνομα αὐτῷ Μιχα καὶ πᾶσα ἡ κατοίκησις τοῦ οἴκου Σιβα δοῦλοι τοῦ Μεμφιβοσθε
9:13 καὶ Μεμφιβοσθε κατῴκει ἐν Ιερουσαλημ ὅτι ἐπὶ τῆς τραπέζης τοῦ βασιλέως διὰ παντὸς ἤσθιεν καὶ αὐτὸς ἦν χωλὸς ἀμφοτέροις τοῖς ποσὶν αὐτοῦ


List of Articles
번호 분류 제목
24 2 Samuel Greek LXX(Rahlps), 2 Samuel, Chapter 01
23 2 Samuel Greek LXX(Rahlps), 2 Samuel, Chapter 02
22 2 Samuel Greek LXX(Rahlps), 2 Samuel, Chapter 03
21 2 Samuel Greek LXX(Rahlps), 2 Samuel, Chapter 04
20 2 Samuel Greek LXX(Rahlps), 2 Samuel, Chapter 05
19 2 Samuel Greek LXX(Rahlps), 2 Samuel, Chapter 06
18 2 Samuel Greek LXX(Rahlps), 2 Samuel, Chapter 07
17 2 Samuel Greek LXX(Rahlps), 2 Samuel, Chapter 08
» 2 Samuel Greek LXX(Rahlps), 2 Samuel, Chapter 09
15 2 Samuel Greek LXX(Rahlps), 2 Samuel, Chapter 10
14 2 Samuel Greek LXX(Rahlps), 2 Samuel, Chapter 11
13 2 Samuel Greek LXX(Rahlps), 2 Samuel, Chapter 12
12 2 Samuel Greek LXX(Rahlps), 2 Samuel, Chapter 13
11 2 Samuel Greek LXX(Rahlps), 2 Samuel, Chapter 14
10 2 Samuel Greek LXX(Rahlps), 2 Samuel, Chapter 15
9 2 Samuel Greek LXX(Rahlps), 2 Samuel, Chapter 16
8 2 Samuel Greek LXX(Rahlps), 2 Samuel, Chapter 17
7 2 Samuel Greek LXX(Rahlps), 2 Samuel, Chapter 18
6 2 Samuel Greek LXX(Rahlps), 2 Samuel, Chapter 19
5 2 Samuel Greek LXX(Rahlps), 2 Samuel, Chapter 20
4 2 Samuel Greek LXX(Rahlps), 2 Samuel, Chapter 21
3 2 Samuel Greek LXX(Rahlps), 2 Samuel, Chapter 22
2 2 Samuel Greek LXX(Rahlps), 2 Samuel, Chapter 23
1 2 Samuel Greek LXX(Rahlps), 2 Samuel, Chapter 24
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소