Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Col 1:1 Παῦλος ἀπόστολος Ἰησοῦ χριστοῦ διὰ θελήματος θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός,
Col 1:2 τοῖς ἐν Κολασσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ χριστοῦ.
Col 1:3 Εὐχαριστοῦμεν τῷ θεῷ καὶ πατρὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ, πάντοτε περὶ ὑμῶν προσευχόμενοι,
Col 1:4 ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν χριστῷ Ἰησοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους,
Col 1:5 διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς, ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ εὐαγγελίου,
Col 1:6 τοῦ παρόντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ, καὶ ἔστιν καρποφορούμενον καὶ αὐξανόμενον, καθὼς καὶ ἐν ὑμῖν ἀφ᾽ ἧς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν τοῦ θεοῦ ἐν ἀληθείᾳ·
Col 1:7 καθὼς καὶ ἐμάθετε ἀπὸ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν, ὅς ἐστιν πιστὸς ὑπὲρ ὑμῶν διάκονος τοῦ χριστοῦ,
Col 1:8 ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι.
Col 1:9 Διὰ τοῦτο καὶ ἡμεῖς, ἀφ᾽ ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι, καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ,
Col 1:10 περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ κυρίου εἰς πᾶσαν ἀρέσκειαν, ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι εἰς τὴν ἐπίγνωσιν τοῦ θεοῦ·
Col 1:11 ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ, εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς·
Col 1:12 εὐχαριστοῦντες τῷ πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί,
Col 1:13 ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ,
Col 1:14 ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν·
Col 1:15 ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως·
Col 1:16 ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαί, εἴτε ἐξουσίαι· τὰ πάντα δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται·
Col 1:17 καὶ αὐτός ἐστιν πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν.
Col 1:18 Καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος, τῆς ἐκκλησίας· ὅς ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων·
Col 1:19 ὅτι ἐν αὐτῷ εὐδόκησεν πᾶν τὸ πλήρωμα κατοικῆσαι,
Col 1:20 καὶ δι᾽ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, δι᾽ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐπὶ τοῖς οὐρανοῖς.
Col 1:21 Καὶ ὑμᾶς ποτὲ ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, νυνὶ δὲ ἀποκατήλλαξεν
Col 1:22 ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ·
Col 1:23 εἴγε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι, καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν, οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος.
Col 1:24 Νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία·
Col 1:25 ἧς ἐγενόμην ἐγὼ διάκονος, κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς, πληρῶσαι τὸν λόγον τοῦ θεοῦ,
Col 1:26 τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν· νυνὶ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ,
Col 1:27 οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅς ἐστιν χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης·
Col 1:28 ὃν ἡμεῖς καταγγέλλομεν, νουθετοῦντες πάντα ἄνθρωπον, καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν χριστῷ Ἰησοῦ·
Col 1:29 εἰς ὃ καὶ κοπιῶ, ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτοῦ, τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει.

List of Articles
번호 분류 제목
128 Romans Byzantine Text Form, Romans, Chapter 16
127 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 01
126 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 02
125 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 03
124 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 04
123 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 05
122 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 06
121 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 07
120 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 08
119 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 09
118 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 10
117 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 11
116 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 12
115 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 13
114 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 14
113 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 15
112 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 16
111 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 01
110 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 02
109 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 03
108 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 04
107 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 05
106 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 06
105 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 07
104 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 08
103 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 09
102 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 10
101 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 11
100 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 12
99 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 13
98 Galatians Byzantine Text Form, Galatians, Chapter 01
97 Galatians Byzantine Text Form, Galatians, Chapter 02
96 Galatians Byzantine Text Form, Galatians, Chapter 03
95 Galatians Byzantine Text Form, Galatians, Chapter 04
94 Galatians Byzantine Text Form, Galatians, Chapter 05
93 Galatians Byzantine Text Form, Galatians, Chapter 06
92 Ephesians Byzantine Text Form, Ephesians, Chapter 01
91 Ephesians Byzantine Text Form, Ephesians, Chapter 02
90 Ephesians Byzantine Text Form, Ephesians, Chapter 03
89 Ephesians Byzantine Text Form, Ephesians, Chapter 04
88 Ephesians Byzantine Text Form, Ephesians, Chapter 05
87 Ephesians Byzantine Text Form, Ephesians, Chapter 06
86 Philippians Byzantine Text Form, Philippians, Chapter 01
85 Philippians Byzantine Text Form, Philippians, Chapter 02
84 Philippians Byzantine Text Form, Philippians, Chapter 03
83 Philippians Byzantine Text Form, Philippians, Chapter 04
» Colossians Byzantine Text Form, Colossians, Chapter 01
81 Colossians Byzantine Text Form, Colossians, Chapter 02
80 Colossians Byzantine Text Form, Colossians, Chapter 03
79 Colossians Byzantine Text Form, Colossians, Chapter 04
78 1 Thessalonians Byzantine Text Form, 1 Thessalonians, Chapter 01
77 1 Thessalonians Byzantine Text Form, 1 Thessalonians, Chapter 02
76 1 Thessalonians Byzantine Text Form, 1 Thessalonians, Chapter 03
75 1 Thessalonians Byzantine Text Form, 1 Thessalonians, Chapter 04
74 1 Thessalonians Byzantine Text Form, 1 Thessalonians, Chapter 05
73 2 Thessalonians Byzantine Text Form, 2 Thessalonians, Chapter 01
72 2 Thessalonians Byzantine Text Form, 2 Thessalonians, Chapter 02
71 2 Thessalonians Byzantine Text Form, 2 Thessalonians, Chapter 03
70 1 Timothy Byzantine Text Form, 1 Timothy, Chapter 01
69 1 Timothy Byzantine Text Form, 1 Timothy, Chapter 02
68 1 Timothy Byzantine Text Form, 1 Timothy, Chapter 03
67 1 Timothy Byzantine Text Form, 1 Timothy, Chapter 04
66 1 Timothy Byzantine Text Form, 1 Timothy, Chapter 05
65 1 Timothy Byzantine Text Form, 1 Timothy, Chapter 06
64 2 Timothy Byzantine Text Form, 2 Timothy, Chapter 01
63 2 Timothy Byzantine Text Form, 2 Timothy, Chapter 02
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소