Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Mat 21:1 Καὶ ὅτε ἤγγισαν εἰς Ἰεροσόλυμα καὶ ἦλθον εἰς Βηθφαγὴ εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν, τότε Ἰησοῦς ἀπέστειλεν δύο μαθητὰς
Mat 21:2 λέγων αὐτοῖς Πορεύεσθε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθὺς εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ᾽ αὐτῆς· λύσαντες ⸂ἀγάγετέ⸃ μοι.
Mat 21:3 καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι Ὁ κύριος αὐτῶν χρείαν ἔχει· εὐθὺς δὲ ἀποστελεῖ αὐτούς.
Mat 21:4 Τοῦτο δὲ γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος
Mat 21:5 Εἴπατε τῇ θυγατρὶ Σιών Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ ἐπὶ πῶλον υἱὸν ὑποζυγίου.
Mat 21:6 Πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς
Mat 21:7 ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον, καὶ ἐπέθηκαν ἐπ᾽ αὐτῶν τὰ ἱμάτια, καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν.
Mat 21:8 ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ.
Mat 21:9 οἱ δὲ ὄχλοι οἱ προάγοντες αὐτὸν καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες Ὡσαννὰ τῷ υἱῷ Δαυείδ· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
Mat 21:10 καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἰεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα Τίς ἐστιν οὗτος;
Mat 21:11 οἱ δὲ ὄχλοι ἔλεγον Οὗτός ἐστιν ὁ προφήτης Ἰησοῦς ὁ ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας.
Mat 21:12 Καὶ εἰσῆλθεν Ἰησοῦς εἰς τὸ ἱερόν, καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς,
Mat 21:13 καὶ λέγει αὐτοῖς Γέγραπται Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ποιεῖτε σπήλαιον λῃστῶν.
Mat 21:14 Καὶ προσῆλθον αὐτῷ τυφλοὶ καὶ χωλοὶ ἐν τῷ ἱερῷ, καὶ ἐθεράπευσεν αὐτούς.
Mat 21:15 Ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησεν καὶ τοὺς παῖδας τοὺς κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας Ὡσαννὰ τῷ υἱῷ Δαυείδ ἠγανάκτησαν
Mat 21:16 καὶ εἶπαν αὐτῷ Ἀκούεις τί οὗτοι λέγουσιν; ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς Ναί· οὐδέποτε ἀνέγνωτε ὅτι Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον;
Mat 21:17 Καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν, καὶ ηὐλίσθη ἐκεῖ.
Mat 21:18 Πρωὶ δὲ ⸂ἐπαναγαγὼν⸃ εἰς τὴν πόλιν ἐπείνασεν.
Mat 21:19 καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπ᾽ αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον, καὶ λέγει αὐτῇ Οὐ μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα· καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ.
Mat 21:20 καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες Πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ;
Mat 21:21 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς Ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται·
Mat 21:22 καὶ πάντα ὅσα ἂν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες λήμψεσθε.
Mat 21:23 Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν προσῆλθαν αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην;
Mat 21:24 ἀποκριθεὶς [δὲ] ὁ Ἰησοῦς εἶπεν αὐτοῖς Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ·
Mat 21:25 τὸ βάπτισμα τὸ Ἰωάνου πόθεν ἦν; ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; οἱ δὲ διελογίζοντο ⸂ἐν⸃ ἑαυτοῖς λέγοντες Ἐὰν εἴπωμεν Ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;
Mat 21:26 ἐὰν δὲ εἴπωμεν Ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον, πάντες γὰρ ὡς προφήτην ἔχουσιν τὸν Ἰωάνην·
Mat 21:27 καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπαν Οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
Mat 21:28 Τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπος εἶχεν ⸂τέκνα δύο⸃.⸆ προσελθὼν τῷ πρώτῳ εἶπεν Τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ⸂ἀμπελῶνι⸃·
Mat 21:29 ὁ δὲ ἀποκριθεὶς εἶπεν Ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθεν.
Mat 21:30 προσελθὼν δὲ τῷ δευτέρῳ εἶπεν ὡσαύτως· ὁ δὲ ἀποκριθεὶς εἶπεν Οὐ θέλω· ὕστερον μεταμεληθεὶς ἀπῆλθεν.
Mat 21:31 τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός; ⸂λέγουσιν Ὁ ὕστερος.⸃ λέγει αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
Mat 21:32 ἦλθεν γὰρ Ἰωάνης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐδὲ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.
Mat 21:33 Ἄλλην παραβολὴν ἀκούσατε. Ἄνθρωπος ἦν οἰκοδεσπότης ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκεν καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν.
Mat 21:34 ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλεν τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ.
Mat 21:35 καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν.
Mat 21:36 πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως.
Mat 21:37 ὕστερον δὲ ἀπέστειλεν πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων Ἐντραπήσονται τὸν υἱόν μου.
