Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Joh 7:1 Καὶ μετὰ ταῦτα περιεπάτει [ὁ] Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ, οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι.
Joh 7:2 ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία.
Joh 7:3 εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ Μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσουσιν ⸂[σοῦ] τὰ ἔργα⸃ ἃ ποιεῖς·
Joh 7:4 οὐδεὶς γάρ τι ἐν κρυπτῷ ποιεῖ καὶ ζητεῖ ⸂αὐτὸς⸃ ἐν παρρησίᾳ εἶναι· εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ.
Joh 7:5 οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν.
Joh 7:6 λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος.
Joh 7:7 οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς, ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν.
Joh 7:8 ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτήν· ἐγὼ ⸂οὔπω⸃ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ ἐμὸς καιρὸς οὔπω πεπλήρωται.
Joh 7:9 ταῦτα δὲ εἰπὼν ⸂αὐτοῖς⸃ ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ.
Joh 7:10 Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ εἰς τὴν ἑορτήν, τότε καὶ αὐτὸς ἀνέβη, οὐ φανερῶς ἀλλὰ ὡς ἐν κρυπτῷ.
Joh 7:11 οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον Ποῦ ἐστὶν ἐκεῖνος;
Joh 7:12 καὶ γογγυσμὸς περὶ αὐτοῦ ἦν πολὺς ἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι Ἀγαθός ἐστιν, ἄλλοι [δὲ] ἔλεγον Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.
Joh 7:13 οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.
Joh 7:14 Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν.
Joh 7:15 ἐθαύμαζον οὖν οἱ Ἰουδαῖοι λέγοντες Πῶς οὗτος γράμματα οἶδεν μὴ μεμαθηκώς;
Joh 7:16 ἀπεκρίθη οὖν αὐτοῖς Ἰησοῦς καὶ εἶπεν Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντός με·
Joh 7:17 ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς πότερον ἐκ τοῦ θεοῦ ἐστὶν ἢ ἐγὼ ἀπ᾽ ἐμαυτοῦ λαλῶ.
Joh 7:18 ὁ ἀφ᾽ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν οὗτος ἀληθής ἐστιν καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν.
Joh 7:19 οὐ Μωυσῆς ⸂ἔδωκεν⸃ ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. τί με ζητεῖτε ἀποκτεῖναι;
Joh 7:20 ἀπεκρίθη ὁ ὄχλος Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι;
Joh 7:21 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε.
Joh 7:22 διὰ τοῦτο Μωυσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν,- οὐχ ὅτι ἐκ τοῦ Μωυσέως ἐστὶν ἀλλ᾽ ἐκ τῶν πατέρων,- καὶ [ἐν] σαββάτῳ περιτέμνετε ἄνθρωπον.
Joh 7:23 εἰ περιτομὴν λαμβάνει [ὁ] ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος Μωυσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ;
Joh 7:24 μὴ κρίνετε κατ᾽ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε.
Joh 7:25 Ἔλεγον οὖν τινὲς ἐκ τῶν Ἰεροσολυμειτῶν Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι;
Joh 7:26 καὶ ἴδε παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν· μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ὁ χριστός;
Joh 7:27 ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ χριστὸς ὅταν ἔρχηται οὐδεὶς γινώσκει πόθεν ἐστίν.
Joh 7:28 Ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων [ὁ] Ἰησοῦς καὶ λέγων Κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ᾽ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ᾽ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε·
Joh 7:29 ἐγὼ οἶδα αὐτόν, ὅτι παρ᾽ αὐτοῦ εἰμὶ κἀκεῖνός με ἀπέστειλεν.
Joh 7:30 Ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.
Joh 7:31 Ἐκ τοῦ ὄχλου δὲ πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, καὶ ἔλεγον Ὁ χριστὸς ὅταν ἔλθῃ μὴ πλείονα σημεῖα ποιήσει ὧν οὗτος ἐποίησεν;
Joh 7:32 Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα, καὶ ἀπέστειλαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας ἵνα πιάσωσιν αὐτόν.
