Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Joh 1:1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος.
Joh 1:2 οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν.
Joh 1:3 πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν
Joh 1:4 ἐν αὐτῷ ζωὴ ἐστιν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων.
Joh 1:5 καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.
Joh 1:6 Ἐγένετο ἄνθρωπος, ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης·
Joh 1:7 οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι᾽ αὐτοῦ.
Joh 1:8 οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ᾽ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.
Joh 1:9 Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον.
Joh 1:10 ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.
Joh 1:11 εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.
Joh 1:12 ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ,
Joh 1:13 οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλ᾽ ἐκ θεοῦ ἐγεννήθησαν.
Joh 1:14 καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας.
Joh 1:15 Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· οὗτος ἦν ὃν εἶπον· ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.
Joh 1:16 ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος·
Joh 1:17 ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.
Joh 1:18 θεὸν οὐδεὶς ἑώρακεν πώποτε· ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο.
Joh 1:19 Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅτε ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευείτας ἵνα ἐρωτήσωσιν αὐτόν· σὺ τίς εἶ;
Joh 1:20 καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν ὅτι ἐγὼ οὐκ εἰμὶ ὁ Χριστός.
Joh 1:21 καὶ ἠρώτησαν αὐτόν· τί οὖν; Ἡλείας εἶ; λέγει· οὐκ εἰμί. ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη· οὔ.
Joh 1:22 εἶπαν οὖν αὐτῷ· τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ;
Joh 1:23 ἔφη· ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· εὐθύνατε τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν Ἡσαΐας ὁ προφήτης.
Joh 1:24 καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων.
Joh 1:25 καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ· τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὐδὲ Ἡλείας οὐδὲ ὁ προφήτης;
Joh 1:26 ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων· ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος ὑμῶν στήκει, ὃν ὑμεῖς οὐκ οἴδατε,
Joh 1:27 ὁ ὀπίσω μου ἐρχόμενος, οὗ οὐκ εἰμὶ ἐγὼ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.
Joh 1:28 ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν ὁ Ἰωάννης βαπτίζων.
Joh 1:29 Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει· ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.
Joh 1:30 οὗτός ἐστιν ὑπὲρ οὗ ἐγὼ εἶπον· ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.
Joh 1:31 κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων.
Joh 1:32 καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾽ αὐτόν.
Joh 1:33 κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· ἐφ᾽ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾽ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ.
Joh 1:34 κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ.
Joh 1:35 Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο,
Joh 1:36 καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ.
Joh 1:37 ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος, καὶ ἠκολούθησαν τῷ Ἰησοῦ.
Joh 1:38 στραφεὶς ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς·
Joh 1:39 τί ζητεῖτε; οἱ δὲ εἶπαν αὐτῷ· ῥαββεί, ὃ λέγεται ἑρμηνευόμενον διδάσκαλε, ποῦ μένεις;
Joh 1:40 λέγει αὐτοῖς· ἔρχεσθε καὶ ὄψεσθε. ἦλθαν οὖν καὶ εἶδαν ποῦ μένει, καὶ παρ᾽ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη.
Joh 1:41 ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ·
Joh 1:42 εὑρίσκει οὗτος πρῶτος τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· εὑρήκαμεν τὸν Μεσσίαν, ὅ ἐστιν μεθερμηνευόμενον Χριστός.
Joh 1:43 ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπεν· σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωάννου, σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος.
Joh 1:44 Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον. καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, ἀκολούθει μοι.
Joh 1:45 ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.
Joh 1:46 εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψεν Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ.
Joh 1:47 εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· ἔρχου καὶ ἴδε.
Joh 1:48 εἶδεν Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς Ἰσραηλείτης, ἐν ᾧ δόλος οὐκ ἔστιν.
Joh 1:49 λέγει αὐτῷ Ναθαναήλ· πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε.
Joh 1:50 ἀπεκρίθη αὐτῷ Ναθαναήλ· ῥαββεί, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ βασιλεὺς εἶ τοῦ Ἰσραήλ.
Joh 1:51 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψῃ.
Joh 1:52 καὶ λέγει αὐτῷ· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.

List of Articles
번호 분류 제목
194 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 23
193 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 24
» John Tischendorf (8th Edition) Greek NT, John, Chapter 01
191 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 02
190 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 03
189 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 04
188 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 05
187 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 06
186 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 07
185 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 08
184 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 09
183 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 10
182 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 11
181 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 12
180 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 13
179 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 14
178 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 15
177 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 16
176 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 17
175 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 18
174 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 19
173 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 20
172 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 21
171 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 01
170 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 02
169 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 03
168 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 04
167 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 05
166 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 06
165 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 07
164 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 08
163 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 09
162 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 10
161 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 11
160 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 12
159 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 13
158 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 14
157 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 15
156 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 16
155 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 17
154 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 18
153 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 19
152 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 20
151 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 21
150 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 22
149 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 23
148 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 24
147 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 25
146 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 26
145 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 27
144 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 28
143 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 01
142 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 02
141 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 03
140 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 04
139 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 05
138 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 06
137 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 07
136 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 08
135 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 09
134 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 10
133 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 11
132 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 12
131 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 13
130 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 14
129 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 15
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소