Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Mat 24:1 Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο, καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ·
Mat 24:2 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· οὐ βλέπετε ταῦτα πάντα; ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον, ὃς οὐ καταλυθήσεται.
Mat 24:3 καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ ὄρους τῶν ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ᾽ ἰδίαν λέγοντες· εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ συντελείας τοῦ αἰῶνος;
Mat 24:4 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· βλέπετε μή τις ὑμᾶς πλανήσῃ.
Mat 24:5 πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες· ἐγώ εἰμι ὁ Χριστός, καὶ πολλοὺς πλανήσουσιν.
Mat 24:6 μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε μὴ θροεῖσθε· δεῖ γὰρ γενέσθαι, ἀλλ᾽ οὔπω ἐστὶν τὸ τέλος.
Mat 24:7 ἐγερθήσεται γὰρ ἔθνος ἐπ᾽ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται λιμοὶ καὶ σεισμοὶ κατὰ τόπους·
Mat 24:8 πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων.
Mat 24:9 τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου.
Mat 24:10 καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσιν καὶ μισήσουσιν ἀλλήλους·
Mat 24:11 καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσιν πολλούς·
Mat 24:12 καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.
Mat 24:13 ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται.
Mat 24:14 καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσιν, καὶ τότε ἥξει τὸ τέλος.
Mat 24:15 Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου ἑστὸς ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγινώσκων νοείτω,
Mat 24:16 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν ἐπὶ τὰ ὄρη,
Mat 24:17 ὁ ἐπὶ τοῦ δώματος μὴ καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ,
Mat 24:18 καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ.
Mat 24:19 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.
Mat 24:20 προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος μηδὲ σαββάτῳ·
Mat 24:21 ἔσται γὰρ τότε θλῖψις μεγάλη οἵα οὐκ ἐγένετο ἀπ᾽ ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδ᾽ οὐ μὴ γένηται.
Mat 24:22 καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι.
Mat 24:23 τότε ἐάν τις ὑμῖν εἴπῃ· ἰδοὺ ὧδε ὁ Χριστός, ἤ, ὧδε, μὴ πιστεύσητε·
Mat 24:24 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα, ὥστε πλανηθῆναι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς.
Mat 24:25 ἰδοὺ προείρηκα ὑμῖν.
Mat 24:26 ἐὰν οὖν εἴπωσιν ὑμῖν· ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστίν, μὴ ἐξέλθητε· ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε·
Mat 24:27 ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
Mat 24:28 ὅπου ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.
Mat 24:29 Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἐκ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
Mat 24:30 καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν οὐρανῷ, καὶ κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.
Mat 24:31 καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσιν τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ᾽ ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν.
Mat 24:32 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν. ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος·
Mat 24:33 οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα πάντα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
Mat 24:34 ἀμὴν λέγω ὑμῖν, οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα ταῦτα γένηται.
Mat 24:35 ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.
Mat 24:36 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατὴρ μόνος.
Mat 24:37 ὥσπερ δὲ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
Mat 24:38 ὡς γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ γαμίζοντες, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν,
Mat 24:39 καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
Mat 24:40 τότε ἔσονται δύο ἐν τῷ ἀγρῷ, εἷς παραλαμβάνεται καὶ εἷς ἀφίεται·
Mat 24:41 δύο ἀλήθουσαι ἐν τῷ μύλῳ, μία παραλαμβάνεται καὶ μία ἀφίεται.
Mat 24:42 γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ἡμέρᾳ ὁ κύριος ὑμῶν ἔρχεται.
Mat 24:43 Ἐκεῖνο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν διορυχθῆναι τὴν οἰκίαν αὐτοῦ.
Mat 24:44 διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ οὐ δοκεῖτε ὥρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Mat 24:45 Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος ἐπὶ τῆς οἰκετείας αὐτοῦ τοῦ δοῦναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ;
Mat 24:46 μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει οὕτως ποιοῦντα.
