Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Mat 25:1 Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν ἐξῆλθον εἰς ὑπάντησιν τοῦ νυμφίου.
Mat 25:2 πέντε δὲ ἐξ αὐτῶν ἦσαν μωραὶ καὶ πέντε φρόνιμοι·
Mat 25:3 αἱ γὰρ μωραὶ λαβοῦσαι τὰς λαμπάδας [αὐτῶν] οὐκ ἔλαβον μεθ᾽ ἑαυτῶν ἔλαιον·
Mat 25:4 αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις μετὰ τῶν λαμπάδων ἑαυτῶν.
Mat 25:5 χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον.
Mat 25:6 μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν Ἰδοὺ ὁ νυμφίος, ἐξέρχεσθε εἰς ἀπάντησιν.
Mat 25:7 τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας ἑαυτῶν.
Mat 25:8 αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπαν Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται.
Mat 25:9 ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι Μήποτε ⸂οὐ μὴ⸃ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς.
Mat 25:10 ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾽ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα.
Mat 25:11 ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι Κύριε κύριε, ἄνοιξον ἡμῖν·
Mat 25:12 ὁ δὲ ἀποκριθεὶς εἶπεν Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς.
Mat 25:13 Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν.
Mat 25:14 Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσεν τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ,
Mat 25:15 καὶ ᾧ μὲν ἔδωκεν πέντε τάλαντα ᾧ δὲ δύο ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν. εὐθέως
Mat 25:16 πορευθεὶς ὁ τὰ πέντε τάλαντα λαβὼν ἠργάσατο ἐν αὐτοῖς καὶ ἐκέρδησεν ἄλλα πέντε·
Mat 25:17 ὡσαύτως⸆ ὁ τὰ δύο ἐκέρδησεν ἄλλα δύο·
Mat 25:18 ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν γῆν καὶ ἔκρυψεν τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ.
Mat 25:19 μετὰ δὲ πολὺν χρόνον ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει λόγον μετ᾽ αὐτῶν.
Mat 25:20 καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων Κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα.
Mat 25:21 ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.
Mat 25:22 προσελθὼν καὶ ὁ τὰ δύο τάλαντα εἶπεν Κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα.
Mat 25:23 ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ⸂ἦς πιστός⸃, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.
Mat 25:24 προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν Κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας·
Mat 25:25 καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν.
Mat 25:26 ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ Πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα;
Mat 25:27 ἔδει σε οὖν βαλεῖν τὰ ἀργύριά μου τοῖς τραπεζείταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ.
Mat 25:28 ἄρατε οὖν ἀπ᾽ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα·
Mat 25:29 τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται· τοῦ δὲ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ.
Mat 25:30 καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
Mat 25:31 Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἄγγελοι μετ᾽ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ,
Mat 25:32 καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφορίσει αὐτοὺς ἀπ᾽ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων,
Mat 25:33 καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων.
Mat 25:34 τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ Δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου·
Mat 25:35 ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με,
Mat 25:36 γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθατε πρός με.
Mat 25:37 τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες Κύριε, πότε σε εἴδαμεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν;
Mat 25:38 πότε δέ σε εἴδαμεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν;
Mat 25:39 πότε δέ σε εἴδομεν ἀσθενοῦντα ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε;
Mat 25:40 καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς Ἀμὴν λέγω ὑμῖν, ἐφ᾽ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.
Mat 25:41 τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων Πορεύεσθε ἀπ᾽ ἐμοῦ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ·
Mat 25:42 ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, [καὶ] ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με,
Mat 25:43 ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με.
Mat 25:44 τότε ἀποκριθήσονται καὶ αὐτοὶ λέγοντες Κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι;
Mat 25:45 τότε ἀποκριθήσεται αὐτοῖς λέγων Ἀμὴν λέγω ὑμῖν, ἐφ᾽ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε.
Mat 25:46 καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.

