Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Act 27:1 Ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν Ἰταλίαν, παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχῃ, ὀνόματι Ἰουλίῳ, σπείρης Σεβαστῆς.
Act 27:2 ἐπιβάντες δὲ πλοίῳ Ἀδραμυττηνῷ, μέλλοντες πλεῖν τοὺς κατὰ τὴν Ἀσίαν τόπους, ἀνήχθημεν, ὄντος σὺν ἡμῖν Ἀριστάρχου Μακεδόνος Θεσσαλονικέως.
Act 27:3 τῇ τε ἑτέρᾳ κατήχθημεν εἰς Σιδῶνα· φιλανθρώπως τε ὁ Ἰούλιος τῷ Παύλῳ χρησάμενος ἐπέτρεψε πρὸς τοὺς φίλους πορευθέντα ἐπιμελείας τυχεῖν.
Act 27:4 κἀκεῖθεν ἀναχθέντες ὑπεπλεύσαμεν τὴν Κύπρον, διὰ τὸ τοὺς ἀνέμους εἶναι ἐναντίους.
Act 27:5 τό τε πέλαγος τὸ κατὰ τὴν Κιλικίαν καὶ Παμφυλίαν διαπλεύσαντες, κατήλθομεν εἰς Μύρα τῆς Λυκίας.
Act 27:6 κἀκεῖ εὑρὼν ὁ ἑκατόνταρχος πλοῖον Ἀλεξανδρῖνον πλέον εἰς τὴν Ἰταλίαν, ἐνεβίβασεν ἡμᾶς εἰς αὐτό.
Act 27:7 ἐν ἱκαναῖς δὲ ἡμέραις βραδυπλοοῦντες, καὶ μόλις γενόμενοι κατὰ τὴν Κνίδον, μὴ προσεῶντος ἡμᾶς τοῦ ἀνέμου, ὑπεπλεύσαμεν τὴν Κρήτην κατὰ Σαλμώνην·
Act 27:8 μόλις τε παραλεγόμενοι αὐτὴν ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Καλοὺς Λιμένας, ᾧ ἐγγὺς ἦν πόλις Λασαία.
Act 27:9 Ἱκανοῦ δὲ χρόνου διαγενομένου, καὶ ὄντος ἤδη ἐπισφαλοῦς τοῦ πλοός, διὰ τὸ καὶ τὴν νηστείαν ἤδη παρεληλυθέναι, παρῄνει ὁ Παῦλος
Act 27:10 λέγων αὐτοῖς, Ἄνδρες, θεωρῶ ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας, οὐ μόνον τοῦ φόρτου καὶ τοῦ πλοίου ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν, μέλλειν ἔσεσθαι τὸν πλοῦν.
Act 27:11 ὁ δὲ ἑκατόνταρχος τῷ κυβερνήτῃ καὶ τῷ ναυκλήρῳ ἐπείθετο μᾶλλον ἢ τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις.
Act 27:12 ἀνευθέτου δὲ τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμασίαν, οἱ πλείους ἔθεντο βουλὴν ἀναχθῆναι κἀκεῖθεν, εἴπως δύναιντο καταντήσαντες εἰς Φοίνικα παραχειμάσαι, λιμένα τῆς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ χῶρον.
Act 27:13 ὑποπνεύσαντος δὲ νότου, δόξαντες τῆς προθέσεως κεκρατηκέναι, ἄραντες ἆσσον παρελέγοντο τὴν Κρήτην.
Act 27:14 μετ᾽ οὐ πολὺ δὲ ἔβαλε κατ᾽ αὐτῆς ἄνεμος τυφωνικός, ὁ καλούμενος Εὐροκλύδων·
Act 27:15 συναρπασθέντος δὲ τοῦ πλοίου, καὶ μὴ δυναμένου ἀντοφθαλμεῖν τῷ ἀνέμῳ, ἐπιδόντες ἐφερόμεθα.