Mat 24:47 ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
Mat 24:48 ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐν τῇ καρδίᾳ αὐτοῦ· χρονίζει μου ὁ κύριος,
Mat 24:49 καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεθυόντων·
Mat 24:50 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει,
Mat 24:51 καὶ διχοτομήσει αὐτὸν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

List of Articles
번호 분류 제목
62 2 Timothy Tischendorf (8th Edition) Greek NT, 2 Timothy, Chapter 03
61 2 Timothy Tischendorf (8th Edition) Greek NT, 2 Timothy, Chapter 04
60 Titus Tischendorf (8th Edition) Greek NT, Titus, Chapter 01
59 Titus Tischendorf (8th Edition) Greek NT, Titus, Chapter 02
58 Titus Tischendorf (8th Edition) Greek NT, Titus, Chapter 03
57 Philemon Tischendorf (8th Edition) Greek NT, Philemon, Chapter 01
56 Hebrews Tischendorf (8th Edition) Greek NT, Hebrews, Chapter 01
55 Hebrews Tischendorf (8th Edition) Greek NT, Hebrews, Chapter 02
54 Hebrews Tischendorf (8th Edition) Greek NT, Hebrews, Chapter 03
53 Hebrews Tischendorf (8th Edition) Greek NT, Hebrews, Chapter 04
52 Hebrews Tischendorf (8th Edition) Greek NT, Hebrews, Chapter 05
51 Hebrews Tischendorf (8th Edition) Greek NT, Hebrews, Chapter 06
50 Hebrews Tischendorf (8th Edition) Greek NT, Hebrews, Chapter 07
49 Hebrews Tischendorf (8th Edition) Greek NT, Hebrews, Chapter 08
48 Hebrews Tischendorf (8th Edition) Greek NT, Hebrews, Chapter 09
47 Hebrews Tischendorf (8th Edition) Greek NT, Hebrews, Chapter 10
46 Hebrews Tischendorf (8th Edition) Greek NT, Hebrews, Chapter 11
45 Hebrews Tischendorf (8th Edition) Greek NT, Hebrews, Chapter 12
44 Hebrews Tischendorf (8th Edition) Greek NT, Hebrews, Chapter 13
43 James Tischendorf (8th Edition) Greek NT, James, Chapter 01
42 James Tischendorf (8th Edition) Greek NT, James, Chapter 02
41 James Tischendorf (8th Edition) Greek NT, James, Chapter 03
40 James Tischendorf (8th Edition) Greek NT, James, Chapter 04
39 James Tischendorf (8th Edition) Greek NT, James, Chapter 05
38 1 Peter Tischendorf (8th Edition) Greek NT, 1 Peter, Chapter 01
37 1 Peter Tischendorf (8th Edition) Greek NT, 1 Peter, Chapter 02
36 1 Peter Tischendorf (8th Edition) Greek NT, 1 Peter, Chapter 03
35 1 Peter Tischendorf (8th Edition) Greek NT, 1 Peter, Chapter 04
34 1 Peter Tischendorf (8th Edition) Greek NT, 1 Peter, Chapter 05
33 2 Peter Tischendorf (8th Edition) Greek NT, 2 Peter, Chapter 01
32 2 Peter Tischendorf (8th Edition) Greek NT, 2 Peter, Chapter 02
31 2 Peter Tischendorf (8th Edition) Greek NT, 2 Peter, Chapter 03
30 1 John Tischendorf (8th Edition) Greek NT, 1 John, Chapter 01
29 1 John Tischendorf (8th Edition) Greek NT, 1 John, Chapter 02
28 1 John Tischendorf (8th Edition) Greek NT, 1 John, Chapter 03
27 1 John Tischendorf (8th Edition) Greek NT, 1 John, Chapter 04
26 1 John Tischendorf (8th Edition) Greek NT, 1 John, Chapter 05
25 2 John Tischendorf (8th Edition) Greek NT, 2 John, Chapter 01
24 3 John Tischendorf (8th Edition) Greek NT, 3 John, Chapter 01
23 Jude Tischendorf (8th Edition) Greek NT, Jude, Chapter 01
22 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 01
21 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 02
20 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 03
19 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 04
18 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 05
17 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 06
16 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 07
15 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 08
14 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 09
13 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 10
12 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 11
11 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 12
10 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 13
9 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 14
8 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 15
7 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 16
6 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 17
5 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 18
4 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 19
3 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 20
2 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 21
1 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 22
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소