Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Joh 1:1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος.
Joh 1:2 Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν.
Joh 1:3 πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ⸂ἕν. ὃ γέγονεν
Joh 1:4 ἐν⸃ αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων·
Joh 1:5 καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.
Joh 1:6 Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάνης·
Joh 1:7 οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι᾽ αὐτοῦ.
Joh 1:8 οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ᾽ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.
Joh 1:9 Ἦν τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.
Joh 1:10 ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.
Joh 1:11 ⸂Εἰς⸃ τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.
Joh 1:12 ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ,
Joh 1:13 οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλ᾽ ἐκ θεοῦ ἐγεννήθησαν.
Joh 1:14 Καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας·
Joh 1:15 (Ἰωάνης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν ⸂λέγων- οὗτος ἦν ὁ εἰπών- Ὁ⸃ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν·)
Joh 1:16 ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος·
Joh 1:17 ὅτι ὁ νόμος διὰ Μωυσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.
Joh 1:18 θεὸν οὐδεὶς ἑώρακεν πώποτε· μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο.
Joh 1:19 Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάνου ὅτε ἀπέστειλαν πρὸς αὐτὸν οἱ Ἰουδαῖοι ἐξ Ἰεροσολύμων ἱερεῖς καὶ Λευείτας ἵνα ἐρωτήσωσιν αὐτόν Σὺ τίς εἶ;
Joh 1:20 καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν ὅτι Ἐγὼ οὐκ εἰμὶ ὁ χριστός.
Joh 1:21 καὶ ἠρώτησαν αὐτόν Τί ⸂οὖν; [σὺ] Ἠλείας⸃ εἶ; καὶ λέγει Οὐκ εἰμί. Ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη Οὔ.
Joh 1:22 εἶπαν οὖν αὐτῷ Τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ;
Joh 1:23 ἔφη Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Εὐθύνατε τὴν ὁδὸν Κυρίου, καθὼς εἶπεν Ἠσαίας ὁ προφήτης.
Joh 1:24 Καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων.
Joh 1:25 καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ Τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ χριστὸς οὐδὲ Ἠλείας οὐδὲ ὁ προφήτης;
Joh 1:26 ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάνης λέγων Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος ὑμῶν στήκει ὃν ὑμεῖς οὐκ οἴδατε,
Joh 1:27 ὀπίσω μου ἐρχόμενος, οὗ οὐκ εἰμὶ [ἐγὼ] ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.
Joh 1:28 Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν ὁ Ἰωάνης βαπτίζων.
Joh 1:29 Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.
Joh 1:30 οὗτός ἐστιν ὑπὲρ οὗ ἐγὼ εἶπον Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν·
Joh 1:31 κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ἵνα φανερωθῇ τῷ Ἰσραὴλ διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων.
Joh 1:32 Καὶ ἐμαρτύρησεν Ἰωάνης λέγων ὅτι Τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾽ αὐτόν·
Joh 1:33 κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν Ἐφ᾽ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾽ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ·
Joh 1:34 κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ.
Joh 1:35 Τῇ ἐπαύριον πάλιν ἱστήκει Ἰωάνης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο,
Joh 1:36 καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ.
Joh 1:37 καὶ ἤκουσαν οἱ δύο ⸂μαθηταὶ αὐτοῦ⸃ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ.
Joh 1:38 στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς Τί ζητεῖτε; οἱ δὲ εἶπαν αὐτῷ Ῥαββεί, (ὃ λέγεται μεθερμηνευόμενον Διδάσκαλε,) ποῦ μένεις;
Joh 1:39 λέγει αὐτοῖς Ἔρχεσθε καὶ ὄψεσθε. ἦλθαν οὖν καὶ εἶδαν ποῦ μένει, καὶ παρ᾽ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη.
Joh 1:40 Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάνου καὶ ἀκολουθησάντων αὐτῷ·
Joh 1:41 εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ Εὑρήκαμεν τὸν Μεσσίαν (ὅ ἐστιν μεθερμηνευόμενον Χριστός).
Joh 1:42 ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπεν Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωάνου, σὺ κληθήσῃ Κηφᾶς (ὃ ἑρμηνεύεται Πέτρος).
Joh 1:43 Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν. καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς Ἀκολούθει μοι.
Joh 1:44 ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαιδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.
Joh 1:45 εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ Ὃν ἔγραψεν Μωυσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ.
Joh 1:46 καὶ εἶπεν αὐτῷ Ναθαναήλ Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ ὁ Φίλιππος Ἔρχου καὶ ἴδε.
Joh 1:47 εἶδεν Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ Ἴδε ἀληθῶς Ἰσραηλείτης ἐν ᾧ δόλος οὐκ ἔστιν.
Joh 1:48 λέγει αὐτῷ Ναθαναήλ Πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε.
Joh 1:49 ἀπεκρίθη αὐτῷ Ναθαναήλ Ῥαββεί, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ βασιλεὺς εἶ τοῦ Ἰσραήλ.
