Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Luk 24:1 τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέως ἐπὶ τὸ μνῆμα ἦλθαν φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα.
Luk 24:2 εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου,
Luk 24:3 εἰσελθοῦσαι δὲ οὐχ εὗρον τὸ σῶμα [[τοῦ κυρίου Ἰησοῦ]].
Luk 24:4 καὶ ἐγένετο ἐν τῷ ἀπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθῆτι ἀστραπτούσῃ.
Luk 24:5 ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὰ πρόσωπα εἰς τὴν γῆν εἶπαν πρὸς αὐτάς Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;
Luk 24:6 [[οὐκ ἔστιν ὧδε, ἀλλὰ ἠγέρθη.]] μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ,
Luk 24:7 λέγων τὸν υἱὸν τοῦ ἀνθρώπου ὅτι δεῖ παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι.
Luk 24:8 καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ,
Luk 24:9 καὶ ὑποστρέψασαι [ἀπὸ τοῦ μνημείου] ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσιν τοῖς λοιποῖς.
Luk 24:10 ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάνα καὶ Μαρία ἡ Ἰακώβου· καὶ αἱ λοιπαὶ σὺν αὐταῖς ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα.
Luk 24:11 καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα ταῦτα, καὶ ἠπίστουν αὐταῖς.
Luk 24:12 [[Ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον· καὶ παρακύψας βλέπει τὰ ὀθόνια μόνα· καὶ ἀπῆλθεν πρὸς αὑτὸν θαυμάζων τὸ γεγονός.]]
Luk 24:13 Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἐν αὐτῇ τῇ ἡμέρᾳ ἦσαν πορευόμενοι εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἰερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς,
Luk 24:14 καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων.
Luk 24:15 καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συνζητεῖν [καὶ] αὐτὸς Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς,
Luk 24:16 οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν.
Luk 24:17 εἶπεν δὲ πρὸς αὐτούς Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες; καὶ ἐστάθησαν σκυθρωποί.
Luk 24:18 ἀποκριθεὶς δὲ εἷς ὀνόματι Κλεόπας εἶπεν πρὸς αὐτόν Σὺ μόνος παροικεῖς Ἰερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις;
Luk 24:19 καὶ εἶπεν αὐτοῖς Ποῖα; οἱ δὲ εἶπαν αὐτῷ Τὰ περὶ Ἰησοῦ τοῦ Ναζαρηνοῦ, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ,
Luk 24:20 ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν.
Luk 24:21 ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ· ἀλλά γε καὶ σὺν πᾶσιν τούτοις τρίτην ταύτην ἡμέραν ἄγει ἀφ᾽ οὗ ταῦτα ἐγένετο.
Luk 24:22 ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι ὀρθριναὶ ἐπὶ τὸ μνημεῖον
Luk 24:23 καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθαν λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῇν.
Luk 24:24 καὶ ἀπῆλθάν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτως καθὼς αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον.
Luk 24:25 καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται·
Luk 24:26 οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ;
Luk 24:27 καὶ ἀρξάμενος ἀπὸ Μωυσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν διερμήνευσεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ.
Luk 24:28 Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς προσεποιήσατο πορρώτερον πορεύεσθαι.
Luk 24:29 καὶ παρεβιάσαντο αὐτὸν λέγοντες Μεῖνον μεθ᾽ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶν καὶ κέκλικεν ἤδη ἡ ἡμέρα. καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς.
Luk 24:30 Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾽ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησεν καὶ κλάσας ἐπεδίδου αὐτοῖς·
Luk 24:31 αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾽ αὐτῶν.
Luk 24:32 καὶ εἶπαν πρὸς ἀλλήλους Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν⸆ ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς;
Luk 24:33 Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἰερουσαλήμ, καὶ εὗρον ἠθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς,
Luk 24:34 λέγοντας ὅτι ὄντως ἠγέρθη ὁ κύριος καὶ ὤφθη Σίμωνι.
Luk 24:35 καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.
Luk 24:36 Ταῦτα δὲ αὐτῶν λαλούντων αὐτὸς ἔστη ἐν μέσῳ αὐτῶν [[καὶ λέγει αὐτοῖς Εἰρήνη ὑμῖν]].
Luk 24:37 ⸂πτοηθέντες⸃ δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν.
Luk 24:38 καὶ εἶπεν αὐτοῖς Τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν τῇ καρδίᾳ ὑμῶν;
Luk 24:39 ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου ὅτι ἐγώ εἰμι αὐτός· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.
Luk 24:40 [[καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.]]
Luk 24:41 Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς Ἔχετέ τι βρώσιμον ἐνθάδε;
Luk 24:42 οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος·
Luk 24:43 καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.
Luk 24:44 Εἶπεν δὲ πρὸς αὐτούς Οὗτοι οἱ λόγοι μου οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσέως καὶ τοῖς προφήταις καὶ Ψαλμοῖς περὶ ἐμοῦ.
Luk 24:45 τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς.
Luk 24:46 καὶ εἶπεν αὐτοῖς ὅτι οὕτως γέγραπται παθεῖν τὸν χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ,
Luk 24:47 καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν ⸂εἰς⸃ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ⸂ἔθνη,- ἀρξάμενοι ἀπὸ Ἰερουσαλήμ·
Luk 24:48 ὑμεῖς⸃ μάρτυρες τούτων.
Luk 24:49 καὶ ἰδοὺ ἐγὼ ἐξαποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ᾽ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει ἕως οὗ ἐνδύσησθε ἐξ ὕψους δύναμιν.
