Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Heb 11:1 Ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων.
Heb 11:2 ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι.
Heb 11:3 πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γεγονέναι.
Heb 11:4 πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ, δι᾽ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ Θεοῦ· καὶ δι᾽ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ.
Heb 11:5 πίστει Ἐνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός· πρὸ γὰρ τῆς μεταθέσεως αὐτοῦ μεμαρτύρηται εὐηρεστηκέναι τῷ Θεῷ·
Heb 11:6 χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι· πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ, ὅτι ἔστι, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται.
Heb 11:7 πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ· δι᾽ ἧς κατέκρινε τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.
Heb 11:8 πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς τὸν τόπον ὃν ἤμελλε λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλθε μὴ ἐπιστάμενος ποῦ ἔρχεται.
Heb 11:9 πίστει παρῴκησεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακώβ, τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς·
Heb 11:10 ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.
Heb 11:11 πίστει καὶ αὐτὴ Σάρρα δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβε, καὶ παρὰ καιρὸν ἡλικίας ἔτεκεν, ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον.
Heb 11:12 διὸ καὶ ἀφ᾽ ἑνὸς ἐγεννήθησαν, καὶ ταῦτα νενεκρωμένου, καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ὡσεὶ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος.
Heb 11:13 Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ λαβόντες τὰς ἐπαγγελίας, ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες, καὶ πεισθέντες, καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς.
Heb 11:14 οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσι.
Heb 11:15 καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφ᾽ ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι.
Heb 11:16 νυνὶ δὲ κρείττονος ὀρέγονται, τοῦτ᾽ ἔστιν, ἐπουρανίου· διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ Θεός, Θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίμασε γὰρ αὐτοῖς πόλιν.
Heb 11:17 Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος,
Heb 11:18 πρὸς ὃν ἐλαλήθη ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα·
Heb 11:19 λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο.
Heb 11:20 πίστει περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ.
Heb 11:21 πίστει Ἰακὼβ ἀποθνήσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησε, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ.
Heb 11:22 πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσε, καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο.
Heb 11:23 πίστει Μωσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον· καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως.
Heb 11:24 πίστει Μωσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ,
Heb 11:25 μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν·
Heb 11:26 μείζονα πλοῦτον ἡγησάμενος τῶν ἐν Αἰγύπτῳ θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν.
Heb 11:27 πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως· τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησε.
Heb 11:28 πίστει πεποίηκε τὸ πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν.
Heb 11:29 πίστει διέβησαν τὴν ἐρυθρὰν θάλασσαν ὡς διὰ ξηρᾶς· ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν.
Heb 11:30 πίστει τὰ τείχη Ἰεριχὼ ἔπεσε, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας.
Heb 11:31 πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους μετ᾽ εἰρήνης.
Heb 11:32 καὶ τί ἔτι λέγω; ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καὶ Σαμψὼν καὶ Ἰεφθάε, Δαβίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν·
Heb 11:33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων,
Heb 11:34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων.
Heb 11:35 ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν·
Heb 11:36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς·
Heb 11:37 ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον· περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι
Heb 11:38 (ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος), ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.
Heb 11:39 καὶ οὗτοι πάντες, μαρτυρηθέντες διὰ τῆς πίστεως, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν,
Heb 11:40 τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.