Joh 1:50 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις; μείζω τούτων ὄψῃ.
Joh 1:51 καὶ λέγει αὐτῷ Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.

List of Articles
번호 분류 제목
128 Romans Westcott-Hort Greek NT, Romans, Chapter 11
127 Romans Westcott-Hort Greek NT, Romans, Chapter 10
126 Romans Westcott-Hort Greek NT, Romans, Chapter 09
125 Romans Westcott-Hort Greek NT, Romans, Chapter 08
124 Romans Westcott-Hort Greek NT, Romans, Chapter 07
123 Romans Westcott-Hort Greek NT, Romans, Chapter 06
122 Romans Westcott-Hort Greek NT, Romans, Chapter 05
121 Romans Westcott-Hort Greek NT, Romans, Chapter 04
120 Romans Westcott-Hort Greek NT, Romans, Chapter 03
119 Romans Westcott-Hort Greek NT, Romans, Chapter 02
118 Romans Westcott-Hort Greek NT, Romans, Chapter 01
117 Acts Westcott-Hort Greek NT, Acts, Chapter 28
116 Acts Westcott-Hort Greek NT, Acts, Chapter 27
115 Acts Westcott-Hort Greek NT, Acts, Chapter 26
114 Acts Westcott-Hort Greek NT, Acts, Chapter 25
113 Acts Westcott-Hort Greek NT, Acts, Chapter 24
112 Acts Westcott-Hort Greek NT, Acts, Chapter 23
111 Acts Westcott-Hort Greek NT, Acts, Chapter 22
110 Acts Westcott-Hort Greek NT, Acts, Chapter 21
109 Acts Westcott-Hort Greek NT, Acts, Chapter 20
108 Acts Westcott-Hort Greek NT, Acts, Chapter 19
107 Acts Westcott-Hort Greek NT, Acts, Chapter 18
106 Acts Westcott-Hort Greek NT, Acts, Chapter 17
105 Acts Westcott-Hort Greek NT, Acts, Chapter 16
104 Acts Westcott-Hort Greek NT, Acts, Chapter 15
103 Acts Westcott-Hort Greek NT, Acts, Chapter 14
102 Acts Westcott-Hort Greek NT, Acts, Chapter 13
101 Acts Westcott-Hort Greek NT, Acts, Chapter 12
100 Acts Westcott-Hort Greek NT, Acts, Chapter 11
99 Acts Westcott-Hort Greek NT, Acts, Chapter 10
98 Acts Westcott-Hort Greek NT, Acts, Chapter 09
97 Acts Westcott-Hort Greek NT, Acts, Chapter 08
96 Acts Westcott-Hort Greek NT, Acts, Chapter 07
95 Acts Westcott-Hort Greek NT, Acts, Chapter 06
94 Acts Westcott-Hort Greek NT, Acts, Chapter 05
93 Acts Westcott-Hort Greek NT, Acts, Chapter 04
92 Acts Westcott-Hort Greek NT, Acts, Chapter 03
91 Acts Westcott-Hort Greek NT, Acts, Chapter 02
90 Acts Westcott-Hort Greek NT, Acts, Chapter 01
89 John Westcott-Hort Greek NT, John, Chapter 21
88 John Westcott-Hort Greek NT, John, Chapter 20
87 John Westcott-Hort Greek NT, John, Chapter 19
86 John Westcott-Hort Greek NT, John, Chapter 18
85 John Westcott-Hort Greek NT, John, Chapter 17
84 John Westcott-Hort Greek NT, John, Chapter 16
83 John Westcott-Hort Greek NT, John, Chapter 15
82 John Westcott-Hort Greek NT, John, Chapter 14
81 John Westcott-Hort Greek NT, John, Chapter 13
80 John Westcott-Hort Greek NT, John, Chapter 12
79 John Westcott-Hort Greek NT, John, Chapter 11
78 John Westcott-Hort Greek NT, John, Chapter 10
77 John Westcott-Hort Greek NT, John, Chapter 09
76 John Westcott-Hort Greek NT, John, Chapter 08
75 John Westcott-Hort Greek NT, John, Chapter 07
74 John Westcott-Hort Greek NT, John, Chapter 06
73 John Westcott-Hort Greek NT, John, Chapter 05
72 John Westcott-Hort Greek NT, John, Chapter 04
71 John Westcott-Hort Greek NT, John, Chapter 03
70 John Westcott-Hort Greek NT, John, Chapter 02
» John Westcott-Hort Greek NT, John, Chapter 01
68 Luke Westcott-Hort Greek NT, Luke, Chapter 24
67 Luke Westcott-Hort Greek NT, Luke, Chapter 23
66 Luke Westcott-Hort Greek NT, Luke, Chapter 22
65 Luke Westcott-Hort Greek NT, Luke, Chapter 21
64 Luke Westcott-Hort Greek NT, Luke, Chapter 20
63 Luke Westcott-Hort Greek NT, Luke, Chapter 19
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소