Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Act 22:1 Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ ἀπολογίας.-
Act 22:2 ἀκούσαντες δὲ ὅτι τῇ Ἐβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς μᾶλλον παρέσχον ἡσυχίαν. καί φησιν-
Act 22:3 Ἐγώ εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ θεοῦ καθὼς πάντες ὑμεῖς ἐστὲ σήμερον,
Act 22:4 ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας,
Act 22:5 ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον· παρ᾽ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφοὺς εἰς Δαμασκὸν ἐπορευόμην ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἰερουσαλὴμ ἵνα τιμωρηθῶσιν.
Act 22:6 Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ,
Act 22:7 ἔπεσά τε εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνῆς λεγούσης μοι Σαούλ Σαούλ, τί με διώκεις;
Act 22:8 ἐγὼ δὲ ἀπεκρίθην Τίς εἶ, κύριε; εἶπέν τε πρὸς ἐμέ Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις.
Act 22:9 οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι.
Act 22:10 εἶπον δέ Τί ποιήσω, κύριε; ὁ δὲ κύριος εἶπεν πρός με Ἀναστὰς πορεύου εἰς Δαμασκόν, κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι.
Act 22:11 ὡς δὲ ⸂οὐκ ἐνέβλεπον⸃ ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι ἦλθον εἰς Δαμασκόν.
Act 22:12 Ἁνανίας δέ τις ἀνὴρ εὐλαβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων Ἰουδαίων,
Act 22:13 ἐλθὼν πρὸς ἐμὲ καὶ ἐπιστὰς εἶπέν μοι Σαοὺλ ἀδελφέ, ἀνάβλεψον· κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν.
Act 22:14 ὁ δὲ εἶπεν Ὁ θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ καὶ ἰδεῖν τὸν δίκαιον καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ,
Act 22:15 ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας.
Act 22:16 καὶ νῦν τί μέλλεις; ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου ἐπικαλεσάμενος τὸ ὄνομα αὐτοῦ.
Act 22:17 Ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἰερουσαλὴμ καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ γενέσθαι με ἐν ἐκστάσει
Act 22:18 καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι Σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἰερουσαλήμ, διότι οὐ παραδέξονταί σου μαρτυρίαν περὶ ἐμοῦ.
Act 22:19 κἀγὼ εἶπον Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ·
Act 22:20 καὶ ὅτε ἐξεχύννετο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν καὶ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν.
Act 22:21 καὶ εἶπεν πρός με Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ⸂ἐξαποστελῶ⸃ σε.
Act 22:22 Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον, οὐ γὰρ καθῆκεν αὐτὸν ζῇν.
Act 22:23 κραυγαζόντων τε αὐτῶν καὶ ῥιπτούντων τὰ ἱμάτια καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα
Act 22:24 ἐκέλευσεν ὁ χιλίαρχος εἰσάγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν, εἴπας μάστιξιν ἀνετάζεσθαι αὐτὸν ἵνα ἐπιγνῷ δι᾽ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ.
Act 22:25 ὡς δὲ προέτειναν αὐτὸν τοῖς ἱμᾶσιν εἶπεν πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος Εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν;
Act 22:26 ἀκούσας δὲ ὁ ἑκατοντάρχης προσελθὼν τῷ χιλιάρχῳ ἀπήγγειλεν λέγων Τί μέλλεις ποιεῖν; ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστιν.
Act 22:27 προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ Λέγε μοι, σὺ Ῥωμαῖος εἶ; ὁ δὲ ἔφη Ναί.
Act 22:28 ἀπεκρίθη δὲ ὁ χιλίαρχος Ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. ὁ δὲ Παῦλος ἔφη Ἐγὼ δὲ καὶ γεγέννημαι.
Act 22:29 εὐθέως οὖν ἀπέστησαν ἀπ᾽ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν· καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστιν καὶ ὅτι αὐτὸν ἦν δεδεκώς.
Act 22:30 Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλὲς τὸ τί κατηγορεῖται ὑπὸ τῶν Ἰουδαίων ἔλυσεν αὐτόν, καὶ ἐκέλευσεν συνελθεῖν τοὺς ἀρχιερεῖς καὶ πᾶν τὸ συνέδριον, καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς.

