Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Luk 14:1 Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον, καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν.
Luk 14:2 καὶ ἰδοὺ ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ.
Luk 14:3 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων· ἔξεστιν τῷ σαββάτῳ θεραπεῦσαι ἢ οὔ; οἱ δὲ ἡσύχασαν.
Luk 14:4 καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσεν.
Luk 14:5 καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν· τίνος ὑμῶν υἱὸς ἢ βοῦς εἰς φρέαρ πεσεῖται, καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ἐν ἡμέρᾳ τοῦ σαββάτου;
Luk 14:6 καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι πρὸς ταῦτα.
Luk 14:7 Ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς·
Luk 14:8 ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπ᾽ αὐτοῦ,
Luk 14:9 καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι· δὸς τούτῳ τόπον, καὶ τότε ἄρξῃ μετὰ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν.
Luk 14:10 ἀλλ᾽ ὅταν κληθῇς πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε ἐρεῖ σοι· φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον πάντων τῶν συνανακειμένων σοι.
Luk 14:11 ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
Luk 14:12 Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν· ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοὶ ἀντικαλέσωσίν σε καὶ γένηται ἀνταπόδομά σοι.
Luk 14:13 ἀλλ᾽ ὅταν ποιῇς δοχήν, κάλει πτωχούς, ἀναπήρους, χωλούς, τυφλούς,
Luk 14:14 καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι· ἀνταποδοθήσεται δέ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.
Luk 14:15 Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ· μακάριος ὅστις φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.
Luk 14:16 ὁ δὲ εἶπεν αὐτῷ, ἄνθρωπός τις ἐποίει δεῖπνον μέγα, καὶ ἐκάλεσεν πολλούς,
Luk 14:17 καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά εἰσιν.
Luk 14:18 καὶ ἤρξαντο ἀπὸ μιᾶς πάντες παραιτεῖσθαι. ὁ πρῶτος εἶπεν αὐτῷ· ἀγρὸν ἠγόρασα καὶ ἔχω ἀνάγκην ἐξελθὼν ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον.
Luk 14:19 καὶ ἕτερος εἶπεν· ζεύγη βοῶν ἠγόρασα πέντε καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον.
Luk 14:20 καὶ ἕτερος εἶπεν· γυναῖκα ἔγημα καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν.
Luk 14:21 καὶ παραγενόμενος ὁ δοῦλος ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ· ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρους καὶ τυφλοὺς καὶ χωλοὺς εἰσάγαγε ὧδε.
Luk 14:22 καὶ εἶπεν ὁ δοῦλος· κύριε, γέγονεν ὃ ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν.
Luk 14:23 καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ μου ὁ οἶκος·
Luk 14:24 λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου.
Luk 14:25 Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί, καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς·
Luk 14:26 εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, οὐ δύναται εἶναί μου μαθητής.
Luk 14:27 ὅστις οὐ βαστάζει τὸν σταυρὸν ἑαυτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής.
Luk 14:28 Τίς γὰρ ἐξ ὑμῶν θέλων πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει εἰς ἀπαρτισμόν;
Luk 14:29 ἵνα μήποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι πάντες οἱ θεωροῦντες ἄρξωνται αὐτῷ ἐμπαίζειν,
Luk 14:30 λέγοντες ὅτι οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι.
Luk 14:31 Ἢ τίς βασιλεὺς πορευόμενος ἑτέρῳ βασιλεῖ συμβαλεῖν εἰς πόλεμον οὐχὶ καθίσας πρῶτον βουλεύσεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ὑπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ᾽ αὐτόν;
Luk 14:32 εἰ δὲ μήγε, ἔτι αὐτοῦ πόρρω ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ τὰ πρὸς εἰρήνην.
Luk 14:33 οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν οὐ δύναται εἶναί μου μαθητής.
Luk 14:34 Καλὸν οὖν τὸ ἅλα· ἐὰν δὲ καὶ τὸ ἅλα μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται;
Luk 14:35 οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. ὁ ἔχων ὦτα ἀκουέτω.

List of Articles
번호 분류 제목
260 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 01
259 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 02
258 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 03
257 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 04
256 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 05
255 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 06
254 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 07
253 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 08
252 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 09
251 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 10
250 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 11
249 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 12
248 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 13
247 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 14
246 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 15
245 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 16
244 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 17
243 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 18
242 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 19
241 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 20
240 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 21
239 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 22
238 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 23
237 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 24
236 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 25
235 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 26
234 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 27
233 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 28
232 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 01
231 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 02
230 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 03
229 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 04
228 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 05
227 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 06
226 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 07
225 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 08
224 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 09
223 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 10
222 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 11
221 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 12
220 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 13
219 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 14
218 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 15
217 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 16
216 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 01
215 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 02
214 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 03
213 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 04
212 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 05
211 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 06
210 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 07
209 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 08
208 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 09
207 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 10
206 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 11
205 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 12
204 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 13
» Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 14
202 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 15
201 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 16
200 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 17
199 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 18
198 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 19
197 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 20
196 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 21
195 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 22
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소