Act 27:16 νησίον δέ τι ὑποδραμόντες καλούμενον Κλαύδην μόλις ἰσχύσαμεν περικρατεῖς γενέσθαι τῆς σκάφης·
Act 27:17 ἣν ἄραντες, βοηθείαις ἐχρῶντο, ὑποζωννύντες τὸ πλοῖον· φοβούμενοί τε μὴ εἰς τὴν σύρτιν ἐκπέσωσι, χαλάσαντες τὸ σκεῦος, οὕτως ἐφέροντο.
Act 27:18 σφοδρῶς δὲ χειμαζομένων ἡμῶν, τῇ ἑξῆς ἐκβολὴν ἐποιοῦντο·
Act 27:19 καὶ τῇ τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ἐρρίψαμεν.
Act 27:20 μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπιφαινόντων ἐπὶ πλείονας ἡμέρας, χειμῶνός τε οὐκ ὀλίγου ἐπικειμένου, λοιπὸν περιῃρεῖτο πᾶσα ἐλπὶς τοῦ σώζεσθαι ἡμᾶς.
Act 27:21 πολλῆς δὲ ἀσιτίας ὑπαρχούσης, τότε σταθεὶς ὁ Παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν, Ἔδει μέν, ὦ ἄνδρες, πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης, κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν.
Act 27:22 καὶ τὰ νῦν παραινῶ ὑμᾶς εὐθυμεῖν· ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν, πλὴν τοῦ πλοίου.
Act 27:23 παρέστη γάρ μοι τῇ νυκτὶ ταύτῃ ἄγγελος τοῦ Θεοῦ, οὗ εἰμι, ᾧ καὶ λατρεύω,
Act 27:24 λέγων, Μὴ φοβοῦ, Παῦλε· Καίσαρί σε δεῖ παραστῆναι· καὶ ἰδού, κεχάρισταί σοι ὁ Θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ.
Act 27:25 διὸ εὐθυμεῖτε ἄνδρες· πιστεύω γὰρ τῷ Θεῷ ὅτι οὕτως ἔσται καθ᾽ ὃν τρόπον λελάληταί μοι.
Act 27:26 εἰς νῆσον δέ τινα δεῖ ἡμᾶς ἐκπεσεῖν.
Act 27:27 Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο, διαφερομένων ἡμῶν ἐν τῷ Ἀδρίᾳ, κατὰ μέσον τῆς νυκτὸς ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν·
Act 27:28 καὶ βολίσαντες εὗρον ὀργυιὰς εἴκοσι· βραχὺ δὲ διαστήσαντες, καὶ πάλιν βολίσαντες, εὗρον ὀργυιὰς δεκαπέντε·
Act 27:29 φοβούμενοί τε μήπως εἰς τραχεῖς τόπους ἐκπέσωμεν, ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας, ηὔχοντο ἡμέραν γενέσθαι.
Act 27:30 τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου, καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν, προφάσει ὡς ἐκ πρώρας μελλόντων ἀγκύρας ἐκτείνειν,
Act 27:31 εἶπεν ὁ Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις, Ἐὰν μὴ οὗτοι μείνωσιν ἐν τῷ πλοίῳ, ὑμεῖς σωθῆναι οὐ δύνασθε.
Act 27:32 τότε οἱ στρατιῶται ἀπέκοψαν τὰ σχοινία τῆς σκάφης, καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν.
Act 27:33 ἄχρι δὲ οὗ ἔμελλεν ἡμέρα γίνεσθαι, παρεκάλει ὁ Παῦλος ἅπαντας μεταλαβεῖν τροφῆς, λέγων, Τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν προσδοκῶντες ἄσιτοι διατελεῖτε, μηδὲν προσλαβόμενοι.
Act 27:34 διὸ παρακαλῶ ὑμᾶς προσλαβεῖν τροφῆς· τοῦτο γὰρ πρὸς τῆς ὑμετέρας σωτηρίας ὑπάρχει· οὐδενὸς γὰρ ὑμῶν θρὶξ ἐκ τῆς κεφαλῆς πεσεῖται.