List of Articles
번호 분류 제목
260 Matthew Edition of Scrivener's, Matthew, Chapter 01
259 Matthew Edition of Scrivener's, Matthew, Chapter 02
258 Matthew Edition of Scrivener's, Matthew, Chapter 03
257 Matthew Edition of Scrivener's, Matthew, Chapter 04
256 Matthew Edition of Scrivener's, Matthew, Chapter 05
255 Matthew Edition of Scrivener's, Matthew, Chapter 06
254 Matthew Edition of Scrivener's, Matthew, Chapter 07
253 Matthew Edition of Scrivener's, Matthew, Chapter 08
252 Matthew Edition of Scrivener's, Matthew, Chapter 09
251 Matthew Edition of Scrivener's, Matthew, Chapter 10
250 Matthew Edition of Scrivener's, Matthew, Chapter 11
249 Matthew Edition of Scrivener's, Matthew, Chapter 12
248 Matthew Edition of Scrivener's, Matthew, Chapter 13
247 Matthew Edition of Scrivener's, Matthew, Chapter 14
246 Matthew Edition of Scrivener's, Matthew, Chapter 15
245 Matthew Edition of Scrivener's, Matthew, Chapter 16
244 Matthew Edition of Scrivener's, Matthew, Chapter 17
243 Matthew Edition of Scrivener's, Matthew, Chapter 18
242 Matthew Edition of Scrivener's, Matthew, Chapter 19
241 Matthew Edition of Scrivener's, Matthew, Chapter 20
240 Matthew Edition of Scrivener's, Matthew, Chapter 21
239 Matthew Edition of Scrivener's, Matthew, Chapter 22
238 Matthew Edition of Scrivener's, Matthew, Chapter 23
237 Matthew Edition of Scrivener's, Matthew, Chapter 24
236 Matthew Edition of Scrivener's, Matthew, Chapter 25
235 Matthew Edition of Scrivener's, Matthew, Chapter 26
234 Matthew Edition of Scrivener's, Matthew, Chapter 27
233 Matthew Edition of Scrivener's, Matthew, Chapter 28
232 Mark Edition of Scrivener's, Mark, Chapter 01
231 Mark Edition of Scrivener's, Mark, Chapter 02
230 Mark Edition of Scrivener's, Mark, Chapter 03
229 Mark Edition of Scrivener's, Mark, Chapter 04
228 Mark Edition of Scrivener's, Mark, Chapter 05
227 Mark Edition of Scrivener's, Mark, Chapter 06
226 Mark Edition of Scrivener's, Mark, Chapter 07
225 Mark Edition of Scrivener's, Mark, Chapter 08
224 Mark Edition of Scrivener's, Mark, Chapter 09
223 Mark Edition of Scrivener's, Mark, Chapter 10
222 Mark Edition of Scrivener's, Mark, Chapter 11
221 Mark Edition of Scrivener's, Mark, Chapter 12
220 Mark Edition of Scrivener's, Mark, Chapter 13
219 Mark Edition of Scrivener's, Mark, Chapter 14
218 Mark Edition of Scrivener's, Mark, Chapter 15
217 Mark Edition of Scrivener's, Mark, Chapter 16
216 Luke Edition of Scrivener's, Luke, Chapter 01
215 Luke Edition of Scrivener's, Luke, Chapter 02
214 Luke Edition of Scrivener's, Luke, Chapter 03
213 Luke Edition of Scrivener's, Luke, Chapter 04
212 Luke Edition of Scrivener's, Luke, Chapter 05
211 Luke Edition of Scrivener's, Luke, Chapter 06
210 Luke Edition of Scrivener's, Luke, Chapter 07
209 Luke Edition of Scrivener's, Luke, Chapter 08
208 Luke Edition of Scrivener's, Luke, Chapter 09
207 Luke Edition of Scrivener's, Luke, Chapter 10
206 Luke Edition of Scrivener's, Luke, Chapter 11
205 Luke Edition of Scrivener's, Luke, Chapter 12
204 Luke Edition of Scrivener's, Luke, Chapter 13
203 Luke Edition of Scrivener's, Luke, Chapter 14
202 Luke Edition of Scrivener's, Luke, Chapter 15
201 Luke Edition of Scrivener's, Luke, Chapter 16
200 Luke Edition of Scrivener's, Luke, Chapter 17
199 Luke Edition of Scrivener's, Luke, Chapter 18
198 Luke Edition of Scrivener's, Luke, Chapter 19
197 Luke Edition of Scrivener's, Luke, Chapter 20
196 Luke Edition of Scrivener's, Luke, Chapter 21
195 Luke Edition of Scrivener's, Luke, Chapter 22
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소