Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Rev 19:1 Μετὰ ταῦτα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ λεγόντων Ἁλληλουιά· ἡ σωτηρία καὶ ἡ δόξα καὶ ἡ δύναμις τοῦ θεοῦ ἡμῶν,
Rev 19:2 ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ· ὅτι ἔκρινεν τὴν πόρνην τὴν μεγάλην ἥτις ἔφθειρεν τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐξεδίκησεν τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς.
Rev 19:3 καὶ δεύτερον εἴρηκαν Ἁλληλουιά· καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Rev 19:4 καὶ ἔπεσαν οἱ πρεσβύτεροι οἱ εἴκοσι τέσσαρες καὶ τὰ τέσσερα ζῷα, καὶ προσεκύνησαν τῷ θεῷ τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ λέγοντες Ἀμήν, Ἁλληλουιά.
Rev 19:5 καὶ φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθεν λέγουσα Αἰνεῖτε τῷ θεῷ ἡμῶν, πάντες οἱ δοῦλοι αὐτοῦ, οἱ φοβούμενοι αὐτόν, οἱ μικροὶ καὶ οἱ μεγάλοι.
Rev 19:6 Καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν, ⸂λεγόντων⸃ Ἁλληλουιά, ὅτι ἐβασίλευσεν Κύριος, ὁ θεὸς [ἡμῶν], ὁ παντοκράτωρ.
Rev 19:7 χαίρωμεν καὶ ἀγαλλιῶμεν, καὶ ⸂δώσομεν⸃ τὴν δόξαν αὐτῷ, ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου, καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν,
Rev 19:8 καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον λαμπρὸν καθαρόν, τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἁγίων ἐστίν.
Rev 19:9 Καὶ λέγει μοι Γράψον Μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. καὶ λέγει μοι Οὗτοι οἱ λόγοι⸆ ἀληθινοὶ τοῦ θεοῦ εἰσίν.
Rev 19:10 καὶ ἔπεσα ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ. καὶ λέγει μοι Ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ· τῷ θεῷ προσκύνησον· ἡ γὰρ μαρτυρία Ἰησοῦ ἐστὶν τὸ πνεῦμα τῆς προφητείας.
Rev 19:11 Καὶ εἶδον τὸν οὐρανὸν ἠνεῳγμένον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ᾽ αὐτὸν πιστὸς [καλούμενος] καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ.
Rev 19:12 οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ⸆ φλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά, ἔχων ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός,
Rev 19:13 καὶ περιβεβλημένος ἱμάτιον ⸂ῤεραντισμένον⸃ αἵματι, καὶ κέκληται τὸ ὄνομα αὐτοῦ Ὁ Λόγος τοῦ Θεοῦ.
Rev 19:14 καὶ τὰ στρατεύματα τὰ ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐφ᾽ ἵπποις λευκοῖς, ἐνδεδυμένοι ⸂βύσσινον λευκὸν⸃ καθαρόν.
Rev 19:15 καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ῥομφαία ὀξεῖα, ἵνα ἐν αὐτῇ πατάξῃ τὰ ἔθνη, καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ θεοῦ τοῦ παντοκράτορος.
Rev 19:16 καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον Βασιλεὺς βασιλέων καὶ κύριος κυρίων.
Rev 19:17 Καὶ εἶδον ἕνα ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ, καὶ ἔκραξεν [ἐν] φωνῇ μεγάλῃ λέγων πᾶσι τοῖς ὀρνέοις τοῖς πετομένοις ἐν μεσουρανήματι Δεῦτε συνάχθητε εἰς τὸ δεῖπνον τὸ μέγα τοῦ θεοῦ,
Rev 19:18 ἵνα φάγητε σάρκας βασιλέων καὶ σάρκας χιλιάρχων καὶ σάρκας ἰσχυρῶν καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπ᾽ ⸂αὐτούς⸃, καὶ σάρκας πάντων ἐλευθέρων τε καὶ δούλων καὶ μικρῶν καὶ μεγάλων.
Rev 19:19 Καὶ εἶδον τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι τὸν πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ.
Rev 19:20 καὶ ἐπιάσθη τὸ θηρίον καὶ ⸂μετ᾽ αὐτοῦ⸃ ὁ ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησεν τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τῆς καιομένης ἐν θείῳ.
Rev 19:21 καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ, καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν.

  1. Westcott-Hort Greek NT, Revelation, Chapter 01

    CategoryRevelation
    Read More
  2. Westcott-Hort Greek NT, Revelation, Chapter 02

    CategoryRevelation
    Read More
  3. Westcott-Hort Greek NT, Revelation, Chapter 03

    CategoryRevelation
    Read More
  4. Westcott-Hort Greek NT, Revelation, Chapter 04

    CategoryRevelation
    Read More
  5. Westcott-Hort Greek NT, Revelation, Chapter 05

    CategoryRevelation
    Read More
  6. Westcott-Hort Greek NT, Revelation, Chapter 06

    CategoryRevelation
    Read More
  7. Westcott-Hort Greek NT, Revelation, Chapter 07

    CategoryRevelation
    Read More
  8. Westcott-Hort Greek NT, Revelation, Chapter 08

    CategoryRevelation
    Read More
  9. Westcott-Hort Greek NT, Revelation, Chapter 09

    CategoryRevelation
    Read More
  10. Westcott-Hort Greek NT, Revelation, Chapter 10

    CategoryRevelation
    Read More
  11. Westcott-Hort Greek NT, Revelation, Chapter 11

    CategoryRevelation
    Read More
  12. Westcott-Hort Greek NT, Revelation, Chapter 12

    CategoryRevelation
    Read More
  13. Westcott-Hort Greek NT, Revelation, Chapter 13

    CategoryRevelation
    Read More
  14. Westcott-Hort Greek NT, Revelation, Chapter 14

    CategoryRevelation
    Read More
  15. Westcott-Hort Greek NT, Revelation, Chapter 15

    CategoryRevelation
    Read More
  16. Westcott-Hort Greek NT, Revelation, Chapter 16

    CategoryRevelation
    Read More
  17. Westcott-Hort Greek NT, Revelation, Chapter 17

    CategoryRevelation
    Read More
  18. Westcott-Hort Greek NT, Revelation, Chapter 18

    CategoryRevelation
    Read More
  19. Westcott-Hort Greek NT, Revelation, Chapter 19

    CategoryRevelation
    Read More
  20. Westcott-Hort Greek NT, Revelation, Chapter 20

    CategoryRevelation
    Read More
  21. Westcott-Hort Greek NT, Revelation, Chapter 21

    CategoryRevelation
    Read More
  22. Westcott-Hort Greek NT, Revelation, Chapter 22

    CategoryRevelation
    Read More
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소