Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Mar 15:1 Καὶ εὐθέως ἐπὶ τὸ πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων, καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν τῷ Πιλάτῳ.
Mar 15:2 καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλάτος, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ, Σὺ λέγεις.
Mar 15:3 καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο.
Mar 15:4 ὁ δὲ Πιλάτος πάλιν ἐπηρώτησεν αὐτόν, λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν; ἴδε, πόσα σου καταμαρτυροῦσιν.
Mar 15:5 ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλάτον.
Mar 15:6 Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον, ὅνπερ ᾐτοῦντο.
Mar 15:7 ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν συστασιαστῶν δεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν.
Mar 15:8 καὶ ἀναβοήσας ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἀεὶ ἐποίει αὐτοῖς.
Mar 15:9 ὁ δὲ Πιλάτος ἀπεκρίθη αὐτοῖς, λέγων, Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων;
Mar 15:10 ἐγίνωσκε γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς.
Mar 15:11 οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον, ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς.
Mar 15:12 ὁ δὲ Πιλάτος ἀποκριθεὶς πάλιν εἶπεν αὐτοῖς, Τί οὖν θέλετε ποιήσω ὃν λέγετε βασιλέα τῶν Ἰουδαίων;
Mar 15:13 οἱ δὲ πάλιν ἔκραξαν, Σταύρωσον αὐτόν.
Mar 15:14 ὁ δὲ Πιλάτος ἔλεγεν αὐτοῖς, Τί γὰρ κακὸν ἐποίησεν; οἱ δὲ περισσοτέρως ἔκραξαν, Σταύρωσον αὐτόν.
Mar 15:15 ὁ δὲ Πιλάτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι, ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν· καὶ παρέδωκε τὸν Ἰησοῦν, φραγελλώσας, ἵνα σταυρωθῇ.
Mar 15:16 Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστι πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν.
Mar 15:17 καὶ ἐνδύουσιν αὐτὸν πορφύραν, καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον,
Mar 15:18 καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν, Χαῖρε, βασιλεῦ τῶν Ἰουδαίων·
Mar 15:19 καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ, καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ.
Mar 15:20 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν, καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια τὰ ἴδια. καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν.
Mar 15:21 Καὶ ἀγγαρεύουσι παράγοντά τινα Σίμωνα Κυρηναῖον, ἐρχόμενον ἀπ᾽ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.
Mar 15:22 καὶ φέρουσιν αὐτὸν ἐπὶ Γολγοθᾶ τόπον, ὅ ἐστι μεθερμηνευόμενον, κρανίου τόπος.
Mar 15:23 καὶ ἐδίδουν αὐτῷ πιεῖν ἐσμυρνισμένον οἶνον· ὁ δὲ οὐκ ἔλαβε.
Mar 15:24 καὶ σταυρώσαντες αὐτόν, διεμέριζον τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπ᾽ αὐτά, τίς τί ἄρῃ.
Mar 15:25 ἦν δὲ ὥρα τρίτη, καὶ ἐσταύρωσαν αὐτόν.
Mar 15:26 καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη, Ὁ βασιλεὺς τῶν Ἰουδαίων.
Mar 15:27 καὶ σὺν αὐτῷ σταυροῦσι δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ.
Mar 15:28 καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Καὶ μετὰ ἀνόμων ἐλογίσθη.
Mar 15:29 καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν, καὶ λέγοντες, Οὐά, ὁ καταλύων τὸν ναόν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν,
Mar 15:30 σῶσον σεαυτόν, καὶ κατάβα ἀπὸ τοῦ σταυροῦ.
Mar 15:31 ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον, Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.
Mar 15:32 ὁ Χριστὸς ὁ βασιλεὺς τοῦ Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν. καὶ οἱ συνεσταυρωμένοι αὐτῷ ὠνείδιζον αὐτόν.
Mar 15:33 Γενομένης δὲ ὥρας ἕκτης, σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐννάτης.
Mar 15:34 καὶ τῇ ὥρᾳ τῇ ἐννάτῃ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, λέγων, Ἐλωΐ, Ἐλωΐ, λαμμᾶ σαβαχθανί; ὅ ἐστι μεθερμηνευόμενον, Ὁ Θεός μου, ὁ Θεός μου, εἰς τί με ἐγκατέλιπες;
Mar 15:35 καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον, Ἰδού, Ἠλίαν φωνεῖ.
Mar 15:36 δραμὼν δὲ εἷς, καὶ γεμίσας σπόγγον ὄξους, περιθείς τε καλάμῳ, ἐπότιζεν αὐτόν, λέγων, Ἄφετε, ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν.
Mar 15:37 ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσε.
Mar 15:38 καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω.
Mar 15:39 ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτω κράξας ἐξέπνευσεν, εἶπεν, Ἀληθῶς ὁ ἄνθρωπος οὗτος υἱὸς ἦν Θεοῦ.
Mar 15:40 ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς ἦν καὶ Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡ τοῦ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆ μήτηρ, καὶ Σαλώμη,
Mar 15:41 αἳ καί, ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ, ἠκολούθουν αὐτῷ, καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.
