Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Joh 8:1 Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν
Joh 8:2 Ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν καὶ πᾶς ὁ λαὸς ἤρχετο πρὸς αὐτόν καὶ καθίσας ἐδίδασκεν αὐτούς
Joh 8:3 ἄγουσιν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι πρὸς αὐτὸν γυναῖκα ἐν μοιχείᾳ κατειλημμένην καὶ στήσαντες αὐτὴν ἐν μέσῳ
Joh 8:4 λέγουσιν αὐτῷ Διδάσκαλε αὕτη ἡ γυνὴ κατείληφθη ἐπαυτοφώρῳ μοιχευομένη·
Joh 8:5 ἐν δὲ τῷ νόμῳ Μωσῆς ἡμῖν ἐνετείλατο τὰς τοιαύτας λιθοβολεῖσθαι· σὺ οὖν τί λέγεις
Joh 8:6 τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν ἵνα ἔχωσιν κατηγορεῖν αὐτοῦ ὁ δὲ Ἰησοῦς κάτω κύψας τῷ δακτύλῳ ἔγραφεν εἰς τὴν γῆν
Joh 8:7 ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν ἀνάκυψας εἶπεν πρὸς αὐτούς Ὁ ἀναμάρτητος ὑμῶν πρῶτος τὸν λίθον ἐπ αὓτη βαλέτω
Joh 8:8 καὶ πάλιν κάτω κύψας ἔγραφεν εἰς τὴν γῆν
Joh 8:9 οἱ δὲ ἀκούσαντες καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοι, ἐξήρχοντο εἷς καθ εἷς ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων ἕως τῶν ἐσχάτων καὶ κατελείφθη μόνος ὁ Ἰησοῦς, καὶ ἡ γυνὴ ἐν μέσῳ ἑστῶσα.
Joh 8:10 ἀνακύψας δὲ ὁ Ἰησοῦς καὶ μηδένα θεασάμενος πλὴν τὴς γυναικὸς, εἶπεν αὐτῇ Ἡ γυνή ποῦ εἰσιν ἐκεῖνοι οἱ κατήγοροί σου; οὐδείς σε κατέκρινεν
Joh 8:11 ἡ δὲ εἶπεν Οὐδείς κύριε εἶπεν δὲ αὐτῇ ὁ Ἰησοῦς Οὐδὲ ἐγώ σε κατακρίνω· πορεύου καὶ μηκέτι ἁμάρτανε
Joh 8:12 Πάλιν οὖν ὁ Ἰησοῦς αὐτοῖς ἐλάλησεν λέγων Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσει ἐν τῇ σκοτίᾳ ἀλλ ἕξει τὸ φῶς τῆς ζωῆς
Joh 8:13 εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής
Joh 8:14 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ ἀληθής ἐστιν ἡ μαρτυρία μου ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι καὶ ποῦ ὑπάγω
Joh 8:15 ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε ἐγὼ οὐ κρίνω οὐδένα
Joh 8:16 καὶ ἐὰν κρίνω δὲ ἐγώ ἡ κρίσις ἡ ἐμὴ ἀληθής ἐστιν ὅτι μόνος οὐκ εἰμί ἀλλ ἐγὼ καὶ ὁ πέμψας με πατήρ
Joh 8:17 καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν
Joh 8:18 ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ
Joh 8:19 ἔλεγον οὖν αὐτῷ Ποῦ ἐστιν ὁ πατήρ σου ἀπεκρίθη ὁ Ἰησοῦς Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε καὶ τὸν πατέρα μου ᾔδειτε ἂν
Joh 8:20 Ταῦτα τὰ ῥήματα ἐλάλησεν ὁ Ἰησοῦς ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ
Joh 8:21 Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς, Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν
Joh 8:22 ἔλεγον οὖν οἱ Ἰουδαῖοι Μήτι ἀποκτενεῖ ἑαυτόν ὅτι λέγει Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν
Joh 8:23 καὶ εἴπεν αὐτοῖς Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστέ ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου
Joh 8:24 εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν
Joh 8:25 ἔλεγον οὖν αὐτῷ Σὺ τίς εἶ καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν
Joh 8:26 πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν ἀλλ ὁ πέμψας με ἀληθής ἐστιν κἀγὼ ἃ ἤκουσα παρ αὐτοῦ ταῦτα λὲγω εἰς τὸν κόσμον
Joh 8:27 οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν
Joh 8:28 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου τότε γνώσεσθε ὅτι ἐγώ εἰμι καὶ ἀπ ἐμαυτοῦ ποιῶ οὐδέν ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ πατὴρ μου, ταῦτα λαλῶ
Joh 8:29 καὶ ὁ πέμψας με μετ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέν με μόνον ὁ πατὴρ, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε
Joh 8:30 Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν
