Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

15:1 τότε ᾖσεν Μωυσῆς καὶ οἱ υἱοὶ Ισραηλ τὴν ᾠδὴν ταύτην τῷ θεῷ καὶ εἶπαν λέγοντες ᾄσωμεν τῷ κυρίῳ ἐνδόξως γὰρ δεδόξασται ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν
15:2 βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν οὗτός μου θεός καὶ δοξάσω αὐτόν θεὸς τοῦ πατρός μου καὶ ὑψώσω αὐτόν
15:3 κύριος συντρίβων πολέμους κύριος ὄνομα αὐτῷ
15:4 ἅρματα Φαραω καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν εἰς θάλασσαν ἐπιλέκτους ἀναβάτας τριστάτας κατεπόντισεν ἐν ἐρυθρᾷ θαλάσσῃ
15:5 πόντῳ ἐκάλυψεν αὐτούς κατέδυσαν εἰς βυθὸν ὡσεὶ λίθος
15:6 ἡ δεξιά σου κύριε δεδόξασται ἐν ἰσχύι ἡ δεξιά σου χείρ κύριε ἔθραυσεν ἐχθρούς
15:7 καὶ τῷ πλήθει τῆς δόξης σου συνέτριψας τοὺς ὑπεναντίους ἀπέστειλας τὴν ὀργήν σου καὶ κατέφαγεν αὐτοὺς ὡς καλάμην
15:8 καὶ διὰ πνεύματος τοῦ θυμοῦ σου διέστη τὸ ὕδωρ ἐπάγη ὡσεὶ τεῖχος τὰ ὕδατα ἐπάγη τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσης
15:9 εἶπεν ὁ ἐχθρός διώξας καταλήμψομαι μεριῶ σκῦλα ἐμπλήσω ψυχήν μου ἀνελῶ τῇ μαχαίρῃ μου κυριεύσει ἡ χείρ μου
15:10 ἀπέστειλας τὸ πνεῦμά σου ἐκάλυψεν αὐτοὺς θάλασσα ἔδυσαν ὡσεὶ μόλιβος ἐν ὕδατι σφοδρῷ
15:11 τίς ὅμοιός σοι ἐν θεοῖς κύριε τίς ὅμοιός σοι δεδοξασμένος ἐν ἁγίοις θαυμαστὸς ἐν δόξαις ποιῶν τέρατα
15:12 ἐξέτεινας τὴν δεξιάν σου κατέπιεν αὐτοὺς γῆ
15:13 ὡδήγησας τῇ δικαιοσύνῃ σου τὸν λαόν σου τοῦτον ὃν ἐλυτρώσω παρεκάλεσας τῇ ἰσχύι σου εἰς κατάλυμα ἅγιόν σου
15:14 ἤκουσαν ἔθνη καὶ ὠργίσθησαν ὠδῖνες ἔλαβον κατοικοῦντας Φυλιστιιμ
15:15 τότε ἔσπευσαν ἡγεμόνες Εδωμ καὶ ἄρχοντες Μωαβιτῶν ἔλαβεν αὐτοὺς τρόμος ἐτάκησαν πάντες οἱ κατοικοῦντες Χανααν
15:16 ἐπιπέσοι ἐπ᾽ αὐτοὺς φόβος καὶ τρόμος μεγέθει βραχίονός σου ἀπολιθωθήτωσαν ἕως ἂν παρέλθῃ ὁ λαός σου κύριε ἕως ἂν παρέλθῃ ὁ λαός σου οὗτος ὃν ἐκτήσω
15:17 εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου εἰς ἕτοιμον κατοικητήριόν σου ὃ κατειργάσω κύριε ἁγίασμα κύριε ὃ ἡτοίμασαν αἱ χεῖρές σου
15:18 κύριος βασιλεύων τὸν αἰῶνα καὶ ἐπ᾽ αἰῶνα καὶ ἔτι
15:19 ὅτι εἰσῆλθεν ἵππος Φαραω σὺν ἅρμασιν καὶ ἀναβάταις εἰς θάλασσαν καὶ ἐπήγαγεν ἐπ᾽ αὐτοὺς κύριος τὸ ὕδωρ τῆς θαλάσσης οἱ δὲ υἱοὶ Ισραηλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης
15:20 λαβοῦσα δὲ Μαριαμ ἡ προφῆτις ἡ ἀδελφὴ Ααρων τὸ τύμπανον ἐν τῇ χειρὶ αὐτῆς καὶ ἐξήλθοσαν πᾶσαι αἱ γυναῖκες ὀπίσω αὐτῆς μετὰ τυμπάνων καὶ χορῶν
15:21 ἐξῆρχεν δὲ αὐτῶν Μαριαμ λέγουσα ᾄσωμεν τῷ κυρίῳ ἐνδόξως γὰρ δεδόξασται ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν
15:22 ἐξῆρεν δὲ Μωυσῆς τοὺς υἱοὺς Ισραηλ ἀπὸ θαλάσσης ἐρυθρᾶς καὶ ἤγαγεν αὐτοὺς εἰς τὴν ἔρημον Σουρ καὶ ἐπορεύοντο τρεῖς ἡμέρας ἐν τῇ ἐρήμῳ καὶ οὐχ ηὕρισκον ὕδωρ ὥστε πιεῖν
15:23 ἦλθον δὲ εἰς Μερρα καὶ οὐκ ἠδύναντο πιεῖν ἐκ Μερρας πικρὸν γὰρ ἦν διὰ τοῦτο ἐπωνομάσθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου πικρία
15:24 καὶ διεγόγγυζεν ὁ λαὸς ἐπὶ Μωυσῆν λέγοντες τί πιόμεθα
15:25 ἐβόησεν δὲ Μωυσῆς πρὸς κύριον καὶ ἔδειξεν αὐτῷ κύριος ξύλον καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ καὶ ἐγλυκάνθη τὸ ὕδωρ ἐκεῖ ἔθετο αὐτῷ δικαιώματα καὶ κρίσεις καὶ ἐκεῖ ἐπείρασεν αὐτὸν
15:26 καὶ εἶπεν ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ τὰ ἀρεστὰ ἐναντίον αὐτοῦ ποιήσῃς καὶ ἐνωτίσῃ ταῖς ἐντολαῖς αὐτοῦ καὶ φυλάξῃς πάντα τὰ δικαιώματα αὐτοῦ πᾶσαν νόσον ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις οὐκ ἐπάξω ἐπὶ σέ ἐγὼ γάρ εἰμι κύριος ὁ ἰώμενός σε
15:27 καὶ ἤλθοσαν εἰς Αιλιμ καὶ ἦσαν ἐκεῖ δώδεκα πηγαὶ ὑδάτων καὶ ἑβδομήκοντα στελέχη φοινίκων παρενέβαλον δὲ ἐκεῖ παρὰ τὰ ὕδατα


List of Articles
번호 분류 제목
40 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 01
39 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 02
38 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 03
37 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 04
36 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 05
35 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 06
34 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 07
33 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 08
32 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 09
31 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 10
30 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 11
29 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 12
28 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 13
27 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 14
» Exodus Greek LXX(Rahlps), Exodus, Chapter 15
25 Exodus Greek LXX(Rahlps), Genesis, Chapter 16
24 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 17
23 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 18
22 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 19
21 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 20
20 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 21
19 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 22
18 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 23
17 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 24
16 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 25
15 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 26
14 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 27
13 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 28
12 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 29
11 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 30
10 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 31
9 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 32
8 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 33
7 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 34
6 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 35
5 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 36
4 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 37
3 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 38
2 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 39
1 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 40
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소