Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Act 4:1 Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαόν, ἐπέστησαν αὐτοῖς οἱ ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι,
Act 4:2 διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαόν, καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν.
Act 4:3 καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας, καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον· ἦν γὰρ ἑσπέρα ἤδη.
Act 4:4 πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν· καὶ ἐγενήθη ὁ ἀριθμὸς τῶν ἀνδρῶν ὡσεὶ χιλιάδες πέντε.
Act 4:5 Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ πρεσβυτέρους καὶ γραμματεῖς εἰς Ἱερουσαλήμ,
Act 4:6 καὶ Ἄνναν τὸν ἀρχιερέα, καὶ Καϊάφαν, καὶ Ἰωάννην, καὶ Ἀλέξανδρον, καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ.
Act 4:7 καὶ στήσαντες αὐτοὺς ἐν τῷ μέσῳ ἐπυνθάνοντο, Ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς;
Act 4:8 τότε Πέτρος πλησθεὶς Πνεύματος Ἁγίου εἶπε πρὸς αὐτούς, Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι τοῦ Ἰσραήλ,
Act 4:9 εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται·
Act 4:10 γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραήλ, ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής.
Act 4:11 οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ᾽ ὑμῶν τῶν οἰκοδομούντων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας.
Act 4:12 καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία· οὔτε γὰρ ὄνομά ἐστιν ἕτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.
Act 4:13 Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου, καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσι καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν.
Act 4:14 τὸν δὲ ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα τὸν τεθεραπευμένον, οὐδὲν εἶχον ἀντειπεῖν.
Act 4:15 κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν, συνέβαλον πρὸς ἀλλήλους,
Act 4:16 λέγοντες, Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονε δι᾽ αὐτῶν, πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθα ἀρνήσασθαι.
Act 4:17 ἀλλ᾽ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν, ἀπειλῇ ἀπειλησώμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπων.
Act 4:18 καὶ καλέσαντες αὐτούς, παρήγγειλαν αὐτοῖς τὸ καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ.
Act 4:19 ὁ δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες πρὸς αὐτοὺς εἶπον, Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ Θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ Θεοῦ, κρίνατε.
Act 4:20 οὐ δυνάμεθα γὰρ ἡμεῖς, ἃ εἴδομεν καὶ ἠκούσαμεν, μὴ λαλεῖν.
Act 4:21 οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς κολάσωνται αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν Θεὸν ἐπὶ τῷ γεγονότι.
Act 4:22 ἐτῶν γὰρ ἦν πλειόνων τεσσαράκοντα ὁ ἄνθρωπος ἐφ᾽ ὃν ἐγεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.
Act 4:23 Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους, καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον.
Act 4:24 οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν Θεόν, καὶ εἶπον, Δέσποτα, σὺ ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·
Act 4:25 ὁ διὰ στόματος Δαβὶδ τοῦ παιδός σου εἰπών, Ἱνατί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά;
Act 4:26 παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ·
Act 4:27 συνήχθησαν γὰρ ἐπ᾽ ἀληθείας ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρώδης τε καὶ Πόντιος Πιλάτος, σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραήλ,
Act 4:28 ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλή σου προώρισε γενέσθαι.
Act 4:29 καὶ τὰ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου,
Act 4:30 ἐν τῷ τὴν χεῖρά σου ἐκτείνειν σε εἰς ἴασιν, καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ.
Act 4:31 καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος Ἁγίου, καὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ παρρησίας.
Act 4:32 Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία· καὶ οὐδ᾽ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ᾽ ἦν αὐτοῖς ἅπαντα κοινά.
Act 4:33 καὶ μεγάλῃ δυνάμει ἀπεδίδουν τὸ μαρτύριον οἱ ἀπόστολοι τῆς ἀναστάσεως τοῦ Κυρίου Ἰησοῦ, χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς.
Act 4:34 οὐδὲ γὰρ ἐνδεής τις ὑπῆρχεν ἐν αὐτοῖς· ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων,
Act 4:35 καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων· διεδίδοτο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν.
Act 4:36 Ἰωσῆς δέ, ὁ ἐπικληθεὶς Βαρνάβας ὑπὸ τῶν ἀποστόλων (ὅ ἐστι, μεθερμηνευόμενον, υἱὸς παρακλήσεως), Λευΐτης, Κύπριος τῷ γένει,
Act 4:37 ὑπάρχοντος αὐτῷ ἀγροῦ, πωλήσας ἤνεγκε τὸ χρῆμα, καὶ ἔθηκε παρὰ τοὺς πόδας τῶν ἀποστόλων.

