Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Rev 21:1 Καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν· ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ παρῆλθε, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι.
Rev 21:2 καὶ ἐγὼ Ἰωάννης εἶδον τὴν πόλιν τὴν ἁγίαν, Ἱερουσαλὴμ καινήν, καταβαίνουσαν ἀπὸ τοῦ Θεοῦ ἐκ τοῦ οὐρανοῦ, ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς.
Rev 21:3 καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ, λεγούσης, Ἰδού, ἡ σκηνὴ τοῦ Θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετ᾽ αὐτῶν, καὶ αὐτοὶ λαοὶ αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ Θεὸς ἔσται μετ᾽ αὐτῶν, Θεὸς αὐτῶν·
Rev 21:4 καὶ ἐξαλείψει ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι· οὔτε πένθος, οὔτε κραυγή, οὔτε πόνος οὐκ ἔσται ἔτι· ὅτι τὰ πρῶτα ἀπῆλθον.
Rev 21:5 καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τοῦ θρόνου, Ἰδού, καινὰ πάντα ποιῶ. καὶ λέγει μοι, Γράψον· ὅτι οὗτοι οἱ λόγοι ἀληθινοὶ καὶ πιστοί εἰσι.
Rev 21:6 καὶ εἶπέ μοι, Γέγονε. ἐγώ εἰμι τὸ Α καὶ τὸ Ω, ἡ ἀρχὴ καὶ τὸ τέλος. ἐγὼ τῷ διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν.
Rev 21:7 ὁ νικῶν κληρονομήσει πάντα, καὶ ἔσομαι αὐτῷ Θεός, καὶ αὐτὸς ἔσται μοι ὁ υἱός.
Rev 21:8 δειλοῖς δὲ καὶ ἀπίστοις καὶ ἐβδελυγμένοις καὶ φονεῦσι καὶ πόρνοις καὶ φαρμακεῦσι καὶ εἰδωλολάτραις, καὶ πᾶσι τοῖς ψευδέσι, τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ πυρὶ καὶ θείῳ, ὅ ἐστι δεύτερος θάνατος.
Rev 21:9 Καὶ ἦλθε πρός με εἷς τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας τὰς γεμούσας τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησε μετ᾽ ἐμοῦ, λέγων, Δεῦρο, δείξω σοι τὴν νύμφην τοῦ ἀρνίου τὴν γυναῖκα.
Rev 21:10 καὶ ἀπήνεγκέ με ἐν Πνεύματι ἐπ᾽ ὄρος μέγα καὶ ὑψηλόν, καὶ ἔδειξέ μοι τὴν πόλιν τὴν μεγάλην, τὴν ἁγίαν Ἱερουσαλήμ, καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ,
Rev 21:11 ἔχουσαν τὴν δόξαν τοῦ Θεοῦ· καὶ ὁ φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ, ὡς λίθῳ ἰάσπιδι κρυσταλλίζοντι·
Rev 21:12 ἔχουσάν τε τεῖχος μέγα καὶ ὑψηλόν, ἔχουσαν πυλῶνας δώδεκα, καὶ ἐπὶ τοῖς πυλῶσιν ἀγγέλους δώδεκα, καὶ ὀνόματα ἐπιγεγραμμένα, ἅ ἐστι τῶν δώδεκα φυλῶν τῶν υἱῶν Ἰσραήλ.
Rev 21:13 ἀπ᾽ ἀνατολῆς, πυλῶνες τρεῖς· ἀπὸ βορρᾶ, πυλῶνες τρεῖς· ἀπὸ νότου, πυλῶνες τρεῖς· καὶ ἀπὸ δυσμῶν, πυλῶνες τρεῖς.
Rev 21:14 καὶ τὸ τεῖχος τῆς πόλεως ἔχον θεμελίους δώδεκα, καὶ ἐν αὐτοῖς ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ ἀρνίου.
