Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

13:1 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν λέγων
13:2 ἁγίασόν μοι πᾶν πρωτότοκον πρωτογενὲς διανοῖγον πᾶσαν μήτραν ἐν τοῖς υἱοῖς Ισραηλ ἀπὸ ἀνθρώπου ἕως κτήνους ἐμοί ἐστιν
13:3 εἶπεν δὲ Μωυσῆς πρὸς τὸν λαόν μνημονεύετε τὴν ἡμέραν ταύτην ἐν ᾗ ἐξήλθατε ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγεν ὑμᾶς κύριος ἐντεῦθεν καὶ οὐ βρωθήσεται ζύμη
13:4 ἐν γὰρ τῇ σήμερον ὑμεῖς ἐκπορεύεσθε ἐν μηνὶ τῶν νέων
13:5 καὶ ἔσται ἡνίκα ἐὰν εἰσαγάγῃ σε κύριος ὁ θεός σου εἰς τὴν γῆν τῶν Χαναναίων καὶ Χετταίων καὶ Ευαίων καὶ Γεργεσαίων καὶ Αμορραίων καὶ Φερεζαίων καὶ Ιεβουσαίων ἣν ὤμοσεν τοῖς πατράσιν σου δοῦναί σοι γῆν ῥέουσαν γάλα καὶ μέλι καὶ ποιήσεις τὴν λατρείαν ταύτην ἐν τῷ μηνὶ τούτῳ
13:6 ἓξ ἡμέρας ἔδεσθε ἄζυμα τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ ἑορτὴ κυρίου
13:7 ἄζυμα ἔδεσθε τὰς ἑπτὰ ἡμέρας οὐκ ὀφθήσεταί σοι ζυμωτόν οὐδὲ ἔσται σοι ζύμη ἐν πᾶσιν τοῖς ὁρίοις σου
13:8 καὶ ἀναγγελεῖς τῷ υἱῷ σου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων διὰ τοῦτο ἐποίησεν κύριος ὁ θεός μοι ὡς ἐξεπορευόμην ἐξ Αἰγύπτου
13:9 καὶ ἔσται σοι σημεῖον ἐπὶ τῆς χειρός σου καὶ μνημόσυνον πρὸ ὀφθαλμῶν σου ὅπως ἂν γένηται ὁ νόμος κυρίου ἐν τῷ στόματί σου ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγέν σε κύριος ὁ θεὸς ἐξ Αἰγύπτου
13:10 καὶ φυλάξεσθε τὸν νόμον τοῦτον κατὰ καιροὺς ὡρῶν ἀφ᾽ ἡμερῶν εἰς ἡμέρας
13:11 καὶ ἔσται ὡς ἂν εἰσαγάγῃ σε κύριος ὁ θεός σου εἰς τὴν γῆν τῶν Χαναναίων ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου καὶ δώσει σοι αὐτήν
13:12 καὶ ἀφελεῖς πᾶν διανοῖγον μήτραν τὰ ἀρσενικά τῷ κυρίῳ πᾶν διανοῖγον μήτραν ἐκ τῶν βουκολίων ἢ ἐν τοῖς κτήνεσίν σου ὅσα ἐὰν γένηταί σοι τὰ ἀρσενικά ἁγιάσεις τῷ κυρίῳ
13:13 πᾶν διανοῖγον μήτραν ὄνου ἀλλάξεις προβάτῳ ἐὰν δὲ μὴ ἀλλάξῃς λυτρώσῃ αὐτό πᾶν πρωτότοκον ἀνθρώπου τῶν υἱῶν σου λυτρώσῃ
13:14 ἐὰν δὲ ἐρωτήσῃ σε ὁ υἱός σου μετὰ ταῦτα λέγων τί τοῦτο καὶ ἐρεῖς αὐτῷ ὅτι ἐν χειρὶ κραταιᾷ ἐξήγαγεν ἡμᾶς κύριος ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας
13:15 ἡνίκα δὲ ἐσκλήρυνεν Φαραω ἐξαποστεῖλαι ἡμᾶς ἀπέκτεινεν πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ πρωτοτόκων ἀνθρώπων ἕως πρωτοτόκων κτηνῶν διὰ τοῦτο ἐγὼ θύω τῷ κυρίῳ πᾶν διανοῖγον μήτραν τὰ ἀρσενικά καὶ πᾶν πρωτότοκον τῶν υἱῶν μου λυτρώσομαι
13:16 καὶ ἔσται εἰς σημεῖον ἐπὶ τῆς χειρός σου καὶ ἀσάλευτον πρὸ ὀφθαλμῶν σου ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγέν σε κύριος ἐξ Αἰγύπτου
13:17 ὡς δὲ ἐξαπέστειλεν Φαραω τὸν λαόν οὐχ ὡδήγησεν αὐτοὺς ὁ θεὸς ὁδὸν γῆς Φυλιστιιμ ὅτι ἐγγὺς ἦν εἶπεν γὰρ ὁ θεός μήποτε μεταμελήσῃ τῷ λαῷ ἰδόντι πόλεμον καὶ ἀποστρέψῃ εἰς Αἴγυπτον
13:18 καὶ ἐκύκλωσεν ὁ θεὸς τὸν λαὸν ὁδὸν τὴν εἰς τὴν ἔρημον εἰς τὴν ἐρυθρὰν θάλασσαν πέμπτη δὲ γενεὰ ἀνέβησαν οἱ υἱοὶ Ισραηλ ἐκ γῆς Αἰγύπτου
13:19 καὶ ἔλαβεν Μωυσῆς τὰ ὀστᾶ Ιωσηφ μεθ᾽ ἑαυτοῦ ὅρκῳ γὰρ ὥρκισεν Ιωσηφ τοὺς υἱοὺς Ισραηλ λέγων ἐπισκοπῇ ἐπισκέψεται ὑμᾶς κύριος καὶ συνανοίσετέ μου τὰ ὀστᾶ ἐντεῦθεν μεθ᾽ ὑμῶν
13:20 ἐξάραντες δὲ οἱ υἱοὶ Ισραηλ ἐκ Σοκχωθ ἐστρατοπέδευσαν ἐν Οθομ παρὰ τὴν ἔρημον
13:21 ὁ δὲ θεὸς ἡγεῖτο αὐτῶν ἡμέρας μὲν ἐν στύλῳ νεφέλης δεῖξαι αὐτοῖς τὴν ὁδόν τὴν δὲ νύκτα ἐν στύλῳ πυρός
13:22 οὐκ ἐξέλιπεν ὁ στῦλος τῆς νεφέλης ἡμέρας καὶ ὁ στῦλος τοῦ πυρὸς νυκτὸς ἐναντίον παντὸς τοῦ λαοῦ


List of Articles
번호 분류 제목
40 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 01
39 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 02
38 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 03
37 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 04
36 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 05
35 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 06
34 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 07
33 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 08
32 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 09
31 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 10
30 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 11
29 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 12
» Exodus Greek LXX(Rahlps), Exodus, Chapter 13
27 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 14
26 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 15
25 Exodus Greek LXX(Rahlps), Genesis, Chapter 16
24 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 17
23 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 18
22 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 19
21 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 20
20 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 21
19 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 22
18 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 23
17 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 24
16 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 25
15 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 26
14 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 27
13 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 28
12 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 29
11 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 30
10 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 31
9 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 32
8 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 33
7 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 34
6 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 35
5 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 36
4 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 37
3 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 38
2 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 39
1 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 40
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소