Joh 8:31 Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ ἀληθῶς μαθηταί μού ἐστε
Joh 8:32 καὶ γνώσεσθε τὴν ἀλήθειαν καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς
Joh 8:33 ἀπεκρίθησαν αὐτῷ Σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι Ἐλεύθεροι γενήσεσθε
Joh 8:34 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας
Joh 8:35 ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα
Joh 8:36 ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ ὄντως ἐλεύθεροι ἔσεσθε
Joh 8:37 οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν
Joh 8:38 ἐγὼ ὃ ἑώρακα παρὰ τῷ πατρὶ μου, λαλῶ· καὶ ὑμεῖς οὖν ὃ ἑωράκατε παρὰ τῷ πατρὶ ὑμῶν ποιεῖτε
Joh 8:39 Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν λέγει αὐτοῖς ὁ Ἰησοῦς Εἰ τέκνα τοῦ Ἀβραάμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε· ἄν.
Joh 8:40 νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν
Joh 8:41 ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν εἶπον οὖν αὐτῷ Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα· ἕνα πατέρα ἔχομεν τὸν θεόν
Joh 8:42 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν ἠγαπᾶτε ἂν ἐμέ ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ ἐμαυτοῦ ἐλήλυθα ἀλλ ἐκεῖνός με ἀπέστειλεν
Joh 8:43 διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν
Joh 8:44 ὑμεῖς ἐκ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ ἀρχῆς καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἔστηκεν ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ ὅταν λαλῇ τὸ ψεῦδος ἐκ τῶν ἰδίων λαλεῖ ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ
Joh 8:45 ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω οὐ πιστεύετέ μοι
Joh 8:46 τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας εἰ δὲ ἀλήθειαν λέγω διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι
Joh 8:47 ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε ὅτι ἐκ τοῦ θεοῦ οὐκ ἐστέ
Joh 8:48 Ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπον αὐτῷ Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρείτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις
Joh 8:49 ἀπεκρίθη Ἰησοῦς Ἐγὼ δαιμόνιον οὐκ ἔχω ἀλλὰ τιμῶ τὸν πατέρα μου καὶ ὑμεῖς ἀτιμάζετέ με
Joh 8:50 ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων
Joh 8:51 ἀμὴν ἀμὴν λέγω ὑμῖν ἐάν τις τὸν λόγον τὸν ἐμὸν τηρήσῃ θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα
Joh 8:52 εἶπον οὖν αὐτῷ οἱ Ἰουδαῖοι Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται καὶ σὺ λέγεις Ἐάν τις τὸν λόγον μου τηρήσῃ οὐ μὴ γεύσεται θανάτου εἰς τὸν αἰῶνα
Joh 8:53 μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ ὅστις ἀπέθανεν καὶ οἱ προφῆται ἀπέθανον· τίνα σεαυτὸν σὺ ποιεῖς
Joh 8:54 ἀπεκρίθη Ἰησοῦς Ἐὰν ἐγὼ δοξάζω ἐμαυτόν ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με ὃν ὑμεῖς λέγετε ὅτι θεὸς ὑμῶν ἐστιν
Joh 8:55 καὶ οὐκ ἐγνώκατε αὐτόν ἐγὼ δὲ οἶδα αὐτόν καὶ ἐὰν εἴπω ὅτι οὐκ οἶδα αὐτόν ἔσομαι ὅμοιος ὑμῶν, ψεύστης· ἀλλ᾽ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ
Joh 8:56 Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν καὶ εἶδεν καὶ ἐχάρη
Joh 8:57 εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν Πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρακας
Joh 8:58 εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί
Joh 8:59 ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ αὐτόν· Ἰησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ διελθὼν διὰ μέσου αὐτῶν· καὶ παρῆγεν οὕτως.