Rev 21:15 καὶ ὁ λαλῶν μετ᾽ ἐμοῦ εἶχε κάλαμον χρυσοῦν, ἵνα μετρήσῃ τὴν πόλιν, καὶ τοὺς πυλῶνας αὐτῆς, καὶ τὸ τεῖχος αὐτῆς.
Rev 21:16 καὶ ἡ πόλις τετράγωνος κεῖται, καὶ τὸ μῆκος αὐτῆς τοσοῦτόν ἐστιν ὅσον καὶ τὸ πλάτος. καὶ ἐμέτρησε τὴν πόλιν τῷ καλάμῳ ἐπὶ σταδίων δώδεκα χιλιάδων· τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ ὕψος αὐτῆς ἴσα ἐστί.
Rev 21:17 καὶ ἐμέτρησε τὸ τεῖχος αὐτῆς ἑκατὸν τεσσαρακοντατεσσάρων πηχῶν, μέτρον ἀνθρώπου, ὅ ἐστιν ἀγγέλου·
Rev 21:18 καὶ ἦν ἡ ἐνδόμησις τοῦ τείχους αὐτῆς, ἴασπις· καὶ ἡ πόλις χρυσίον καθαρόν, ὁμοία ὑάλῳ καθαρῷ.
Rev 21:19 καὶ οἱ θεμέλιοι τοῦ τείχους τῆς πόλεως παντὶ λίθῳ τιμίῳ κεκοσμημένοι. ὁ θεμέλιος ὁ πρῶτος, ἴασπις· ὁ δεύτερος, σάπφειρος· ὁ τρίτος, χαλκηδών· ὁ τέταρτος, σμάραγδος·
Rev 21:20 ὁ πέμπτος, σαρδόνυξ· ὁ ἕκτος, σάρδιος· ὁ ἕβδομος, χρυσόλιθος· ὁ ὄγδοος, βήρυλλος· ὁ ἔννατος, τοπάζιον· ὁ δέκατος, χρυσόπρασος· ὁ ἑνδέκατος, ὑάκινθος· ὁ δωδέκατος, ἀμέθυστος.
Rev 21:21 καὶ οἱ δώδεκα πυλῶνες, δώδεκα μαργαρῖται· ἀνὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου· καὶ ἡ πλατεῖα τῆς πόλεως χρυσίον καθαρόν, ὡς ὕαλος διαφανής.
Rev 21:22 καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ· ὁ γὰρ Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ναὸς αὐτῆς ἐστί, καὶ τὸ ἀρνίον.
Rev 21:23 καὶ ἡ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου, οὐδὲ τῆς σελήνης, ἵνα φαίνωσιν ἐν αὐτῇ· ἡ γὰρ δόξα τοῦ Θεοῦ ἐφώτισεν αὐτήν, καὶ ὁ λύχνος αὐτῆς τὸ ἀρνίον.
Rev 21:24 καὶ τὰ ἔθνη τῶν σωζομένων ἐν τῷ φωτὶ αὐτῆς περιπατήσουσι· καὶ οἱ βασιλεῖς τῆς γῆς φέρουσι τὴν δόξαν καὶ τὴν τιμὴν αὐτῶν εἰς αὐτήν.
Rev 21:25 καὶ οἱ πυλῶνες αὐτῆς οὐ μὴ κλεισθῶσιν ἡμέρας (νὺξ γὰρ οὐκ ἔσται ἐκεῖ)·
Rev 21:26 καὶ οἴσουσι τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν·
Rev 21:27 καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινοῦν, καὶ ποιοῦν βδέλυγμα καὶ ψεῦδος· εἰ μὴ οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου.

