Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Joh 21:1 Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν ὁ Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσε δὲ οὕτως.
Joh 21:2 ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο.
Joh 21:3 λέγει αὐτοῖς Σίμων Πέτρος, Ὑπάγω ἁλιεύειν. λέγουσιν αὐτῷ, Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἀνέβησαν εἰς τὸ πλοῖον εὐθύς, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν.
Joh 21:4 πρωΐας δὲ ἤδη γενομένης ἔστη ὁ Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστι.
Joh 21:5 λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς, Παιδία, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ, Οὔ.
Joh 21:6 ὁ δὲ εἶπεν αὐτοῖς, Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων.
Joh 21:7 λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ, Ὁ Κύριός ἐστι. Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι ὁ Κύριός ἐστι, τὸν ἐπενδύτην διεζώσατο (ἦν γὰρ γυμνός), καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν.
Joh 21:8 οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον (οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλ᾽ ὡς ἀπὸ πηχῶν διακοσίων), σύροντες τὸ δίκτυον τῶν ἰχθύων.
Joh 21:9 ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον, καὶ ἄρτον.
Joh 21:10 λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν.
Joh 21:11 ἀνέβη Σίμων Πέτρος, καὶ εἵλκυσε τὸ δίκτυον ἐπὶ τῆς γῆς, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντηκοντατριῶν· καὶ τοσούτων ὄντων, οὐκ ἐσχίσθη τὸ δίκτυον.
Joh 21:12 λέγει αὐτοῖς ὁ Ἰησοῦς, Δεῦτε ἀριστήσατε. οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν, Σὺ τίς εἶ; εἰδότες ὅτι ὁ Κύριός ἐστιν.
Joh 21:13 ἔρχεται οὖν ὁ Ἰησοῦς, καὶ λαμβάνει τὸν ἄρτον, καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως.
Joh 21:14 τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν.
Joh 21:15 Ὅτε οὖν ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς, Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλεῖον τούτων; λέγει αὐτῷ, Ναὶ Κύριε· σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ, Βόσκε τὰ ἀρνία μου.
Joh 21:16 λέγει αὐτῷ πάλιν δεύτερον, Σίμων Ἰωνᾶ, ἀγαπᾷς με; λέγει αὐτῷ, Ναὶ Κύριε· σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ, Ποίμαινε τὰ πρόβατά μου.
Joh 21:17 λέγει αὐτῷ τὸ τρίτον, Σίμων Ἰωνᾶ, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, φιλεῖς με; καὶ εἶπεν αὐτῷ, Κύριε, σὺ πάντα οἶδας· σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ ὁ Ἰησοῦς, Βόσκε τὰ πρόβατά μου.
Joh 21:18 ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτόν, καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις.
Joh 21:19 τοῦτο δὲ εἶπε, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ, Ἀκολούθει μοι.
Joh 21:20 ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε, Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε;
Joh 21:21 τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, Κύριε, οὗτος δὲ τί;
Joh 21:22 λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρός σε; σὺ ἀκολούθει μοι.
Joh 21:23 ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφούς, ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει· καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι οὐκ ἀποθνήσκει· ἀλλ, Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρός σε;
Joh 21:24 Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων, καὶ γράψας ταῦτα· καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ.
Joh 21:25 Ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν.

List of Articles
번호 분류 제목
128 Romans Edition of Scrivener's, Romans, Chapter 11
127 Romans Edition of Scrivener's, Romans, Chapter 10
126 Romans Edition of Scrivener's, Romans, Chapter 09
125 Romans Edition of Scrivener's, Romans, Chapter 08
124 Romans Edition of Scrivener's, Romans, Chapter 07
123 Romans Edition of Scrivener's, Romans, Chapter 06
122 Romans Edition of Scrivener's, Romans, Chapter 05
121 Romans Edition of Scrivener's, Romans, Chapter 04
120 Romans Edition of Scrivener's, Romans, Chapter 03
119 Romans Edition of Scrivener's, Romans, Chapter 02
118 Romans Edition of Scrivener's, Romans, Chapter 01
117 Acts Edition of Scrivener's, Acts, Chapter 28
116 Acts Edition of Scrivener's, Acts, Chapter 27
115 Acts Edition of Scrivener's, Acts, Chapter 26
114 Acts Edition of Scrivener's, Acts, Chapter 25
113 Acts Edition of Scrivener's, Acts, Chapter 24
112 Acts Edition of Scrivener's, Acts, Chapter 23
111 Acts Edition of Scrivener's, Acts, Chapter 22
110 Acts Edition of Scrivener's, Acts, Chapter 21
109 Acts Edition of Scrivener's, Acts, Chapter 20
108 Acts Edition of Scrivener's, Acts, Chapter 19
107 Acts Edition of Scrivener's, Acts, Chapter 18
106 Acts Edition of Scrivener's, Acts, Chapter 17
105 Acts Edition of Scrivener's, Acts, Chapter 16
104 Acts Edition of Scrivener's, Acts, Chapter 15
103 Acts Edition of Scrivener's, Acts, Chapter 14
102 Acts Edition of Scrivener's, Acts, Chapter 13
101 Acts Edition of Scrivener's, Acts, Chapter 12
100 Acts Edition of Scrivener's, Acts, Chapter 11
99 Acts Edition of Scrivener's, Acts, Chapter 10
98 Acts Edition of Scrivener's, Acts, Chapter 09
97 Acts Edition of Scrivener's, Acts, Chapter 08
96 Acts Edition of Scrivener's, Acts, Chapter 07
95 Acts Edition of Scrivener's, Acts, Chapter 06
94 Acts Edition of Scrivener's, Acts, Chapter 05
93 Acts Edition of Scrivener's, Acts, Chapter 04
92 Acts Edition of Scrivener's, Acts, Chapter 03
91 Acts Edition of Scrivener's, Acts, Chapter 02
90 Acts Edition of Scrivener's, Acts, Chapter 01
» John Edition of Scrivener's, John, Chapter 21
88 John Edition of Scrivener's, John, Chapter 20
87 John Edition of Scrivener's, John, Chapter 19
86 John Edition of Scrivener's, John, Chapter 18
85 John Edition of Scrivener's, John, Chapter 17
84 John Edition of Scrivener's, John, Chapter 16
83 John Edition of Scrivener's, John, Chapter 15
82 John Edition of Scrivener's, John, Chapter 14
81 John Edition of Scrivener's, John, Chapter 13
80 John Edition of Scrivener's, John, Chapter 12
79 John Edition of Scrivener's, John, Chapter 11
78 John Edition of Scrivener's, John, Chapter 10
77 John Edition of Scrivener's, John, Chapter 09
76 John Edition of Scrivener's, John, Chapter 08
75 John Edition of Scrivener's, John, Chapter 07
74 John Edition of Scrivener's, John, Chapter 06
73 John Edition of Scrivener's, John, Chapter 05
72 John Edition of Scrivener's, John, Chapter 04
71 John Edition of Scrivener's, John, Chapter 03
70 John Edition of Scrivener's, John, Chapter 02
69 John Edition of Scrivener's, John, Chapter 01
68 Luke Edition of Scrivener's, Luke, Chapter 24
67 Luke Edition of Scrivener's, Luke, Chapter 23
66 Luke Edition of Scrivener's, Luke, Chapter 22
65 Luke Edition of Scrivener's, Luke, Chapter 21
64 Luke Edition of Scrivener's, Luke, Chapter 20
63 Luke Edition of Scrivener's, Luke, Chapter 19
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소