Act 27:35 εἰπὼν δὲ ταῦτα, καὶ λαβὼν ἄρτον, εὐχαρίστησε τῷ Θεῷ ἐνώπιον πάντων· καὶ κλάσας ἤρξατο ἐσθίειν.
Act 27:36 εὔθυμοι δὲ γενόμενοι πάντες καὶ αὐτοὶ προσελάβοντο τροφῆς.
Act 27:37 ἦμεν δὲ ἐν τῷ πλοίῳ αἱ πᾶσαι ψυχαί, διακόσιαι ἑβδομηκονταέξ.
Act 27:38 κορεσθέντες δὲ τροφῆς ἐκούφιζον τὸ πλοῖον, ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν.
Act 27:39 ὅτε δὲ ἡμέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον· κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλόν, εἰς ὃν ἐβουλεύσαντο, εἰ δύναιντο, ἐξῶσαι τὸ πλοῖον.
Act 27:40 καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν θάλασσαν, ἅμα ἀνέντες τὰς ζευκτηρίας τῶν πηδαλίων· καὶ ἐπάραντες τὸν ἀρτέμονα τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν.
Act 27:41 περιπεσόντες δὲ εἰς τόπον διθάλασσον ἐπώκειλαν τὴν ναῦν· καὶ ἡ μὲν πρώρα ἐρείσασα ἔμεινεν ἀσάλευτος, ἡ δὲ πρύμνα ἐλύετο ὑπὸ τῆς βίας τῶν κυμάτων.
Act 27:42 τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο ἵνα τοὺς δεσμώτας ἀποκτείνωσι, μή τις ἐκκολυμβήσας διαφύγοι.
Act 27:43 ὁ δὲ ἑκατόνταρχος, βουλόμενος διασῶσαι τὸν Παῦλον, ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματος, ἐκέλευσέ τε τοὺς δυναμένους κολυμβᾷν ἀπορρίψαντας πρώτους ἐπὶ τὴν γῆν ἐξιέναι·
Act 27:44 καὶ τοὺς λοιπούς, οὓς μὲν ἐπὶ σανίσιν, οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου. καὶ οὕτως ἐγένετο πάντας διασωθῆναι ἐπὶ τὴν γῆν.

List of Articles
번호 분류 제목
194 1 Timothy Edition of Scrivener's, 1 Timothy, Chapter 04
193 1 Timothy Edition of Scrivener's, 1 Timothy, Chapter 03
192 1 Timothy Edition of Scrivener's, 1 Timothy, Chapter 02
191 1 Timothy Edition of Scrivener's, 1 Timothy, Chapter 01
190 2 Thessalonians Edition of Scrivener's, 2 Thessalonians, Chapter 03
189 2 Thessalonians Edition of Scrivener's, 2 Thessalonians, Chapter 02
188 2 Thessalonians Edition of Scrivener's, 2 Thessalonians, Chapter 01
187 1 Thessalonians Edition of Scrivener's, 1 Thessalonians, Chapter 05
186 1 Thessalonians Edition of Scrivener's, 1 Thessalonians, Chapter 04
185 1 Thessalonians Edition of Scrivener's, 1 Thessalonians, Chapter 03
184 1 Thessalonians Edition of Scrivener's, 1 Thessalonians, Chapter 02
183 1 Thessalonians Edition of Scrivener's, 1 Thessalonians, Chapter 01
182 Colossians Edition of Scrivener's, Colossians, Chapter 04
181 Colossians Edition of Scrivener's, Colossians, Chapter 03
180 Colossians Edition of Scrivener's, Colossians, Chapter 02
179 Colossians Edition of Scrivener's, Colossians, Chapter 01
178 Philippians Edition of Scrivener's, Philippians, Chapter 04
177 Philippians Edition of Scrivener's, Philippians, Chapter 03
176 Philippians Edition of Scrivener's, Philippians, Chapter 02
175 Philippians Edition of Scrivener's, Philippians, Chapter 01
174 Ephesians Edition of Scrivener's, Ephesians, Chapter 06
173 Ephesians Edition of Scrivener's, Ephesians, Chapter 05