List of Articles
번호 분류 제목
62 Luke Edition of Scrivener's, Luke, Chapter 18
61 Luke Edition of Scrivener's, Luke, Chapter 17
60 Luke Edition of Scrivener's, Luke, Chapter 16
59 Luke Edition of Scrivener's, Luke, Chapter 15
58 Luke Edition of Scrivener's, Luke, Chapter 14
57 Luke Edition of Scrivener's, Luke, Chapter 13
56 Luke Edition of Scrivener's, Luke, Chapter 12
55 Luke Edition of Scrivener's, Luke, Chapter 11
54 Luke Edition of Scrivener's, Luke, Chapter 10
53 Luke Edition of Scrivener's, Luke, Chapter 09
52 Luke Edition of Scrivener's, Luke, Chapter 08
51 Luke Edition of Scrivener's, Luke, Chapter 07
50 Luke Edition of Scrivener's, Luke, Chapter 06
49 Luke Edition of Scrivener's, Luke, Chapter 05
48 Luke Edition of Scrivener's, Luke, Chapter 04
47 Luke Edition of Scrivener's, Luke, Chapter 03
46 Luke Edition of Scrivener's, Luke, Chapter 02
45 Luke Edition of Scrivener's, Luke, Chapter 01
44 Mark Edition of Scrivener's, Mark, Chapter 16
43 Mark Edition of Scrivener's, Mark, Chapter 15
42 Mark Edition of Scrivener's, Mark, Chapter 14
41 Mark Edition of Scrivener's, Mark, Chapter 13
40 Mark Edition of Scrivener's, Mark, Chapter 12
39 Mark Edition of Scrivener's, Mark, Chapter 11
38 Mark Edition of Scrivener's, Mark, Chapter 10
37 Mark Edition of Scrivener's, Mark, Chapter 09
36 Mark Edition of Scrivener's, Mark, Chapter 08
35 Mark Edition of Scrivener's, Mark, Chapter 07
34 Mark Edition of Scrivener's, Mark, Chapter 06
33 Mark Edition of Scrivener's, Mark, Chapter 05
32 Mark Edition of Scrivener's, Mark, Chapter 04
31 Mark Edition of Scrivener's, Mark, Chapter 03
30 Mark Edition of Scrivener's, Mark, Chapter 02
29 Mark Edition of Scrivener's, Mark, Chapter 01
28 Matthew Edition of Scrivener's, Matthew, Chapter 28
27 Matthew Edition of Scrivener's, Matthew, Chapter 27
26 Matthew Edition of Scrivener's, Matthew, Chapter 26
25 Matthew Edition of Scrivener's, Matthew, Chapter 25
24 Matthew Edition of Scrivener's, Matthew, Chapter 24
23 Matthew Edition of Scrivener's, Matthew, Chapter 23
22 Matthew Edition of Scrivener's, Matthew, Chapter 22
21 Matthew Edition of Scrivener's, Matthew, Chapter 21
20 Matthew Edition of Scrivener's, Matthew, Chapter 20
19 Matthew Edition of Scrivener's, Matthew, Chapter 19
18 Matthew Edition of Scrivener's, Matthew, Chapter 18
17 Matthew Edition of Scrivener's, Matthew, Chapter 17
16 Matthew Edition of Scrivener's, Matthew, Chapter 16
15 Matthew Edition of Scrivener's, Matthew, Chapter 15
14 Matthew Edition of Scrivener's, Matthew, Chapter 14
13 Matthew Edition of Scrivener's, Matthew, Chapter 13
12 Matthew Edition of Scrivener's, Matthew, Chapter 12
11 Matthew Edition of Scrivener's, Matthew, Chapter 11
10 Matthew Edition of Scrivener's, Matthew, Chapter 10
9 Matthew Edition of Scrivener's, Matthew, Chapter 09
8 Matthew Edition of Scrivener's, Matthew, Chapter 08
7 Matthew Edition of Scrivener's, Matthew, Chapter 07
6 Matthew Edition of Scrivener's, Matthew, Chapter 06
5 Matthew Edition of Scrivener's, Matthew, Chapter 05
4 Matthew Edition of Scrivener's, Matthew, Chapter 04
3 Matthew Edition of Scrivener's, Matthew, Chapter 03
2 Matthew Edition of Scrivener's, Matthew, Chapter 02
1 Matthew Edition of Scrivener's, Matthew, Chapter 01
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소