Luk 3:2 ἐπὶ ἀρχιερέως Ἅννα καὶ Καιάφα, ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάνην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ.
Luk 3:3 καὶ ἦλθεν εἰς πᾶσαν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν,
Luk 3:4 ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἠσαίου τοῦ προφήτου Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
Luk 3:5 πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθείας καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας·
Luk 3:6 καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ.
Luk 3:7 Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ᾽ αὐτοῦ Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;
Luk 3:8 ποιήσατε οὖν ⸂καρποὺς ἀξίους⸃ τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς Πατέρα ἔχομεν τὸν Ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.
Luk 3:9 ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν [καλὸν] ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
Luk 3:10 καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες Τί οὖν ποιήσωμεν;
Luk 3:11 ἀποκριθεὶς δὲ ἔλεγεν αὐτοῖς Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι, καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω.
Luk 3:12 ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι καὶ εἶπαν πρὸς αὐτόν Διδάσκαλε, τί ποιήσωμεν;
Luk 3:13 ὁ δὲ εἶπεν πρὸς αὐτούς Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε.
Luk 3:14 ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες Τί ποιήσωμεν καὶ ἡμεῖς; καὶ εἶπεν αὐτοῖς Μηδένα διασείσητε μηδὲ συκοφαντήσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.
Luk 3:15 Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάνου, μήποτε αὐτὸς εἴη ὁ χριστός,
Luk 3:16 ἀπεκρίνατο λέγων πᾶσιν ὁ Ἰωάνης Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί·
Luk 3:17 οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ διακαθᾶραι τὴν ἅλωνα αὐτοῦ καὶ συναγαγεῖν τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
Luk 3:18 Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαόν·
Luk 3:19 ὁ δὲ Ἡρῴδης ὁ τετραάρχης, ἐλεγχόμενος ὑπ᾽ αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησεν πονηρῶν ὁ Ἡρῴδης,
Luk 3:20 προσέθηκεν καὶ τοῦτο ἐπὶ πᾶσιν, κατέκλεισεν τὸν Ἰωάνην ἐν φυλακῇ.
Luk 3:21 Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν
Luk 3:22 καὶ καταβῆναι τὸ πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει ὡς περιστερὰν ἐπ᾽ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.
Luk 3:23 Καὶ αὐτὸς ἦν Ἰησοῦς ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα, ὢν υἱός, ὡς ἐνομίζετο, Ἰωσήφ τοῦ Ἡλεί
Luk 3:24 τοῦ Ματθάτ τοῦ Λευεί τοῦ Μελχεί τοῦ Ἰανναί τοῦ Ἰωσήφ
Luk 3:25 τοῦ Ματταθίου τοῦ Ἀμώς τοῦ Ναούμ τοῦ Ἐσλεί τοῦ Ναγγαί
Luk 3:26 τοῦ Μαάθ τοῦ Ματταθίου τοῦ Σεμεείν τοῦ Ἰωσήχ τοῦ Ἰωδά
Luk 3:27 τοῦ Ἰωανάν τοῦ Ῥησά τοῦ Ζοροβάβελ τοῦ Σαλαθιήλ τοῦ Νηρεί
Luk 3:28 τοῦ Μελχεί τοῦ Ἀδδεί τοῦ Κωσάμ τοῦ Ἐλμαδάμ τοῦ Ἤρ
Luk 3:29 τοῦ Ἰησοῦ τοῦ Ἐλιέζερ τοῦ Ἰωρείμ τοῦ Μαθθάτ τοῦ Λευεί
Luk 3:30 τοῦ Συμεών τοῦ Ἰούδα τοῦ Ἰωσήφ τοῦ Ἰωνάμ τοῦ Ἐλιακείμ
Luk 3:31 τοῦ Μελεά τοῦ Μεννά τοῦ Ματταθά τοῦ Ναθάμ τοῦ Δαυείδ
Luk 3:32 τοῦ Ἰεσσαί τοῦ Ἰωβήλ τοῦ Βοός τοῦ Σαλά τοῦ Ναασσών
Luk 3:33 τοῦ ⸂Ἀδμείν⸃ τοῦ Ἀρνεί τοῦ Ἑσρών τοῦ Φαρές τοῦ Ἰούδα
Luk 3:34 τοῦ Ἰακώβ τοῦ Ἰσαάκ τοῦ Ἀβραάμ τοῦ Θαρά τοῦ Ναχώρ
Luk 3:35 τοῦ Σερούχ τοῦ Ῥαγαύ τοῦ Φάλεκ τοῦ Ἔβερ τοῦ Σαλά
Luk 3:36 τοῦ Καινάμ τοῦ Ἀρφαξάδ τοῦ Σήμ τοῦ Νῶε τοῦ Λάμεχ
Luk 3:37 τοῦ Μαθουσαλά τοῦ Ἑνώχ τοῦ Ἰάρετ τοῦ Μαλελεήλ τοῦ Καινάμ
Luk 3:38 τοῦ Ἐνώς τοῦ Σήθ τοῦ Ἀδάμ τοῦ θεοῦ.
Previous
List