Joh 7:33 εἶπεν οὖν ὁ Ἰησοῦς Ἔτι χρόνον μικρὸν μεθ᾽ ὑμῶν εἰμὶ καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με.
Joh 7:34 ζητήσετέ με καὶ οὐχ εὑρήσετέ με, καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.
Joh 7:35 εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας;
Joh 7:36 τίς ἐστιν ὁ λόγος οὗτος ὃν εἶπε Ζητήσετέ με καὶ οὐχ εὑρήσετέ με καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;
Joh 7:37 Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς ἱστήκει ὁ Ἰησοῦς, καὶ ἔκραξεν λέγων Ἐάν τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω.
Joh 7:38 ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.
Joh 7:39 Τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος ⸂οὗ⸃ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν· οὔπω γὰρ ἦν πνεῦμα, ὅτι Ἰησοῦς οὔπω ἐδοξάσθη.
Joh 7:40 Ἐκ τοῦ ὄχλου οὖν ἀκούσαντες τῶν λόγων τούτων ἔλεγον [ὅτι] Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης·
Joh 7:41 ἄλλοι ἔλεγον Οὗτός ἐστιν ὁ χριστός· οἱ δὲ ἔλεγον Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ χριστὸς ἔρχεται;
Joh 7:42 οὐχ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυείδ, καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης ὅπου ἦν Δαυείδ, ἔρχεται ὁ χριστός;
Joh 7:43 σχίσμα οὖν ἐγένετο ἐν τῷ ὄχλῳ δι᾽ αὐτόν.
Joh 7:44 τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ᾽ οὐδεὶς ἔβαλεν ἐπ᾽ αὐτὸν τὰς χεῖρας.
Joh 7:45 Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι Διὰ τί οὐκ ἠγάγετε αὐτόν;
Joh 7:46 ἀπεκρίθησαν οἱ ὑπηρέται Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος.
Joh 7:47 ἀπεκρίθησαν οὖν [αὐτοῖς] οἱ Φαρισαῖοι Μὴ καὶ ὑμεῖς πεπλάνησθε;
Joh 7:48 μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων;
Joh 7:49 ἀλλὰ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπάρατοί εἰσιν.
Joh 7:50 λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν πρὸς αὐτὸν πρότερον, εἷς ὢν ἐξ αὐτῶν
Joh 7:51 Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ πρῶτον παρ᾽ αὐτοῦ καὶ γνῷ τί ποιεῖ;
Joh 7:52 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐραύνησον καὶ ἴδε ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγείρεται.
Joh 7:53 [[Καὶ ἐπορεύθησαν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ,

List of Articles
번호 분류 제목
128 Romans Westcott-Hort Greek NT, Romans, Chapter 16
127 1 Corinthians Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 01
126 1 Corinthians Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 02
125 1 Corinthians Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 03
124 1 Corinthians Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 04
123 1 Corinthians Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 05
122 1 Corinthians Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 06
121 1 Corinthians Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 07
120 1 Corinthians Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 08
119 1 Corinthians Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 09
118 1 Corinthians Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 10
117 1 Corinthians Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 11
116 1 Corinthians Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 12
115 1 Corinthians Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 13
114 1 Corinthians Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 14