Mar 15:42 Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν Παρασκευή, ὅ ἐστι προσάββατον,
Mar 15:43 ἦλθεν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ· τολμήσας εἰσῆλθε πρὸς Πιλάτον, καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ.
Mar 15:44 ὁ δὲ Πιλάτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε· καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα, ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε.
Mar 15:45 καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος, ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ.
Mar 15:46 καὶ ἀγοράσας σινδόνα, καὶ καθελὼν αὐτόν, ἐνείλησε τῇ σινδόνι, καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας· καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου.
Mar 15:47 ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία Ἰωσῆ ἐθεώρουν ποῦ τίθεται.

List of Articles
번호 분류 제목
62 2 Timothy Edition of Scrivener's, 2 Timothy, Chapter 03
61 2 Timothy Edition of Scrivener's, 2 Timothy, Chapter 04
60 Titus Edition of Scrivener's, Titus, Chapter 01
59 Titus Edition of Scrivener's, Titus, Chapter 02
58 Titus Edition of Scrivener's, Titus, Chapter 03
57 Philemon Edition of Scrivener's, Philemon, Chapter 01
56 Hebrews Edition of Scrivener's, Hebrews, Chapter 01
55 Hebrews Edition of Scrivener's, Hebrews, Chapter 02
54 Hebrews Edition of Scrivener's, Hebrews, Chapter 03
53 Hebrews Edition of Scrivener's, Hebrews, Chapter 04
52 Hebrews Edition of Scrivener's, Hebrews, Chapter 05
51 Hebrews Edition of Scrivener's, Hebrews, Chapter 06
50 Hebrews Edition of Scrivener's, Hebrews, Chapter 07
49 Hebrews Edition of Scrivener's, Hebrews, Chapter 08
48 Hebrews Edition of Scrivener's, Hebrews, Chapter 09
47 Hebrews Edition of Scrivener's, Hebrews, Chapter 10
46 Hebrews Edition of Scrivener's, Hebrews, Chapter 11
45 Hebrews Edition of Scrivener's, Hebrews, Chapter 12
44 Hebrews Edition of Scrivener's, Hebrews, Chapter 13
43 James Edition of Scrivener's, James, Chapter 01
42 James Edition of Scrivener's, James, Chapter 02
41 James Edition of Scrivener's, James, Chapter 03
40 James Edition of Scrivener's, James, Chapter 04
39 James Edition of Scrivener's, James, Chapter 05
38 1 Peter Edition of Scrivener's, 1 Peter, Chapter 01
37 1 Peter Edition of Scrivener's, 1 Peter, Chapter 02
36 1 Peter Edition of Scrivener's, 1 Peter, Chapter 03
35 1 Peter Edition of Scrivener's, 1 Peter, Chapter 04
34 1 Peter Edition of Scrivener's, 1 Peter, Chapter 05
33 2 Peter Edition of Scrivener's, 2 Peter, Chapter 01
32 2 Peter Edition of Scrivener's, 2 Peter, Chapter 02
31 2 Peter Edition of Scrivener's, 2 Peter, Chapter 03
30 1 John Edition of Scrivener's, 1 John, Chapter 01
29 1 John Edition of Scrivener's, 1 John, Chapter 02
28 1 John Edition of Scrivener's, 1 John, Chapter 03
27 1 John Edition of Scrivener's, 1 John, Chapter 04
26 1 John Edition of Scrivener's, 1 John, Chapter 05
25 2 John Edition of Scrivener's, 2 John, Chapter 01
24 3 John Edition of Scrivener's, 3 John, Chapter 01
23 Jude Edition of Scrivener's, Jude, Chapter 01
22 Revelation Edition of Scrivener's, Revelation, Chapter 01
21 Revelation Edition of Scrivener's, Revelation, Chapter 02
20 Revelation Edition of Scrivener's, Revelation, Chapter 03
19 Revelation Edition of Scrivener's, Revelation, Chapter 04
18 Revelation Edition of Scrivener's, Revelation, Chapter 05
17 Revelation Edition of Scrivener's, Revelation, Chapter 06
16 Revelation Edition of Scrivener's, Revelation, Chapter 07
15 Revelation Edition of Scrivener's, Revelation, Chapter 08
14 Revelation Edition of Scrivener's, Revelation, Chapter 09
13 Revelation Edition of Scrivener's, Revelation, Chapter 10
12 Revelation Edition of Scrivener's, Revelation, Chapter 11
11 Revelation Edition of Scrivener's, Revelation, Chapter 12
10 Revelation Edition of Scrivener's, Revelation, Chapter 13
9 Revelation Edition of Scrivener's, Revelation, Chapter 14
8 Revelation Edition of Scrivener's, Revelation, Chapter 15
7 Revelation Edition of Scrivener's, Revelation, Chapter 16
6 Revelation Edition of Scrivener's, Revelation, Chapter 17
5 Revelation Edition of Scrivener's, Revelation, Chapter 18
4 Revelation Edition of Scrivener's, Revelation, Chapter 19
3 Revelation Edition of Scrivener's, Revelation, Chapter 20
2 Revelation Edition of Scrivener's, Revelation, Chapter 21
1 Revelation Edition of Scrivener's, Revelation, Chapter 22
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소