Luk 24:50 Ἐξήγαγεν δὲ αὐτοὺς ἕως πρὸς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς.
Luk 24:51 καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ᾽ αὐτῶν [[καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν]].
Luk 24:52 καὶ αὐτοὶ [[προσκυνήσαντες αὐτὸν]] ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ μετὰ χαρᾶς μεγάλης,
Luk 24:53 καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ εὐλογοῦντες τὸν θεόν.

List of Articles
번호 분류 제목
128 Romans Westcott-Hort Greek NT, Romans, Chapter 16
127 1 Corinthians Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 01
126 1 Corinthians Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 02
125 1 Corinthians Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 03
124 1 Corinthians Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 04
123 1 Corinthians Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 05
122 1 Corinthians Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 06
121 1 Corinthians Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 07
120 1 Corinthians Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 08
119 1 Corinthians Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 09
118 1 Corinthians Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 10
117 1 Corinthians Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 11
116 1 Corinthians Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 12
115 1 Corinthians Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 13
114 1 Corinthians Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 14
113 1 Corinthians Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 15
112 1 Corinthians Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 16
111 2 Corinthians Westcott-Hort Greek NT, 2 Corinthians, Chapter 01
110 2 Corinthians Westcott-Hort Greek NT, 2 Corinthians, Chapter 02
109 2 Corinthians Westcott-Hort Greek NT, 2 Corinthians, Chapter 03
108 2 Corinthians Westcott-Hort Greek NT, 2 Corinthians, Chapter 04
107 2 Corinthians Westcott-Hort Greek NT, 2 Corinthians, Chapter 05
106 2 Corinthians Westcott-Hort Greek NT, 2 Corinthians, Chapter 06
105 2 Corinthians Westcott-Hort Greek NT, 2 Corinthians, Chapter 07
104 2 Corinthians Westcott-Hort Greek NT, 2 Corinthians, Chapter 08
103 2 Corinthians Westcott-Hort Greek NT, 2 Corinthians, Chapter 09
102 2 Corinthians Westcott-Hort Greek NT, 2 Corinthians, Chapter 10
101 2 Corinthians Westcott-Hort Greek NT, 2 Corinthians, Chapter 11
100 2 Corinthians Westcott-Hort Greek NT, 2 Corinthians, Chapter 12
99 2 Corinthians Westcott-Hort Greek NT, 2 Corinthians, Chapter 13
98 Galatians Westcott-Hort Greek NT, Galatians, Chapter 01
97 Galatians Westcott-Hort Greek NT, Galatians, Chapter 02
96 Galatians Westcott-Hort Greek NT, Galatians, Chapter 03
95 Galatians Westcott-Hort Greek NT, Galatians, Chapter 04
94 Galatians Westcott-Hort Greek NT, Galatians, Chapter 05
93 Galatians Westcott-Hort Greek NT, Galatians, Chapter 06
92 Ephesians Westcott-Hort Greek NT, Ephesians, Chapter 01
91 Ephesians Westcott-Hort Greek NT, Ephesians, Chapter 02
90 Ephesians Westcott-Hort Greek NT, Ephesians, Chapter 03
89 Ephesians Westcott-Hort Greek NT, Ephesians, Chapter 04
88 Ephesians Westcott-Hort Greek NT, Ephesians, Chapter 05
87 Ephesians Westcott-Hort Greek NT, Ephesians, Chapter 06
86 Philippians Westcott-Hort Greek NT, Philippians, Chapter 01
85 Philippians Westcott-Hort Greek NT, Philippians, Chapter 02
84 Philippians Westcott-Hort Greek NT, Philippians, Chapter 03
83 Philippians Westcott-Hort Greek NT, Philippians, Chapter 04
82 Colossians Westcott-Hort Greek NT, Colossians, Chapter 01
81 Colossians Westcott-Hort Greek NT, Colossians, Chapter 02
80 Colossians Westcott-Hort Greek NT, Colossians, Chapter 03
79 Colossians Westcott-Hort Greek NT, Colossians, Chapter 04
78 1 Thessalonians Westcott-Hort Greek NT, 1 Thessalonians, Chapter 01
77 1 Thessalonians Westcott-Hort Greek NT, 1 Thessalonians, Chapter 02
76 1 Thessalonians Westcott-Hort Greek NT, 1 Thessalonians, Chapter 03
75 1 Thessalonians Westcott-Hort Greek NT, 1 Thessalonians, Chapter 04
74 1 Thessalonians Westcott-Hort Greek NT, 1 Thessalonians, Chapter 05
73 2 Thessalonians Westcott-Hort Greek NT, 2 Thessalonians, Chapter 01
72 2 Thessalonians Westcott-Hort Greek NT, 2 Thessalonians, Chapter 02
71 2 Thessalonians Westcott-Hort Greek NT, 2 Thessalonians, Chapter 03
70 1 Timothy Westcott-Hort Greek NT, 1 Timothy, Chapter 01
69 1 Timothy Westcott-Hort Greek NT, 1 Timothy, Chapter 02
68 1 Timothy Westcott-Hort Greek NT, 1 Timothy, Chapter 03
67 1 Timothy Westcott-Hort Greek NT, 1 Timothy, Chapter 04
66 1 Timothy Westcott-Hort Greek NT, 1 Timothy, Chapter 05
65 1 Timothy Westcott-Hort Greek NT, 1 Timothy, Chapter 06
64 2 Timothy Westcott-Hort Greek NT, 2 Timothy, Chapter 01
63 2 Timothy Westcott-Hort Greek NT, 2 Timothy, Chapter 02
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소