Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Rev 17:1 Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, καὶ ἐλάλησεν μετ᾽ ἐμοῦ λέγων Δεῦρο, δείξω σοι τὸ κρίμα τῆς πόρνης τῆς μεγάλης τῆς καθημένης ἐπὶ ὑδάτων πολλῶν,
Rev 17:2 μεθ᾽ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύσθησαν οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς.
Rev 17:3 καὶ ἀπήνεγκέν με εἰς ἔρημον ἐν πνεύματι. καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ θηρίον κόκκινον, γέμοντα ὀνόματα βλασφημίας, ⸂ἔχων⸃ κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα·
Rev 17:4 καὶ ἡ γυνὴ ἦν περιβεβλημένη πορφυροῦν καὶ κόκκινον, καὶ κεχρυσωμένη ⸂χρυσίῳ⸃ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα ποτήριον χρυσοῦν ἐν τῇ χειρὶ αὐτῆς ⸂γέμον⸃ βδελυγμάτων καὶ τὰ ἀκάθαρτα τῆς πορνείας αὐτῆς,
Rev 17:5 καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον, μυστήριον, Βαβυλὼν ἡ μεγάλη, ἡ μήτηρ τῶν πορνῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς.
Rev 17:6 καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν ἐκ τοῦ αἵματος τῶν ἁγίων καὶ ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ. Καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαῦμα μέγα·
Rev 17:7 καὶ εἶπέν μοι ὁ ἄγγελος Διὰ τί ἐθαύμασας; ⸂ἐγὼ ἐρῶ σοι⸃ τὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα·
Rev 17:8 τὸ θηρίον ὃ εἶδες ἦν καὶ οὐκ ἔστιν, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου, καὶ εἰς ἀπώλειαν ⸂ὑπάγει⸃· καὶ θαυμασθήσονται οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὸ ὄνομα ἐπὶ τὸ βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλεπόντων τὸ θηρίον ὅτι ἦν καὶ οὐκ ἔστιν καὶ πάρεσται.
Rev 17:9 Ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν. αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὄρη εἰσίν, ὅπου ἡ γυνὴ κάθηται ἐπ᾽ αὐτῶν. καὶ βασιλεῖς ἑπτά εἰσιν·
Rev 17:10 οἱ πέντε ἔπεσαν, ὁ εἷς ἔστιν, ὁ ἄλλος οὔπω ἦλθεν, καὶ ὅταν ἔλθῃ ὀλίγον αὐτὸν δεῖ ⸂μεῖναι,
Rev 17:11 καὶ τὸ θηρίον ὃ ἦν καὶ οὐκ ἔστιν.⸃ καὶ αὐτὸς ὄγδοός ἐστιν καὶ ἐκ τῶν ἑπτά ἐστιν, καὶ εἰς ἀπώλειαν ὑπάγει.
Rev 17:12 καὶ τὰ δέκα κέρατα ἃ εἶδες δέκα βασιλεῖς εἰσίν, οἵτινες βασιλείαν οὔπω ἔλαβον, ἀλλὰ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσιν μετὰ τοῦ θηρίου.
Rev 17:13 οὗτοι μίαν γνώμην ἔχουσιν, καὶ τὴν δύναμιν καὶ⸆ ἐξουσίαν αὐτῶν τῷ θηρίῳ διδόασιν.
Rev 17:14 οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσιν, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι κύριος κυρίων ἐστὶν καὶ βασιλεὺς βασιλέων, καὶ οἱ μετ᾽ αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί.
Rev 17:15 Καὶ λέγει μοι Τὰ ὕδατα ἃ εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ καὶ ὄχλοι εἰσὶν καὶ ἔθνη καὶ γλῶσσαι.
Rev 17:16 καὶ τὰ δέκα κέρατα ἃ εἶδες καὶ τὸ θηρίον, οὗτοι μισήσουσι τὴν πόρνην, καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ γυμνήν, καὶ τὰς σάρκας αὐτῆς φάγονται, καὶ αὐτὴν κατακαύσουσιν [ἐν] πυρί·
Rev 17:17 ὁ γὰρ θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ, καὶ ποιῆσαι μίαν γνώμην καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἄχρι τελεσθήσονται οἱ λόγοι τοῦ θεοῦ.
Rev 17:18 καὶ ἡ γυνὴ ἣν εἶδες ἔστιν ἡ πόλις ἡ μεγάλη ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς.

  1. Westcott-Hort Greek NT, Revelation, Chapter 01

    CategoryRevelation
    Read More
  2. Westcott-Hort Greek NT, Revelation, Chapter 02

    CategoryRevelation
    Read More
  3. Westcott-Hort Greek NT, Revelation, Chapter 03

    CategoryRevelation
    Read More
  4. Westcott-Hort Greek NT, Revelation, Chapter 04

    CategoryRevelation
    Read More
  5. Westcott-Hort Greek NT, Revelation, Chapter 05

    CategoryRevelation
    Read More
  6. Westcott-Hort Greek NT, Revelation, Chapter 06

    CategoryRevelation
    Read More
  7. Westcott-Hort Greek NT, Revelation, Chapter 07

    CategoryRevelation
    Read More
  8. Westcott-Hort Greek NT, Revelation, Chapter 08

    CategoryRevelation
    Read More
  9. Westcott-Hort Greek NT, Revelation, Chapter 09

    CategoryRevelation
    Read More
  10. Westcott-Hort Greek NT, Revelation, Chapter 10

    CategoryRevelation
    Read More
  11. Westcott-Hort Greek NT, Revelation, Chapter 11

    CategoryRevelation
    Read More
  12. Westcott-Hort Greek NT, Revelation, Chapter 12

    CategoryRevelation
    Read More
  13. Westcott-Hort Greek NT, Revelation, Chapter 13

    CategoryRevelation
    Read More
  14. Westcott-Hort Greek NT, Revelation, Chapter 14

    CategoryRevelation
    Read More
  15. Westcott-Hort Greek NT, Revelation, Chapter 15

    CategoryRevelation
    Read More
  16. Westcott-Hort Greek NT, Revelation, Chapter 16

    CategoryRevelation
    Read More
  17. Westcott-Hort Greek NT, Revelation, Chapter 17

    CategoryRevelation
    Read More
  18. Westcott-Hort Greek NT, Revelation, Chapter 18

    CategoryRevelation
    Read More
  19. Westcott-Hort Greek NT, Revelation, Chapter 19

    CategoryRevelation
    Read More
  20. Westcott-Hort Greek NT, Revelation, Chapter 20

    CategoryRevelation
    Read More
  21. Westcott-Hort Greek NT, Revelation, Chapter 21

    CategoryRevelation
    Read More
  22. Westcott-Hort Greek NT, Revelation, Chapter 22

    CategoryRevelation
    Read More
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소