113 1 Corinthians Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 15
112 1 Corinthians Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 16
111 2 Corinthians Westcott-Hort Greek NT, 2 Corinthians, Chapter 01
110 2 Corinthians Westcott-Hort Greek NT, 2 Corinthians, Chapter 02
109 2 Corinthians Westcott-Hort Greek NT, 2 Corinthians, Chapter 03
108 2 Corinthians Westcott-Hort Greek NT, 2 Corinthians, Chapter 04
107 2 Corinthians Westcott-Hort Greek NT, 2 Corinthians, Chapter 05
106 2 Corinthians Westcott-Hort Greek NT, 2 Corinthians, Chapter 06
105 2 Corinthians Westcott-Hort Greek NT, 2 Corinthians, Chapter 07
104 2 Corinthians Westcott-Hort Greek NT, 2 Corinthians, Chapter 08
103 2 Corinthians Westcott-Hort Greek NT, 2 Corinthians, Chapter 09
102 2 Corinthians Westcott-Hort Greek NT, 2 Corinthians, Chapter 10
101 2 Corinthians Westcott-Hort Greek NT, 2 Corinthians, Chapter 11
100 2 Corinthians Westcott-Hort Greek NT, 2 Corinthians, Chapter 12
99 2 Corinthians Westcott-Hort Greek NT, 2 Corinthians, Chapter 13
98 Galatians Westcott-Hort Greek NT, Galatians, Chapter 01
97 Galatians Westcott-Hort Greek NT, Galatians, Chapter 02
96 Galatians Westcott-Hort Greek NT, Galatians, Chapter 03
95 Galatians Westcott-Hort Greek NT, Galatians, Chapter 04
94 Galatians Westcott-Hort Greek NT, Galatians, Chapter 05
93 Galatians Westcott-Hort Greek NT, Galatians, Chapter 06
92 Ephesians Westcott-Hort Greek NT, Ephesians, Chapter 01
91 Ephesians Westcott-Hort Greek NT, Ephesians, Chapter 02
90 Ephesians Westcott-Hort Greek NT, Ephesians, Chapter 03
89 Ephesians Westcott-Hort Greek NT, Ephesians, Chapter 04
88 Ephesians Westcott-Hort Greek NT, Ephesians, Chapter 05
87 Ephesians Westcott-Hort Greek NT, Ephesians, Chapter 06
86 Philippians Westcott-Hort Greek NT, Philippians, Chapter 01
85 Philippians Westcott-Hort Greek NT, Philippians, Chapter 02
84 Philippians Westcott-Hort Greek NT, Philippians, Chapter 03
83 Philippians Westcott-Hort Greek NT, Philippians, Chapter 04
82 Colossians Westcott-Hort Greek NT, Colossians, Chapter 01
81 Colossians Westcott-Hort Greek NT, Colossians, Chapter 02
80 Colossians Westcott-Hort Greek NT, Colossians, Chapter 03
79 Colossians Westcott-Hort Greek NT, Colossians, Chapter 04
78 1 Thessalonians Westcott-Hort Greek NT, 1 Thessalonians, Chapter 01
77 1 Thessalonians Westcott-Hort Greek NT, 1 Thessalonians, Chapter 02
76 1 Thessalonians Westcott-Hort Greek NT, 1 Thessalonians, Chapter 03
75 1 Thessalonians Westcott-Hort Greek NT, 1 Thessalonians, Chapter 04
74 1 Thessalonians Westcott-Hort Greek NT, 1 Thessalonians, Chapter 05
73 2 Thessalonians Westcott-Hort Greek NT, 2 Thessalonians, Chapter 01
72 2 Thessalonians Westcott-Hort Greek NT, 2 Thessalonians, Chapter 02
71 2 Thessalonians Westcott-Hort Greek NT, 2 Thessalonians, Chapter 03
70 1 Timothy Westcott-Hort Greek NT, 1 Timothy, Chapter 01
69 1 Timothy Westcott-Hort Greek NT, 1 Timothy, Chapter 02
68 1 Timothy Westcott-Hort Greek NT, 1 Timothy, Chapter 03
67 1 Timothy Westcott-Hort Greek NT, 1 Timothy, Chapter 04
66 1 Timothy Westcott-Hort Greek NT, 1 Timothy, Chapter 05
65 1 Timothy Westcott-Hort Greek NT, 1 Timothy, Chapter 06
64 2 Timothy Westcott-Hort Greek NT, 2 Timothy, Chapter 01
63 2 Timothy Westcott-Hort Greek NT, 2 Timothy, Chapter 02
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소