List of Articles
번호 분류 제목
194 1 Timothy Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Timothy, Chapter 04
193 1 Timothy Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Timothy, Chapter 03
192 1 Timothy Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Timothy, Chapter 02
191 1 Timothy Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Timothy, Chapter 01
190 2 Thessalonians Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Thessalonians, Chapter 03
189 2 Thessalonians Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Thessalonians, Chapter 02
188 2 Thessalonians Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Thessalonians, Chapter 01
187 1 Thessalonians Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Thessalonians, Chapter 05
186 1 Thessalonians Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Thessalonians, Chapter 04
185 1 Thessalonians Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Thessalonians, Chapter 03
184 1 Thessalonians Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Thessalonians, Chapter 02
183 1 Thessalonians Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Thessalonians, Chapter 01
182 Colossians Stephanus (Robert Estienne's) 1550 Greek NT, Colossians, Chapter 04
181 Colossians Stephanus (Robert Estienne's) 1550 Greek NT, Colossians, Chapter 03
180 Colossians Stephanus (Robert Estienne's) 1550 Greek NT, Colossians, Chapter 02
179 Colossians Stephanus (Robert Estienne's) 1550 Greek NT, Colossians, Chapter 01
178 Philippians Stephanus (Robert Estienne's) 1550 Greek NT, Philippians, Chapter 04
177 Philippians Stephanus (Robert Estienne's) 1550 Greek NT, Philippians, Chapter 03
176 Philippians Stephanus (Robert Estienne's) 1550 Greek NT, Philippians, Chapter 02
175 Philippians Stephanus (Robert Estienne's) 1550 Greek NT, Philippians, Chapter 01
174 Ephesians Stephanus (Robert Estienne's) 1550 Greek NT, Ephesians, Chapter 06
173 Ephesians Stephanus (Robert Estienne's) 1550 Greek NT, Ephesians, Chapter 05
172 Ephesians Stephanus (Robert Estienne's) 1550 Greek NT, Ephesians, Chapter 04
171 Ephesians Stephanus (Robert Estienne's) 1550 Greek NT, Ephesians, Chapter 03
170 Ephesians Stephanus (Robert Estienne's) 1550 Greek NT, Ephesians, Chapter 02
169 Ephesians Stephanus (Robert Estienne's) 1550 Greek NT, Ephesians, Chapter 01
168 Galatians Stephanus (Robert Estienne's) 1550 Greek NT, Galatians, Chapter 06
167 Galatians Stephanus (Robert Estienne's) 1550 Greek NT, Galatians, Chapter 05
166 Galatians Stephanus (Robert Estienne's) 1550 Greek NT, Galatians, Chapter 04
165 Galatians Stephanus (Robert Estienne's) 1550 Greek NT, Galatians, Chapter 03
164 Galatians Stephanus (Robert Estienne's) 1550 Greek NT, Galatians, Chapter 02
163 Galatians Stephanus (Robert Estienne's) 1550 Greek NT, Galatians, Chapter 01
162 2 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Corinthians, Chapter 13
161 2 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Corinthians, Chapter 12
160 2 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Corinthians, Chapter 11
159 2 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Corinthians, Chapter 10
158 2 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Corinthians, Chapter 09
157 2 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Corinthians, Chapter 08
156 2 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Corinthians, Chapter 07
155 2 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Corinthians, Chapter 06
154 2 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Corinthians, Chapter 05
153 2 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Corinthians, Chapter 04
152 2 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Corinthians, Chapter 03
151 2 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Corinthians, Chapter 02
150 2 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Corinthians, Chapter 01
149 1 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 16
148 1 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 15
147 1 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 14
146 1 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 13
145 1 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 12
144 1 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 11
143 1 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 10
142 1 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 09
141 1 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 08
140 1 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 07
139 1 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 06
138 1 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 05
137 1 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 04
136 1 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 03
135 1 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 02
134 1 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 01
133 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 16
132 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 15
131 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 14
130 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 13
129 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 12
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소