Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Mat 10:1 Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.
Mat 10:2 Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστιν ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, καὶ Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ,
Mat 10:3 Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Μαθθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ Ἀλφαίου καὶ Λεββαῖος,
Mat 10:4 Σίμων ὁ Καναναῖος καὶ Ἰούδας ὁ Ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν.
Mat 10:5 Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαριτῶν μὴ εἰσέλθητε·
Mat 10:6 πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.
Mat 10:7 πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν.
Mat 10:8 ἀσθενοῦντας θεραπεύετε, νεκροὺς ἐγείρετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Mat 10:9 μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν,
Mat 10:10 μὴ πήραν εἰς ὁδὸν μηδὲ δύο χιτῶνας μηδὲ ὑποδήματα μηδὲ ῥάβδον· ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ.
Mat 10:11 εἰς ἣν δ᾽ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστιν· κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε.
Mat 10:12 εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν ἀσπάσασθε αὐτήν·
Mat 10:13 καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθάτω ἡ εἰρήνη ὑμῶν ἐπ᾽ αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστραφήτω.
Mat 10:14 καὶ ὃς ἂν μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι ἔξω τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης ἐκτινάξατε τὸν κονιορτὸν ἐκ τῶν ποδῶν ὑμῶν.
Mat 10:15 ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόρρων ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ.
Mat 10:16 Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.
Mat 10:17 προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσιν γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς·
Mat 10:18 καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν.
Mat 10:19 ὅταν δὲ παραδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσητε·
Mat 10:20 οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.
Mat 10:21 παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς.
Mat 10:22 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται.
Mat 10:23 ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἑτέραν· ἀμὴν γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ ἕως ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου.
Mat 10:24 Οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ.
Mat 10:25 ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ. εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ.
Mat 10:26 μὴ οὖν φοβηθῆτε αὐτούς· οὐδὲν γάρ ἐστιν κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται.
Mat 10:27 ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί· καὶ ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύξατε ἐπὶ τῶν δωμάτων.
Mat 10:28 καὶ μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβεῖσθε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ.
Mat 10:29 οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ πατρὸς ὑμῶν.
Mat 10:30 ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν.
Mat 10:31 μὴ οὖν φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε ὑμεῖς.
Mat 10:32 Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς·
Mat 10:33 ὅστις δ᾽ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
Mat 10:34 Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν.
Mat 10:35 ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς,
Mat 10:36 καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ.
Mat 10:37 Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος, καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος,
Mat 10:38 καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστιν μου ἄξιος.
Mat 10:39 ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν.
Mat 10:40 Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται, καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με.
Mat 10:41 ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου λήμψεται, καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθὸν δικαίου λήμψεται.
Mat 10:42 καὶ ὃς ἐὰν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.

List of Articles
번호 분류 제목
260 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 01
259 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 02
258 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 03
257 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 04
256 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 05
255 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 06
254 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 07
253 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 08
252 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 09
» Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 10
250 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 11
249 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 12
248 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 13
247 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 14
246 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 15
245 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 16
244 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 17
243 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 18
242 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 19
241 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 20
240 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 21
239 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 22
238 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 23
237 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 24
236 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 25
235 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 26
234 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 27
233 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 28
232 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 01
231 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 02
230 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 03
229 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 04
228 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 05
227 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 06
226 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 07
225 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 08
224 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 09
223 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 10
222 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 11
221 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 12
220 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 13
219 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 14
218 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 15
217 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 16
216 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 01
215 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 02
214 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 03
213 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 04
212 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 05
211 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 06
210 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 07
209 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 08
208 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 09
207 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 10
206 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 11
205 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 12
204 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 13
203 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 14
202 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 15
201 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 16
200 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 17
199 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 18
198 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 19
197 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 20
196 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 21
195 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 22
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소