Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Luk 20:1 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν ἐκείνων, διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου, ἐπέστησαν οἱ ἱερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις,
Luk 20:2 καὶ εἶπον πρὸς αὐτόν, λέγοντες, Εἰπὲ ἡμῖν, ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην;
Luk 20:3 Ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς, Ἐρωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον, καὶ εἴπατέ μοι·
Luk 20:4 Τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν, ἢ ἐξ ἀνθρώπων;
Luk 20:5 Οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτούς, λέγοντες ὅτι Ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ, Διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ;
Luk 20:6 Ἐὰν δὲ εἴπωμεν, Ἐξ ἀνθρώπων, πᾶς ὁ λαὸς καταλιθάσει ἡμᾶς· πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι.
Luk 20:7 Καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν.
Luk 20:8 Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
Luk 20:9 ;Ηρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· Ἄνθρωπος ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν χρόνους ἱκανούς·
Luk 20:10 καὶ ἐν καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δῶσιν αὐτῷ· οἱ δὲ γεωργοὶ δείραντες αὐτὸν ἐξαπέστειλαν κενόν.
Luk 20:11 Καὶ προσέθετο πέμψαι ἕτερον δοῦλον· οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν.
Luk 20:12 Καὶ προσέθετο πέμψαι τρίτον· οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον.
Luk 20:13 Εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος, Τί ποιήσω; Πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἰδόντες ἐντραπήσονται.
Luk 20:14 Ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ἑαυτούς, λέγοντες, Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία.
Luk 20:15 Καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος, ἀπέκτειναν. Τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος;
Luk 20:16 Ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. Ἀκούσαντες δὲ εἶπον, Μὴ γένοιτο.
Luk 20:17 Ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν, Τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο, Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας;
Luk 20:18 Πᾶς ὁ πεσὼν ἐπ᾽ ἐκεῖνον τὸν λίθον, συνθλασθήσεται· ἐφ᾽ ὃν δ᾽ ἂν πέσῃ, λικμήσει αὐτόν.
Luk 20:19 Καὶ ἐζήτησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐπιβαλεῖν ἐπ᾽ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην εἶπεν.
Luk 20:20 Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους, ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου, εἰς τὸ παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος.
Luk 20:21 Καὶ ἐπηρώτησαν αὐτόν, λέγοντες, Διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις, καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ᾽ ἐπ᾽ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις.
Luk 20:22 Ἔξεστιν ἡμῖν Καίσαρι φόρον δοῦναι, ἢ οὔ;
Luk 20:23 Κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν, εἶπεν πρὸς αὐτούς, Τί με πειράζετε;
Luk 20:24 Ἐπιδείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; Ἀποκριθέντες δὲ εἶπον, Καίσαρος.
Luk 20:25 Ὁ δὲ εἶπεν αὐτοῖς, Ἀπόδοτε τοίνυν τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ.
Luk 20:26 Καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ· καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ, ἐσίγησαν.
Luk 20:27 Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ ἀντιλέγοντες ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτόν,
Luk 20:28 λέγοντες, Διδάσκαλε, Μωσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ἀποθάνῃ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα, καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
Luk 20:29 Ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα, ἀπέθανεν ἄτεκνος·
Luk 20:30 καὶ ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα, καὶ οὗτος ἀπέθανεν ἄτεκνος.
Luk 20:31 Καὶ ὁ τρίτος ἔλαβεν αὐτὴν ὡσαύτως. Ὡσαύτως δὲ καὶ οἱ ἑπτά· οὐ κατέλιπον τέκνα, καὶ ἀπέθανον.
Luk 20:32 Ὕστερον δὲ πάντων ἀπέθανεν καὶ ἡ γυνή.
Luk 20:33 Ἐν τῇ οὖν ἀναστάσει, τίνος αὐτῶν γίνεται γυνή; Οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
Luk 20:34 Καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ ἐκγαμίσκονται·
Luk 20:35 οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται·
Luk 20:36 οὔτε γὰρ ἀποθανεῖν ἔτι δύνανται· ἰσάγγελοι γάρ εἰσιν, καὶ υἱοί εἰσιν τοῦ θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες.
Luk 20:37 Ὅτι δὲ ἐγείρονται οἱ νεκροί, καὶ Μωσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει, Κύριον τὸν θεὸν Ἀβραὰμ καὶ τὸν θεὸν Ἰσαὰκ καὶ τὸν θεὸν Ἰακώβ.
Luk 20:38 Θεὸς δὲ οὐκ ἔστιν νεκρῶν, ἀλλὰ ζώντων· πάντες γὰρ αὐτῷ ζῶσιν.
Luk 20:39 Ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπον, Διδάσκαλε, καλῶς εἶπας.
Luk 20:40 Οὐκέτι δὲ ἐτόλμων ἐπερωτᾷν αὐτὸν οὐδέν.