List of Articles
번호 분류 제목
260 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 22
259 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 21
258 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 20
257 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 19
256 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 18
255 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 17
254 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 16
253 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 15
252 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 14
251 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 13
250 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 12
249 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 11
248 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 10
247 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 09
246 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 08
245 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 07
244 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 06
243 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 05
242 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 04
241 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 03
240 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 02
239 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 01
238 Jude Westcott-Hort Greek NT, Jude, Chapter 01
237 3 John Westcott-Hort Greek NT, 3 John, Chapter 01
236 2 John Westcott-Hort Greek NT, 2 John, Chapter 01
235 1 John Westcott-Hort Greek NT, 1 John, Chapter 05
234 1 John Westcott-Hort Greek NT, 1 John, Chapter 04
233 1 John Westcott-Hort Greek NT, 1 John, Chapter 03
232 1 John Westcott-Hort Greek NT, 1 John, Chapter 02
231 1 John Westcott-Hort Greek NT, 1 John, Chapter 01
230 2 Peter Westcott-Hort Greek NT, 2 Peter, Chapter 03
229 2 Peter Westcott-Hort Greek NT, 2 Peter, Chapter 02
228 2 Peter Westcott-Hort Greek NT, 2 Peter, Chapter 01
227 1 Peter Westcott-Hort Greek NT, 1 Peter, Chapter 05
226 1 Peter Westcott-Hort Greek NT, 1 Peter, Chapter 04
225 1 Peter Westcott-Hort Greek NT, 1 Peter, Chapter 03
224 1 Peter Westcott-Hort Greek NT, 1 Peter, Chapter 02
223 1 Peter Westcott-Hort Greek NT, 1 Peter, Chapter 01
222 James Westcott-Hort Greek NT, James, Chapter 05
221 James Westcott-Hort Greek NT, James, Chapter 04
220 James Westcott-Hort Greek NT, James, Chapter 03
219 James Westcott-Hort Greek NT, James, Chapter 02
218 James Westcott-Hort Greek NT, James, Chapter 01
217 Hebrews Westcott-Hort Greek NT, Hebrews, Chapter 13
216 Hebrews Westcott-Hort Greek NT, Hebrews, Chapter 12
215 Hebrews Westcott-Hort Greek NT, Hebrews, Chapter 11
214 Hebrews Westcott-Hort Greek NT, Hebrews, Chapter 10
213 Hebrews Westcott-Hort Greek NT, Hebrews, Chapter 09
212 Hebrews Westcott-Hort Greek NT, Hebrews, Chapter 08
211 Hebrews Westcott-Hort Greek NT, Hebrews, Chapter 07
210 Hebrews Westcott-Hort Greek NT, Hebrews, Chapter 06
209 Hebrews Westcott-Hort Greek NT, Hebrews, Chapter 05
208 Hebrews Westcott-Hort Greek NT, Hebrews, Chapter 04
207 Hebrews Westcott-Hort Greek NT, Hebrews, Chapter 03
206 Hebrews Westcott-Hort Greek NT, Hebrews, Chapter 02
205 Hebrews Westcott-Hort Greek NT, Hebrews, Chapter 01
204 Philemon Westcott-Hort Greek NT, Philemon, Chapter 01
203 Titus Westcott-Hort Greek NT, Titus, Chapter 03
202 Titus Westcott-Hort Greek NT, Titus, Chapter 02
201 Titus Westcott-Hort Greek NT, Titus, Chapter 01
200 2 Timothy Westcott-Hort Greek NT, 2 Timothy, Chapter 04
199 2 Timothy Westcott-Hort Greek NT, 2 Timothy, Chapter 03
198 2 Timothy Westcott-Hort Greek NT, 2 Timothy, Chapter 02
197 2 Timothy Westcott-Hort Greek NT, 2 Timothy, Chapter 01
196 1 Timothy Westcott-Hort Greek NT, 1 Timothy, Chapter 06
195 1 Timothy Westcott-Hort Greek NT, 1 Timothy, Chapter 05
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소