Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Col 1:1 Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός,
Col 1:2 τοῖς ἐν Κολοσσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
Col 1:3 Εὐχαριστοῦμεν τῷ Θεῷ καὶ πατρὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πάντοτε περὶ ὑμῶν προσευχόμενοι,
Col 1:4 ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους,
Col 1:5 διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς, ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ εὐαγγελίου,
Col 1:6 τοῦ παρόντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ, καὶ ἔστι καρποφορούμενον, καθὼς καὶ ἐν ὑμῖν, ἀφ᾽ ἧς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν τοῦ Θεοῦ ἐν ἀληθείᾳ·
Col 1:7 καθὼς καὶ ἐμάθετε ἀπὸ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν, ὅς ἐστι πιστὸς ὑπὲρ ὑμῶν διάκονος τοῦ Χριστοῦ,
Col 1:8 ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν Πνεύματι.
Col 1:9 Διὰ τοῦτο καὶ ἡμεῖς, ἀφ᾽ ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι, καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ,
Col 1:10 περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Κυρίου εἰς πᾶσαν ἀρέσκειαν, ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι εἰς τὴν ἐπίγνωσιν τοῦ Θεοῦ·
Col 1:11 ἐν πάσῃ δυνάμει δυναμούμενοι, κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ, εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς·
Col 1:12 εὐχαριστοῦντες τῷ πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί,
Col 1:13 ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ,
Col 1:14 ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν·
Col 1:15 ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως·
Col 1:16 ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαί, εἴτε ἐξουσίαι· τὰ πάντα δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται·
Col 1:17 καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε.
Col 1:18 καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος, τῆς ἐκκλησίας· ὅς ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων·
Col 1:19 ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι,
Col 1:20 καὶ δι᾽ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, δι᾽ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς.
Col 1:21 καὶ ὑμᾶς ποτὲ ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, νυνὶ δὲ ἀποκατήλλαξεν
Col 1:22 ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ·
Col 1:23 εἴγε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι, καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν, οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος.
Col 1:24 Ὃς νῦν χαίρω ἐν τοῖς παθήμασί μου ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία·
Col 1:25 ἧς ἐγενόμην ἐγὼ διάκονος, κατὰ τὴν οἰκονομίαν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς, πληρῶσαι τὸν λόγον τοῦ Θεοῦ,
Col 1:26 τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν· νυνὶ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ,
Col 1:27 οἷς ἠθέλησεν ὁ Θεὸς γνωρίσαι τίς ὁ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅς ἐστι Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης·
Col 1:28 ὃν ἡμεῖς καταγγέλλομεν, νουθετοῦντες πάντα ἄνθρωπον, καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ Ἰησοῦ·
Col 1:29 εἰς ὃ καὶ κοπιῶ, ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτοῦ, τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει.

List of Articles
번호 분류 제목
128 Romans Edition of Scrivener's, Romans, Chapter 11
127 Romans Edition of Scrivener's, Romans, Chapter 10
126 Romans Edition of Scrivener's, Romans, Chapter 09
125 Romans Edition of Scrivener's, Romans, Chapter 08
124 Romans Edition of Scrivener's, Romans, Chapter 07
123 Romans Edition of Scrivener's, Romans, Chapter 06
122 Romans Edition of Scrivener's, Romans, Chapter 05
121 Romans Edition of Scrivener's, Romans, Chapter 04
120 Romans Edition of Scrivener's, Romans, Chapter 03
119 Romans Edition of Scrivener's, Romans, Chapter 02
118 Romans Edition of Scrivener's, Romans, Chapter 01
117 Acts Edition of Scrivener's, Acts, Chapter 28
116 Acts Edition of Scrivener's, Acts, Chapter 27
115 Acts Edition of Scrivener's, Acts, Chapter 26
114 Acts Edition of Scrivener's, Acts, Chapter 25
113 Acts Edition of Scrivener's, Acts, Chapter 24
112 Acts Edition of Scrivener's, Acts, Chapter 23
111 Acts Edition of Scrivener's, Acts, Chapter 22
110 Acts Edition of Scrivener's, Acts, Chapter 21
109 Acts Edition of Scrivener's, Acts, Chapter 20
108 Acts Edition of Scrivener's, Acts, Chapter 19
107 Acts Edition of Scrivener's, Acts, Chapter 18
106 Acts Edition of Scrivener's, Acts, Chapter 17
105 Acts Edition of Scrivener's, Acts, Chapter 16
104 Acts Edition of Scrivener's, Acts, Chapter 15
103 Acts Edition of Scrivener's, Acts, Chapter 14
102 Acts Edition of Scrivener's, Acts, Chapter 13
101 Acts Edition of Scrivener's, Acts, Chapter 12
100 Acts Edition of Scrivener's, Acts, Chapter 11
99 Acts Edition of Scrivener's, Acts, Chapter 10
98 Acts Edition of Scrivener's, Acts, Chapter 09
97 Acts Edition of Scrivener's, Acts, Chapter 08
96 Acts Edition of Scrivener's, Acts, Chapter 07
95 Acts Edition of Scrivener's, Acts, Chapter 06
94 Acts Edition of Scrivener's, Acts, Chapter 05
93 Acts Edition of Scrivener's, Acts, Chapter 04
92 Acts Edition of Scrivener's, Acts, Chapter 03
91 Acts Edition of Scrivener's, Acts, Chapter 02
90 Acts Edition of Scrivener's, Acts, Chapter 01
89 John Edition of Scrivener's, John, Chapter 21
88 John Edition of Scrivener's, John, Chapter 20
87 John Edition of Scrivener's, John, Chapter 19
86 John Edition of Scrivener's, John, Chapter 18
85 John Edition of Scrivener's, John, Chapter 17
84 John Edition of Scrivener's, John, Chapter 16
83 John Edition of Scrivener's, John, Chapter 15
82 John Edition of Scrivener's, John, Chapter 14
81 John Edition of Scrivener's, John, Chapter 13
80 John Edition of Scrivener's, John, Chapter 12
79 John Edition of Scrivener's, John, Chapter 11
78 John Edition of Scrivener's, John, Chapter 10
77 John Edition of Scrivener's, John, Chapter 09
76 John Edition of Scrivener's, John, Chapter 08
75 John Edition of Scrivener's, John, Chapter 07
74 John Edition of Scrivener's, John, Chapter 06
73 John Edition of Scrivener's, John, Chapter 05
72 John Edition of Scrivener's, John, Chapter 04
71 John Edition of Scrivener's, John, Chapter 03
70 John Edition of Scrivener's, John, Chapter 02
69 John Edition of Scrivener's, John, Chapter 01
68 Luke Edition of Scrivener's, Luke, Chapter 24
67 Luke Edition of Scrivener's, Luke, Chapter 23
66 Luke Edition of Scrivener's, Luke, Chapter 22
65 Luke Edition of Scrivener's, Luke, Chapter 21
64 Luke Edition of Scrivener's, Luke, Chapter 20
63 Luke Edition of Scrivener's, Luke, Chapter 19
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소