Luk 20:41 Εἶπεν δὲ πρὸς αὐτούς, Πῶς λέγουσιν τὸν χριστὸν υἱὸν Δαυὶδ εἶναι;
Luk 20:42 Καὶ αὐτὸς Δαυὶδ λέγει ἐν βίβλῳ ψαλμῶν, Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου,
Luk 20:43 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
Luk 20:44 Δαυὶδ οὖν κύριον αὐτὸν καλεῖ, καὶ πῶς υἱὸς αὐτοῦ ἐστιν;
Luk 20:45 vΑκούοντος δὲ παντὸς τοῦ λαοῦ, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ,
Luk 20:46 Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς, καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις·
Luk 20:47 οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσεύχονται. Οὗτοι λήψονται περισσότερον κρίμα.

List of Articles
번호 분류 제목
128 Romans Byzantine Text Form, Romans, Chapter 11
127 Romans Byzantine Text Form, Romans, Chapter 10
126 Romans Byzantine Text Form, Romans, Chapter 09
125 Romans Byzantine Text Form, Romans, Chapter 08
124 Romans Byzantine Text Form, Romans, Chapter 07
123 Romans Byzantine Text Form, Romans, Chapter 06
122 Romans Byzantine Text Form, Romans, Chapter 05
121 Romans Byzantine Text Form, Romans, Chapter 04
120 Romans Byzantine Text Form, Romans, Chapter 03
119 Romans Byzantine Text Form, Romans, Chapter 02
118 Romans Byzantine Text Form, Romans, Chapter 01
117 Acts Byzantine Text Form, Acts, Chapter 28
116 Acts Byzantine Text Form, Acts, Chapter 27
115 Acts Byzantine Text Form, Acts, Chapter 26
114 Acts Byzantine Text Form, Acts, Chapter 25
113 Acts Byzantine Text Form, Acts, Chapter 24
112 Acts Byzantine Text Form, Acts, Chapter 23
111 Acts Byzantine Text Form, Acts, Chapter 22
110 Acts Byzantine Text Form, Acts, Chapter 21
109 Acts Byzantine Text Form, Acts, Chapter 20
108 Acts Byzantine Text Form, Acts, Chapter 19
107 Acts Byzantine Text Form, Acts, Chapter 18
106 Acts Byzantine Text Form, Acts, Chapter 17
105 Acts Byzantine Text Form, Acts, Chapter 16
104 Acts Byzantine Text Form, Acts, Chapter 15
103 Acts Byzantine Text Form, Acts, Chapter 14
102 Acts Byzantine Text Form, Acts, Chapter 13
101 Acts Byzantine Text Form, Acts, Chapter 12
100 Acts Byzantine Text Form, Acts, Chapter 11
99 Acts Byzantine Text Form, Acts, Chapter 10
98 Acts Byzantine Text Form, Acts, Chapter 09
97 Acts Byzantine Text Form, Acts, Chapter 08
96 Acts Byzantine Text Form, Acts, Chapter 07
95 Acts Byzantine Text Form, Acts, Chapter 06
94 Acts Byzantine Text Form, Acts, Chapter 05
93 Acts Byzantine Text Form, Acts, Chapter 04
92 Acts Byzantine Text Form, Acts, Chapter 03
91 Acts Byzantine Text Form, Acts, Chapter 02
90 Acts Byzantine Text Form, Acts, Chapter 01
89 John Byzantine Text Form, John, Chapter 21
88 John Byzantine Text Form, John, Chapter 20
87 John Byzantine Text Form, John, Chapter 19
86 John Byzantine Text Form, John, Chapter 18
85 John Byzantine Text Form, John, Chapter 17
84 John Byzantine Text Form, John, Chapter 16
83 John Byzantine Text Form, John, Chapter 15
82 John Byzantine Text Form, John, Chapter 14
81 John Byzantine Text Form, John, Chapter 13
80 John Byzantine Text Form, John, Chapter 12
79 John Byzantine Text Form, John, Chapter 11
78 John Byzantine Text Form, John, Chapter 10
77 John Byzantine Text Form, John, Chapter 09
76 John Byzantine Text Form, John, Chapter 08
75 John Byzantine Text Form, John, Chapter 07
74 John Byzantine Text Form, John, Chapter 06
73 John Byzantine Text Form, John, Chapter 05
72 John Byzantine Text Form, John, Chapter 04
71 John Byzantine Text Form, John, Chapter 03
70 John Byzantine Text Form, John, Chapter 02
69 John Byzantine Text Form, John, Chapter 01
68 Luke Byzantine Text Form, Luke, Chapter 24
67 Luke Byzantine Text Form, Luke, Chapter 23
66 Luke Byzantine Text Form, Luke, Chapter 22
65 Luke Byzantine Text Form, Luke, Chapter 21
» Luke Byzantine Text Form, Luke, Chapter 20
63 Luke Byzantine Text Form, Luke, Chapter 19
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소