  1. No Image 16Dec
    by 한글모레
    in Acts

    Westcott-Hort Greek NT, Acts, Chapter 01

  2. No Image 16Dec
    by 한글모레
    in Acts

    Westcott-Hort Greek NT, Acts, Chapter 02

  3. No Image 16Dec
    by 한글모레
    in Acts

    Westcott-Hort Greek NT, Acts, Chapter 03

  4. No Image 16Dec
    by 한글모레
    in Acts

    Westcott-Hort Greek NT, Acts, Chapter 04

  5. No Image 16Dec
    by 한글모레
    in Acts

    Westcott-Hort Greek NT, Acts, Chapter 05

  6. No Image 16Dec
    by 한글모레
    in Acts

    Westcott-Hort Greek NT, Acts, Chapter 06

  7. No Image 16Dec
    by 한글모레
    in Acts

    Westcott-Hort Greek NT, Acts, Chapter 07

  8. No Image 16Dec
    by 한글모레
    in Acts

    Westcott-Hort Greek NT, Acts, Chapter 08

  9. No Image 16Dec
    by 한글모레
    in Acts

    Westcott-Hort Greek NT, Acts, Chapter 09

  10. No Image 16Dec
    by 한글모레
    in Acts

    Westcott-Hort Greek NT, Acts, Chapter 10

  11. No Image 16Dec
    by 한글모레
    in Acts

    Westcott-Hort Greek NT, Acts, Chapter 11

  12. No Image 16Dec
    by 한글모레
    in Acts

    Westcott-Hort Greek NT, Acts, Chapter 12

  13. No Image 16Dec
    by 한글모레
    in Acts

    Westcott-Hort Greek NT, Acts, Chapter 13

  14. No Image 16Dec
    by 한글모레
    in Acts

    Westcott-Hort Greek NT, Acts, Chapter 14

  15. No Image 16Dec
    by 한글모레
    in Acts

    Westcott-Hort Greek NT, Acts, Chapter 15

  16. No Image 16Dec
    by 한글모레
    in Acts

    Westcott-Hort Greek NT, Acts, Chapter 16

  17. No Image 16Dec
    by 한글모레
    in Acts

    Westcott-Hort Greek NT, Acts, Chapter 17

  18. No Image 16Dec
    by 한글모레
    in Acts

    Westcott-Hort Greek NT, Acts, Chapter 18

  19. No Image 16Dec
    by 한글모레
    in Acts

    Westcott-Hort Greek NT, Acts, Chapter 19

  20. No Image 16Dec
    by 한글모레
    in Acts

    Westcott-Hort Greek NT, Acts, Chapter 20

  21. No Image 16Dec
    by 한글모레
    in Acts

    Westcott-Hort Greek NT, Acts, Chapter 21

  22. No Image 16Dec
    by 한글모레
    in Acts

    Westcott-Hort Greek NT, Acts, Chapter 22

  23. No Image 16Dec
    by 한글모레
    in Acts

    Westcott-Hort Greek NT, Acts, Chapter 23

  24. No Image 16Dec
    by 한글모레
    in Acts

    Westcott-Hort Greek NT, Acts, Chapter 24

  25. No Image 16Dec
    by 한글모레
    in Acts

    Westcott-Hort Greek NT, Acts, Chapter 25

  26. No Image 16Dec
    by 한글모레
    in Acts

    Westcott-Hort Greek NT, Acts, Chapter 26

  27. No Image 16Dec
    by 한글모레
    in Acts

    Westcott-Hort Greek NT, Acts, Chapter 27

  28. No Image 16Dec
    by 한글모레
    in Acts

    Westcott-Hort Greek NT, Acts, Chapter 28

목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소