Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Mar 8:1 Ἐν ἐκείναις ταῖς ἡμέραις παμπολλοῦ ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσιν προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ λέγει αὐτοῖς
Mar 8:2 Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον ὅτι ἤδη ἡμέρας τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν·
Mar 8:3 καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν ἐκλυθήσονται ἐν τῇ ὁδῷ· τινες γὰρ αὐτῶν μακρόθεν ἥκασιν
Mar 8:4 καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ ἐρημίας
Mar 8:5 καὶ ἐπηρώτα αὐτούς Πόσους ἔχετε ἄρτους οἱ δὲ εἶπον, Ἑπτά
Mar 8:6 καὶ παρήγγειλεν τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παραθῶσιν καὶ παρέθηκαν τῷ ὄχλῳ
Mar 8:7 καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας εἶπεν παραθεῖναι καὶ αὐτὰ
Mar 8:8 ἔφαγον δὲ, καὶ ἐχορτάσθησαν καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας
Mar 8:9 ἦσαν δὲ οἱ φαγόντες ὡς τετρακισχίλιοι καὶ ἀπέλυσεν αὐτούς
Mar 8:10 Καὶ εὐθὲως ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά
Mar 8:11 Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο συζητεῖν αὐτῷ ζητοῦντες παρ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ πειράζοντες αὐτόν
Mar 8:12 καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει Τί ἡ γενεὰ αὕτη σημεῖον ἐπιζητεῖ; ἀμὴν λέγω ὑμῖν εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον
Mar 8:13 καὶ ἀφεὶς αὐτοὺς ἐμβὰς πάλιν εἰς τὸ πλοῖον ἀπῆλθεν εἰς τὸ πέραν
Mar 8:14 Καὶ ἐπελάθοντο λαβεῖν ἄρτους καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ ἑαυτῶν ἐν τῷ πλοίῳ
Mar 8:15 καὶ διεστέλλετο αὐτοῖς λέγων Ὁρᾶτε βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου
Mar 8:16 καὶ διελογίζοντο πρὸς ἀλλήλους λέγοντες, ὅτι Ἄρτους οὐκ ἔχομεν.
Mar 8:17 καὶ γνοὺς ὁ Ἰησοῦς λέγει αὐτοῖς Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε οὔπω νοεῖτε οὐδὲ συνίετε ἔτι πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν
Mar 8:18 ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε καὶ οὐ μνημονεύετε
Mar 8:19 ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους πόσους κοφίνους πλήρεις κλασμάτων ἤρατε λέγουσιν αὐτῷ Δώδεκα
Mar 8:20 Ὅτε δὲ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε Οἱ δὲ εἶπον, Ἑπτά
Mar 8:21 καὶ ἔλεγεν αὐτοῖς Πῶς οὐ συνίετε
Mar 8:22 Καὶ ἔρχεταί εἰς Βηθσαϊδάν καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται
Mar 8:23 καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ ἐξήγαγεν αὐτὸν ἔξω τῆς κώμης καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἐπηρώτα αὐτόν Εἴ τι βλέπει
Mar 8:24 καὶ ἀναβλέψας ἔλεγεν Βλέπω τοὺς ἀνθρώπους ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας
Mar 8:25 εἶτα πάλιν ἐπέθηκεν τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ ἐποίησεν αὐτὸν αναβλέψαι καὶ ἀποκατεστάθη καὶ ἐνέβλεψεν τηλαυγῶς ἅπαντας.
Mar 8:26 καὶ ἀπέστειλεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ λέγων Μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς Μηδὲ εἴπης τινὶ ἐν τῇ κώμῃ.
Mar 8:27 Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι
Mar 8:28 οἱ δὲ ἀπεκρίθησαν, Ἰωάννην τὸν βαπτιστήν καὶ ἄλλοι Ἠλίαν ἄλλοι δὲ ἕνα τῶν προφητῶν
Mar 8:29 καὶ αὐτὸς λέγει αὐτοῖς Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι ἀποκριθεὶς δὲ ὁ Πέτρος λέγει αὐτῷ Σὺ εἶ ὁ Χριστός
Mar 8:30 καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ
Mar 8:31 Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι·
Mar 8:32 καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ
Mar 8:33 ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ ἐπετίμησεν τῷ Πέτρῳ λέγων Ὕπαγε ὀπίσω μου σατανᾶ ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων
Mar 8:34 Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς Ὅστις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι
Mar 8:35 ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου οὐτὸς σώσει αὐτήν
Mar 8:36 τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον καὶ ζημιωθῃ τὴν ψυχὴν αὐτοῦ
Mar 8:37 ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ
Mar 8:38 ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων

  1. Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 01

    CategoryMark
    Read More
  2. Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 02

    CategoryMark
    Read More
  3. Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 03

    CategoryMark
    Read More
  4. Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 04

    CategoryMark
    Read More
  5. Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 05

    CategoryMark
    Read More
  6. Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 06

    CategoryMark
    Read More
  7. Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 07

    CategoryMark
    Read More
  8. Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 08

    CategoryMark
    Read More
  9. Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 09

    CategoryMark
    Read More
  10. Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 10

    CategoryMark
    Read More
  11. Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 11

    CategoryMark
    Read More
  12. Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 12

    CategoryMark
    Read More
  13. Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 13

    CategoryMark
    Read More
  14. Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 14

    CategoryMark
    Read More
  15. Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 15

    CategoryMark
    Read More
  16. Stephanus (Robert Estienne's) 1550 Greek NT, Mark, Chapter 16

    CategoryMark
    Read More
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소