172 Ephesians Edition of Scrivener's, Ephesians, Chapter 04
171 Ephesians Edition of Scrivener's, Ephesians, Chapter 03
170 Ephesians Edition of Scrivener's, Ephesians, Chapter 02
169 Ephesians Edition of Scrivener's, Ephesians, Chapter 01
168 Galatians Edition of Scrivener's, Galatians, Chapter 06
167 Galatians Edition of Scrivener's, Galatians, Chapter 05
166 Galatians Edition of Scrivener's, Galatians, Chapter 04
165 Galatians Edition of Scrivener's, Galatians, Chapter 03
164 Galatians Edition of Scrivener's, Galatians, Chapter 02
163 Galatians Edition of Scrivener's, Galatians, Chapter 01
162 2 Corinthians Edition of Scrivener's, 2 Corinthians, Chapter 13
161 2 Corinthians Edition of Scrivener's, 2 Corinthians, Chapter 12
160 2 Corinthians Edition of Scrivener's, 2 Corinthians, Chapter 11
159 2 Corinthians Edition of Scrivener's, 2 Corinthians, Chapter 10
158 2 Corinthians Edition of Scrivener's, 2 Corinthians, Chapter 09
157 2 Corinthians Edition of Scrivener's, 2 Corinthians, Chapter 08
156 2 Corinthians Edition of Scrivener's, 2 Corinthians, Chapter 07
155 2 Corinthians Edition of Scrivener's, 2 Corinthians, Chapter 06
154 2 Corinthians Edition of Scrivener's, 2 Corinthians, Chapter 05
153 2 Corinthians Edition of Scrivener's, 2 Corinthians, Chapter 04
152 2 Corinthians Edition of Scrivener's, 2 Corinthians, Chapter 03
151 2 Corinthians Edition of Scrivener's, 2 Corinthians, Chapter 02
150 2 Corinthians Edition of Scrivener's, 2 Corinthians, Chapter 01
149 1 Corinthians Edition of Scrivener's, 1 Corinthians, Chapter 16
148 1 Corinthians Edition of Scrivener's, 1 Corinthians, Chapter 15
147 1 Corinthians Edition of Scrivener's, 1 Corinthians, Chapter 14
146 1 Corinthians Edition of Scrivener's, 1 Corinthians, Chapter 13
145 1 Corinthians Edition of Scrivener's, 1 Corinthians, Chapter 12
144 1 Corinthians Edition of Scrivener's, 1 Corinthians, Chapter 11
143 1 Corinthians Edition of Scrivener's, 1 Corinthians, Chapter 10
142 1 Corinthians Edition of Scrivener's, 1 Corinthians, Chapter 09
141 1 Corinthians Edition of Scrivener's, 1 Corinthians, Chapter 08
140 1 Corinthians Edition of Scrivener's, 1 Corinthians, Chapter 07
139 1 Corinthians Edition of Scrivener's, 1 Corinthians, Chapter 06
138 1 Corinthians Edition of Scrivener's, 1 Corinthians, Chapter 05
137 1 Corinthians Edition of Scrivener's, 1 Corinthians, Chapter 04
136 1 Corinthians Edition of Scrivener's, 1 Corinthians, Chapter 03
135 1 Corinthians Edition of Scrivener's, 1 Corinthians, Chapter 02
134 1 Corinthians Edition of Scrivener's, 1 Corinthians, Chapter 01
133 Romans Edition of Scrivener's, Romans, Chapter 16
132 Romans Edition of Scrivener's, Romans, Chapter 15
131 Romans Edition of Scrivener's, Romans, Chapter 14
130 Romans Edition of Scrivener's, Romans, Chapter 13
129 Romans Edition of Scrivener's, Romans, Chapter 12
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소