Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Luk 14:1 Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων [τῶν] Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν.
Luk 14:2 καὶ ἰδοὺ ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ.
Luk 14:3 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων Ἔξεστιν τῷ σαββάτῳ θεραπεῦσαι ἢ οὔ;
Luk 14:4 οἱ δὲ ἡσύχασαν. καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσεν.
Luk 14:5 καὶ πρὸς αὐτοὺς εἶπεν Τίνος ὑμῶν υἱὸς ἢ βοῦς εἰς φρέαρ πεσεῖται, καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ἐν ἡμέρᾳ τοῦ σαββάτου;
Luk 14:6 καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι πρὸς ταῦτα.
Luk 14:7 Ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς
Luk 14:8 Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπ᾽ αὐτοῦ,
Luk 14:9 καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι Δὸς τούτῳ τόπον, καὶ τότε ἄρξῃ μετὰ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν.
Luk 14:10 ἀλλ᾽ ὅταν κληθῇς πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε ἐρεῖ σοι Φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον πάντων τῶν συνανακειμένων σοι.
Luk 14:11 ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
Luk 14:12 Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοὶ ἀντικαλέσωσίν σε καὶ γένηται ἀνταπόδομά σοι.
Luk 14:13 ἀλλ᾽ ὅταν δοχὴν ποιῇς, κάλει πτωχούς, ἀναπείρους, χωλούς, τυφλούς·
Luk 14:14 καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι, ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.
Luk 14:15 Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ Μακάριος ὅστις φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.
Luk 14:16 ὁ δὲ εἶπεν αὐτῷ Ἄνθρωπός τις ἐποίει δεῖπνον μέγα, καὶ ἐκάλεσεν πολλούς,
Luk 14:17 καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις ⸂Ἔρχεσθε⸃ ὅτι ἤδη ἕτοιμά ⸂ἐστιν⸃.
Luk 14:18 καὶ ἤρξαντο ἀπὸ μιᾶς πάντες παραιτεῖσθαι. ὁ πρῶτος εἶπεν αὐτῷ Ἀγρὸν ἠγόρασα καὶ ἔχω ἀνάγκην ἐξελθὼν ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον.
Luk 14:19 καὶ ἕτερος εἶπεν Ζεύγη βοῶν ἠγόρασα πέντε καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον.
Luk 14:20 καὶ ἕτερος εἶπεν Γυναῖκα ἔγημα καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν.
Luk 14:21 καὶ παραγενόμενος ὁ δοῦλος ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπείρους καὶ τυφλοὺς καὶ χωλοὺς εἰσάγαγε ὧδε.
Luk 14:22 καὶ εἶπεν ὁ δοῦλος Κύριε, γέγονεν ὃ ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν.
Luk 14:23 καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ μου ὁ οἶκος·
Luk 14:24 λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου.
Luk 14:25 Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί, καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς
Luk 14:26 Εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα ἑαυτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι τε καὶ τὴν ψυχὴν ἑαυτοῦ, οὐ δύναται εἶναί μου μαθητής.
Luk 14:27 ὅστις οὐ βαστάζει τὸν σταυρὸν ἑαυτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής.
Luk 14:28 τίς γὰρ ἐξ ὑμῶν θέλων πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει εἰς ἀπαρτισμόν;
Luk 14:29 ἵνα μήποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι πάντες οἱ θεωροῦντες ἄρξωνται αὐτῷ ἐμπαίζειν
Luk 14:30 λέγοντες ὅτι Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι.
Luk 14:31 ἢ τίς βασιλεὺς πορευόμενος ἑτέρῳ βασιλεῖ συνβαλεῖν εἰς πόλεμον οὐχὶ καθίσας πρῶτον βουλεύσεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ὑπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ᾽ αὐτόν;
Luk 14:32 εἰ δὲ μήγε, ἔτι αὐτοῦ πόρρω ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ ⸂πρὸς⸃ εἰρήνην.
Luk 14:33 οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν οὐ δύναται εἶναί μου μαθητής.
Luk 14:34 Καλὸν οὖν τὸ ἅλας· ἐὰν δὲ καὶ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται;
Luk 14:35 οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.

List of Articles
번호 분류 제목
62 Luke Westcott-Hort Greek NT, Luke, Chapter 18
61 Luke Westcott-Hort Greek NT, Luke, Chapter 17
60 Luke Westcott-Hort Greek NT, Luke, Chapter 16
59 Luke Westcott-Hort Greek NT, Luke, Chapter 15
» Luke Westcott-Hort Greek NT, Luke, Chapter 14
57 Luke Westcott-Hort Greek NT, Luke, Chapter 13
56 Luke Westcott-Hort Greek NT, Luke, Chapter 12
55 Luke Westcott-Hort Greek NT, Luke, Chapter 11
54 Luke Westcott-Hort Greek NT, Luke, Chapter 10
53 Luke Westcott-Hort Greek NT, Luke, Chapter 09
52 Luke Westcott-Hort Greek NT, Luke, Chapter 08
51 Luke Westcott-Hort Greek NT, Luke, Chapter 07
50 Luke Westcott-Hort Greek NT, Luke, Chapter 06
49 Luke Westcott-Hort Greek NT, Luke, Chapter 05
48 Luke Westcott-Hort Greek NT, Luke, Chapter 04
47 Luke Westcott-Hort Greek NT, Luke, Chapter 03
46 Luke Westcott-Hort Greek NT, Luke, Chapter 02
45 Luke Westcott-Hort Greek NT, Luke, Chapter 01
44 Mark Westcott-Hort Greek NT, Mark, Chapter 16
43 Mark Westcott-Hort Greek NT, Mark, Chapter 15
42 Mark Westcott-Hort Greek NT, Mark, Chapter 14
41 Mark Westcott-Hort Greek NT, Mark, Chapter 13
40 Mark Westcott-Hort Greek NT, Mark, Chapter 12
39 Mark Westcott-Hort Greek NT, Mark, Chapter 11
38 Mark Westcott-Hort Greek NT, Mark, Chapter 10
37 Mark Westcott-Hort Greek NT, Mark, Chapter 09
36 Mark Westcott-Hort Greek NT, Mark, Chapter 08
35 Mark Westcott-Hort Greek NT, Mark, Chapter 07
34 Mark Westcott-Hort Greek NT, Mark, Chapter 06
33 Mark Westcott-Hort Greek NT, Mark, Chapter 05
32 Mark Westcott-Hort Greek NT, Mark, Chapter 04
31 Mark Westcott-Hort Greek NT, Mark, Chapter 03
30 Mark Westcott-Hort Greek NT, Mark, Chapter 02
29 Mark Westcott-Hort Greek NT, Mark, Chapter 01
28 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 28
27 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 27
26 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 26
25 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 25
24 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 24
23 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 23
22 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 22
21 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 21
20 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 20
19 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 19
18 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 18
17 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 17
16 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 16
15 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 15
14 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 14
13 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 13
12 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 12
11 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 11
10 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 10
9 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 09
8 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 08
7 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 07
6 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 06
5 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 05
4 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 04
3 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 03
2 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 02
1 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 01
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소