List of Articles
번호 분류 제목
128 Romans Edition of Scrivener's, Romans, Chapter 16
127 1 Corinthians Edition of Scrivener's, 1 Corinthians, Chapter 01
126 1 Corinthians Edition of Scrivener's, 1 Corinthians, Chapter 02
125 1 Corinthians Edition of Scrivener's, 1 Corinthians, Chapter 03
124 1 Corinthians Edition of Scrivener's, 1 Corinthians, Chapter 04
123 1 Corinthians Edition of Scrivener's, 1 Corinthians, Chapter 05
122 1 Corinthians Edition of Scrivener's, 1 Corinthians, Chapter 06
121 1 Corinthians Edition of Scrivener's, 1 Corinthians, Chapter 07
120 1 Corinthians Edition of Scrivener's, 1 Corinthians, Chapter 08
119 1 Corinthians Edition of Scrivener's, 1 Corinthians, Chapter 09
118 1 Corinthians Edition of Scrivener's, 1 Corinthians, Chapter 10
117 1 Corinthians Edition of Scrivener's, 1 Corinthians, Chapter 11
116 1 Corinthians Edition of Scrivener's, 1 Corinthians, Chapter 12
115 1 Corinthians Edition of Scrivener's, 1 Corinthians, Chapter 13
114 1 Corinthians Edition of Scrivener's, 1 Corinthians, Chapter 14
113 1 Corinthians Edition of Scrivener's, 1 Corinthians, Chapter 15
112 1 Corinthians Edition of Scrivener's, 1 Corinthians, Chapter 16
111 2 Corinthians Edition of Scrivener's, 2 Corinthians, Chapter 01
110 2 Corinthians Edition of Scrivener's, 2 Corinthians, Chapter 02
109 2 Corinthians Edition of Scrivener's, 2 Corinthians, Chapter 03
108 2 Corinthians Edition of Scrivener's, 2 Corinthians, Chapter 04
107 2 Corinthians Edition of Scrivener's, 2 Corinthians, Chapter 05
106 2 Corinthians Edition of Scrivener's, 2 Corinthians, Chapter 06
105 2 Corinthians Edition of Scrivener's, 2 Corinthians, Chapter 07
104 2 Corinthians Edition of Scrivener's, 2 Corinthians, Chapter 08
103 2 Corinthians Edition of Scrivener's, 2 Corinthians, Chapter 09
102 2 Corinthians Edition of Scrivener's, 2 Corinthians, Chapter 10
101 2 Corinthians Edition of Scrivener's, 2 Corinthians, Chapter 11
100 2 Corinthians Edition of Scrivener's, 2 Corinthians, Chapter 12
99 2 Corinthians Edition of Scrivener's, 2 Corinthians, Chapter 13
98 Galatians Edition of Scrivener's, Galatians, Chapter 01
97 Galatians Edition of Scrivener's, Galatians, Chapter 02
96 Galatians Edition of Scrivener's, Galatians, Chapter 03
95 Galatians Edition of Scrivener's, Galatians, Chapter 04
94 Galatians Edition of Scrivener's, Galatians, Chapter 05
93 Galatians Edition of Scrivener's, Galatians, Chapter 06
92 Ephesians Edition of Scrivener's, Ephesians, Chapter 01
91 Ephesians Edition of Scrivener's, Ephesians, Chapter 02
90 Ephesians Edition of Scrivener's, Ephesians, Chapter 03
89 Ephesians Edition of Scrivener's, Ephesians, Chapter 04
88 Ephesians Edition of Scrivener's, Ephesians, Chapter 05
87 Ephesians Edition of Scrivener's, Ephesians, Chapter 06
86 Philippians Edition of Scrivener's, Philippians, Chapter 01
85 Philippians Edition of Scrivener's, Philippians, Chapter 02
84 Philippians Edition of Scrivener's, Philippians, Chapter 03
83 Philippians Edition of Scrivener's, Philippians, Chapter 04
82 Colossians Edition of Scrivener's, Colossians, Chapter 01
81 Colossians Edition of Scrivener's, Colossians, Chapter 02
80 Colossians Edition of Scrivener's, Colossians, Chapter 03
79 Colossians Edition of Scrivener's, Colossians, Chapter 04
78 1 Thessalonians Edition of Scrivener's, 1 Thessalonians, Chapter 01
77 1 Thessalonians Edition of Scrivener's, 1 Thessalonians, Chapter 02
76 1 Thessalonians Edition of Scrivener's, 1 Thessalonians, Chapter 03
75 1 Thessalonians Edition of Scrivener's, 1 Thessalonians, Chapter 04
74 1 Thessalonians Edition of Scrivener's, 1 Thessalonians, Chapter 05
73 2 Thessalonians Edition of Scrivener's, 2 Thessalonians, Chapter 01
72 2 Thessalonians Edition of Scrivener's, 2 Thessalonians, Chapter 02
71 2 Thessalonians Edition of Scrivener's, 2 Thessalonians, Chapter 03
70 1 Timothy Edition of Scrivener's, 1 Timothy, Chapter 01
69 1 Timothy Edition of Scrivener's, 1 Timothy, Chapter 02
68 1 Timothy Edition of Scrivener's, 1 Timothy, Chapter 03
67 1 Timothy Edition of Scrivener's, 1 Timothy, Chapter 04
66 1 Timothy Edition of Scrivener's, 1 Timothy, Chapter 05
65 1 Timothy Edition of Scrivener's, 1 Timothy, Chapter 06
64 2 Timothy Edition of Scrivener's, 2 Timothy, Chapter 01
63 2 Timothy Edition of Scrivener's, 2 Timothy, Chapter 02
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소