Mat 21:38 οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ σχῶμεν τὴν κληρονομίαν αὐτοῦ·
Mat 21:39 καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν.
Mat 21:40 ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις;
Mat 21:41 λέγουσιν αὐτῷ Κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.
Mat 21:42 λέγει αὐτοῖς ὁ Ἰησοῦς Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;
Mat 21:43 διὰ τοῦτο λέγω ⸂ὑμῖν ὅτι⸃ ἀρθήσεται ἀφ᾽ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.
Mat 21:44 [Καὶ ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται· ἐφ᾽ ὃν δ᾽ ἂν πέσῃ λικμήσει αὐτόν.]
Mat 21:45 ⸂Καὶ ἀκούσαντες⸃ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει·
Mat 21:46 καὶ ζητοῦντες αὐτὸν κρατῆσαι ἐφοβήθησαν τοὺς ὄχλους, ἐπεὶ εἰς προφήτην αὐτὸν εἶχον.

List of Articles
번호 분류 제목
260 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 22
259 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 21
258 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 20
257 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 19
256 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 18
255 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 17
254 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 16
253 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 15
252 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 14
251 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 13
250 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 12
249 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 11
248 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 10
247 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 09
246 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 08
245 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 07
244 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 06
243 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 05
242 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 04
241 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 03
240 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 02
239 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 01
238 Jude Westcott-Hort Greek NT, Jude, Chapter 01
237 3 John Westcott-Hort Greek NT, 3 John, Chapter 01
236 2 John Westcott-Hort Greek NT, 2 John, Chapter 01
235 1 John Westcott-Hort Greek NT, 1 John, Chapter 05
234 1 John Westcott-Hort Greek NT, 1 John, Chapter 04
233 1 John Westcott-Hort Greek NT, 1 John, Chapter 03
232 1 John Westcott-Hort Greek NT, 1 John, Chapter 02
231 1 John Westcott-Hort Greek NT, 1 John, Chapter 01
230 2 Peter Westcott-Hort Greek NT, 2 Peter, Chapter 03
229 2 Peter Westcott-Hort Greek NT, 2 Peter, Chapter 02
228 2 Peter Westcott-Hort Greek NT, 2 Peter, Chapter 01
227 1 Peter Westcott-Hort Greek NT, 1 Peter, Chapter 05
226 1 Peter Westcott-Hort Greek NT, 1 Peter, Chapter 04
225 1 Peter Westcott-Hort Greek NT, 1 Peter, Chapter 03
224 1 Peter Westcott-Hort Greek NT, 1 Peter, Chapter 02
223 1 Peter Westcott-Hort Greek NT, 1 Peter, Chapter 01
222 James Westcott-Hort Greek NT, James, Chapter 05
221 James Westcott-Hort Greek NT, James, Chapter 04
220 James Westcott-Hort Greek NT, James, Chapter 03
219 James Westcott-Hort Greek NT, James, Chapter 02
218 James Westcott-Hort Greek NT, James, Chapter 01
217 Hebrews Westcott-Hort Greek NT, Hebrews, Chapter 13
216 Hebrews Westcott-Hort Greek NT, Hebrews, Chapter 12
215 Hebrews Westcott-Hort Greek NT, Hebrews, Chapter 11
214 Hebrews Westcott-Hort Greek NT, Hebrews, Chapter 10
213 Hebrews Westcott-Hort Greek NT, Hebrews, Chapter 09
212 Hebrews Westcott-Hort Greek NT, Hebrews, Chapter 08
211 Hebrews Westcott-Hort Greek NT, Hebrews, Chapter 07
210 Hebrews Westcott-Hort Greek NT, Hebrews, Chapter 06
209 Hebrews Westcott-Hort Greek NT, Hebrews, Chapter 05
208 Hebrews Westcott-Hort Greek NT, Hebrews, Chapter 04
207 Hebrews Westcott-Hort Greek NT, Hebrews, Chapter 03
206 Hebrews Westcott-Hort Greek NT, Hebrews, Chapter 02
205 Hebrews Westcott-Hort Greek NT, Hebrews, Chapter 01
204 Philemon Westcott-Hort Greek NT, Philemon, Chapter 01
203 Titus Westcott-Hort Greek NT, Titus, Chapter 03
202 Titus Westcott-Hort Greek NT, Titus, Chapter 02
201 Titus Westcott-Hort Greek NT, Titus, Chapter 01
200 2 Timothy Westcott-Hort Greek NT, 2 Timothy, Chapter 04
199 2 Timothy Westcott-Hort Greek NT, 2 Timothy, Chapter 03
198 2 Timothy Westcott-Hort Greek NT, 2 Timothy, Chapter 02
197 2 Timothy Westcott-Hort Greek NT, 2 Timothy, Chapter 01
196 1 Timothy Westcott-Hort Greek NT, 1 Timothy, Chapter 06
195 1 Timothy Westcott-Hort Greek NT, 1 Timothy, Chapter 05
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소