Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

3:1 ἐὰν δὲ θυσία σωτηρίου τὸ δῶρον αὐτοῦ τῷ κυρίῳ ἐὰν μὲν ἐκ τῶν βοῶν αὐτοῦ προσαγάγῃ ἐάν τε ἄρσεν ἐάν τε θῆλυ ἄμωμον προσάξει αὐτὸ ἐναντίον κυρίου
3:2 καὶ ἐπιθήσει τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τοῦ δώρου καὶ σφάξει αὐτὸ παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ προσχεοῦσιν οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων κύκλῳ
3:3 καὶ προσάξουσιν ἀπὸ τῆς θυσίας τοῦ σωτηρίου κάρπωμα κυρίῳ τὸ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας
3:4 καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ᾽ αὐτῶν τὸ ἐπὶ τῶν μηρίων καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελεῖ
3:5 καὶ ἀνοίσουσιν αὐτὰ οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὰ ὁλοκαυτώματα ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρὸς ἐπὶ τοῦ θυσιαστηρίου κάρπωμα ὀσμὴ εὐωδίας κυρίῳ
3:6 ἐὰν δὲ ἀπὸ τῶν προβάτων τὸ δῶρον αὐτοῦ θυσίαν σωτηρίου τῷ κυρίῳ ἄρσεν ἢ θῆλυ ἄμωμον προσοίσει αὐτό
3:7 ἐὰν ἄρνα προσαγάγῃ τὸ δῶρον αὐτοῦ προσάξει αὐτὸ ἔναντι κυρίου
3:8 καὶ ἐπιθήσει τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τοῦ δώρου αὐτοῦ καὶ σφάξει αὐτὸ παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ προσχεοῦσιν οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ
3:9 καὶ προσοίσει ἀπὸ τῆς θυσίας τοῦ σωτηρίου κάρπωμα τῷ θεῷ τὸ στέαρ καὶ τὴν ὀσφὺν ἄμωμον σὺν ταῖς ψόαις περιελεῖ αὐτό καὶ τὸ στέαρ τῆς κοιλίας
3:10 καὶ ἀμφοτέρους τοὺς νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ᾽ αὐτῶν τὸ ἐπὶ τῶν μηρίων καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελών
3:11 ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον ὀσμὴ εὐωδίας κάρπωμα κυρίῳ
3:12 ἐὰν δὲ ἀπὸ τῶν αἰγῶν τὸ δῶρον αὐτοῦ καὶ προσάξει ἔναντι κυρίου
3:13 καὶ ἐπιθήσει τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ σφάξουσιν αὐτὸ ἔναντι κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ προσχεοῦσιν οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ
3:14 καὶ ἀνοίσει ἐπ᾽ αὐτοῦ κάρπωμα κυρίῳ τὸ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας
3:15 καὶ ἀμφοτέρους τοὺς νεφροὺς καὶ πᾶν τὸ στέαρ τὸ ἐπ᾽ αὐτῶν τὸ ἐπὶ τῶν μηρίων καὶ τὸν λοβὸν τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελεῖ
3:16 καὶ ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον κάρπωμα ὀσμὴ εὐωδίας τῷ κυρίῳ πᾶν τὸ στέαρ τῷ κυρίῳ
3:17 νόμιμον εἰς τὸν αἰῶνα εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσῃ κατοικίᾳ ὑμῶν πᾶν στέαρ καὶ πᾶν αἷμα οὐκ ἔδεσθε


List of Articles
번호 분류 제목
27 Leviticus Greek LXX(Rahlps), Leviticus, Chapter 01
26 Leviticus Greek LXX(Rahlps), Leviticus, Chapter 02
» Leviticus Greek LXX(Rahlps), Leviticus, Chapter 03
24 Leviticus Greek LXX(Rahlps), Leviticus, Chapter 04
23 Leviticus Greek LXX(Rahlps), Leviticus, Chapter 05
22 Leviticus Greek LXX(Rahlps), Leviticus, Chapter 06
21 Leviticus Greek LXX(Rahlps), Leviticus, Chapter 07
20 Leviticus Greek LXX(Rahlps), Leviticus, Chapter 08
19 Leviticus Greek LXX(Rahlps), Leviticus, Chapter 09
18 Leviticus Greek LXX(Rahlps), Leviticus, Chapter 10
17 Leviticus Greek LXX(Rahlps), Leviticus, Chapter 11
16 Leviticus Greek LXX(Rahlps), Leviticus, Chapter 12
15 Leviticus Greek LXX(Rahlps), Leviticus, Chapter 13
14 Leviticus Greek LXX(Rahlps), Leviticus, Chapter 14
13 Leviticus Greek LXX(Rahlps), Leviticus, Chapter 15
12 Leviticus Greek LXX(Rahlps), Leviticus, Chapter 16
11 Leviticus Greek LXX(Rahlps), Leviticus, Chapter 17
10 Leviticus Greek LXX(Rahlps), Leviticus, Chapter 18
9 Leviticus Greek LXX(Rahlps), Leviticus, Chapter 19
8 Leviticus Greek LXX(Rahlps), Leviticus, Chapter 20
7 Leviticus Greek LXX(Rahlps), Leviticus, Chapter 21
6 Leviticus Greek LXX(Rahlps), Leviticus, Chapter 22
5 Leviticus Greek LXX(Rahlps), Leviticus, Chapter 23
4 Leviticus Greek LXX(Rahlps), Leviticus, Chapter 24
3 Leviticus Greek LXX(Rahlps), Leviticus, Chapter 25
2 Leviticus Greek LXX(Rahlps), Leviticus, Chapter 26
1 Leviticus Greek LXX(Rahlps), Leviticus, Chapter 27
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소