Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Joh 12:1 Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν Ἰησοῦς.
Joh 12:2 ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει, ὁ δὲ Λάζαρος εἷς ἦν ἐκ τῶν ἀνακειμένων σὺν αὐτῷ.
Joh 12:3 ἡ οὖν Μαρία λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου ἤλειψεν τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου.
Joh 12:4 λέγει δὲ Ἰούδας ὁ Ἰσκαριώτης, εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, ὁ μέλλων αὐτὸν παραδιδόναι,
Joh 12:5 διατί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς;
Joh 12:6 εἶπεν δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ ἀλλ᾽ ὅτι κλέπτης ἦν καὶ τὸ γλωσσόκομον ἔχων τὰ βαλλόμενα ἐβάσταζεν.
Joh 12:7 εἶπεν οὖν ὁ Ἰησοῦς· ἄφες αὐτήν, ἵνα εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τηρήσῃ αὐτό·
Joh 12:8 τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ᾽ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
Joh 12:9 Ἔγνω οὖν ὁ ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστιν, καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ᾽ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν, ὃν ἤγειρεν ἐκ νεκρῶν.
Joh 12:10 ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν,
Joh 12:11 ὅτι πολλοὶ δι᾽ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.
Joh 12:12 τῇ ἐπαύριον ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται Ἰησοῦς εἰς Ἱεροσόλυμα,
Joh 12:13 ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ, καὶ ἐκραύγαζον· ὡσαννά· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, καὶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ.
Joh 12:14 εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ᾽ αὐτό, καθώς ἐστιν γεγραμμένον·
Joh 12:15 μὴ φοβοῦ, θυγάτηρ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται, καθήμενος ἐπὶ πῶλον ὄνου.
Joh 12:16 ταῦτα οὐκ ἔγνωσαν αὐτοῦ οἱ μαθηταὶ τὸ πρῶτον, ἀλλ᾽ ὅτε ἐδοξάσθη Ἰησοῦς τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ᾽ αὐτῷ γεγραμμένα καὶ ταῦτα ἐποίησαν αὐτῷ.
Joh 12:17 ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ᾽ αὐτοῦ ὅτι τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν.
Joh 12:18 διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον.
Joh 12:19 οἱ οὖν Φαρισαῖοι εἶπαν πρὸς ἑαυτούς· θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν· ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν.
Joh 12:20 Ἦσαν δὲ Ἕλληνές τινες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ·
Joh 12:21 οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες· κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν.
Joh 12:22 ἔρχεται Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ, ἔρχεται Ἀνδρέας καὶ Φίλιππος καὶ λέγουσιν τῷ Ἰησοῦ.
Joh 12:23 ὁ δὲ Ἰησοῦς ἀποκρίνεται αὐτοῖς λέγων· ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου.
Joh 12:24 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει.
Joh 12:25 ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολλύει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν.
Joh 12:26 ἐὰν ἐμοί τις διακονῇ, ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ πατήρ.
Joh 12:27 νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω; πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης; ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην·
Joh 12:28 πάτερ, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· καὶ ἐδόξασα καὶ πάλιν δοξάσω.
Joh 12:29 ὁ οὖν ὄχλος ὁ ἑστὼς ἀκούσας ἔλεγεν βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον· ἄγγελος αὐτῷ λελάληκεν.
Joh 12:30 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν· οὐ δι᾽ ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν ἀλλὰ δι᾽ ὑμᾶς.
Joh 12:31 νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω,
Joh 12:32 κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.
Joh 12:33 τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν.
Joh 12:34 ἀπεκρίθη οὖν αὐτῷ ὁ ὄχλος, ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα, καὶ πῶς λέγεις σὺ ὅτι δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου;
Joh 12:35 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ἔτι μικρὸν χρόνον τὸ φῶς ἐν ὑμῖν ἐστιν. περιπατεῖτε ὡς τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει.
Joh 12:36 ὡς τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε. Ταῦτα ἐλάλησεν Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ᾽ αὐτῶν.
Joh 12:37 τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν,
Joh 12:38 ἵνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ, ὃν εἶπεν· κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη;
Joh 12:39 διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ὅτι πάλιν εἶπεν Ἡσαΐας·
Joh 12:40 τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ ἐπώρωσεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ νοήσωσιν τῇ καρδίᾳ καὶ στραφῶσιν, καὶ ἰάσομαι αὐτούς.
Joh 12:41 ταῦτα εἶπεν Ἡσαΐας, ὅτι εἶδεν τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησεν περὶ αὐτοῦ.
Joh 12:42 ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται·
Joh 12:43 ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ θεοῦ.
Joh 12:44 Ἰησοῦς δὲ ἔκραξεν καὶ εἶπεν· ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλὰ εἰς τὸν πέμψαντά με,
Joh 12:45 καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με.
Joh 12:46 ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ.
Joh 12:47 καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ φυλάξῃ, ἐγὼ οὐ κρίνω αὐτόν· οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ᾽ ἵνα σώσω τὸν κόσμον.
Joh 12:48 ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ·
Joh 12:49 ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ᾽ ὁ πέμψας με πατὴρ αὐτός μοι ἐντολὴν δέδωκεν τί εἴπω καὶ τί λαλήσω.
Joh 12:50 καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν. ἃ οὖν ἐγὼ λαλῶ, καθὼς εἴρηκέν μοι ὁ πατήρ, οὕτως λαλῶ.

List of Articles
번호 분류 제목
194 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 23
193 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 24
192 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 01
191 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 02
190 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 03
189 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 04
188 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 05
187 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 06
186 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 07
185 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 08
184 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 09
183 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 10
182 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 11
» John Tischendorf (8th Edition) Greek NT, John, Chapter 12
180 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 13
179 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 14
178 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 15
177 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 16
176 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 17
175 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 18
174 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 19
173 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 20
172 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 21
171 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 01
170 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 02
169 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 03
168 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 04
167 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 05
166 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 06
165 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 07
164 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 08
163 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 09
162 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 10
161 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 11
160 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 12
159 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 13
158 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 14
157 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 15
156 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 16
155 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 17
154 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 18
153 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 19
152 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 20
151 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 21
150 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 22
149 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 23
148 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 24
147 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 25
146 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 26
145 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 27
144 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 28
143 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 01
142 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 02
141 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 03
140 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 04
139 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 05
138 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 06
137 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 07
136 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 08
135 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 09
134 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 10
133 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 11
132 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 12
131 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 13
130 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 14
129 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 15
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소